Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἴων ξανθαῖς τε: ταῖς τῶν ἴων ἀκτῖσι καὶ λαμπηδόσι

1.174
[*]()δεδροσισμένος.

b. ἀκτῖσι δὲ παμπορφύροις εἶπεν, ἐπειδὴ τῶν ἴων τὰ μὲν ὑπολευκίζει, τὰ δὲ πορφυρᾶ ἐστιν.

[*]()c. παμπορφύροις ἀκτῖσιν: ἀκτῖνας λέγει τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους.

d. ἢ λαμπηδόνας τῶν ἀνθῶν.

[*]()a. βεβρεγμένος: τουτέστι δεδροσισμένος ἐν αὐτοῖς.

b. Ζηνόδοτος γράφει ἀντὶ τοῦ βεβρεγμένος . . . .

c. ἀκτῖνας δὲ ἔφη τὰς ἀποπιπτούσας ἀπὸ τῶν ἀνθέων δρόσους (Hom. Ξ 351)· στιλπναὶ δ᾿ ἔπιπτον ἐέρσαι.

[*]()d. (βεβρεγμένος:) δεδροσισμένος.

[*]()a. κατεφάμιξεν: διὰ τὸ ἐν ἄνθεσι τετράφθαι Ἴαμος ἐκλήθη ἀπὸ τῶν ἴων τῶν περὶ αὐτῷ.

[*]()b. τὸ καὶ κατεφάμιξεν: ἀντὶ τοῦ διὰ τὸ τοῖς ἴοις δροσίζεσθαι αὐτὸν ἀστείως καὶ Ἴαμον καλεῖσθαι.

[*]()a. τοῦτ᾿ ὄνυμα: ἀντὶ τοῦ ὄνομα.

b. τὸ ἀθάνατον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν.

c. ἀθάνατον: διὰ τὸ ἀπ᾿ αὐτοῦ κεκλῆσθαι τοὺς Ἰαμίδας.

[*]()a. τοῦτ᾿ ὄνυμ᾿ ἀθάνατον: διὰ τοῦτο.

b. διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ᾿ αὐτοῦ καλεῖσθαι.

[*]()c. τερπνᾶς δ᾿ ἐπεί: καλῶς εἶπε τερπνῆς χρυσοστεφάνου καρπόν· ἐν γὰρ τῇ ἀκμῇ τοῦ σώματος οἱ ἄνδρες τὰ τέλεια φρονοῦσι.

d. τερπνὴν δὲ καὶ εὐστέφανον ἐκάλεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς.

[*]()e. τερπνᾶς ἥβας: ὅτι ἐν ταύτῃ μάλιστα τὰ ἡδέα τοῖς ἀνθρώποις γίνεται.

f. τερπνᾶς δ᾿ ἐπεὶ χρυσοστεφάνοιο:

1.175
ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, | τὰ γένεια δὲ λέγει, τότε [*]() δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποταμοῦ. ἐνταῦθα οὖν, | εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε [*]() ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα.[*]()

(χρυσοστεφάνοιο:) τῆς τιμίας καὶ ἀνθηρᾶς. [*]()

a. καρπὸν ἥβας: τῆς θεοῦ λέγει.

b. ὡς ἥβησεν. [*]()

c. Ἀλφεῷ μέσῳ: ὁ Ἀλφεὸς ἐκ τῆς Ἀρκαδίας ῥέει [*]() ἐπὶ τὴν Ἦλιν.

d. κατελθὼν ἐν τῷ ποταμῷ ὑπαίθριος· ἀντὶ τοῦ ὑπὸ τὸν ἀέρα· ἐν νυκτί ἐκάλεσε τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πρόγονον· ἀντὶ τοῦ πάππον κατὰ μητέρα· εἶπε γὰρ ἐν τοῖς προλαβοῦσιν ὅτι τῇ Πιτάνῃ τῇ νύμφῃ ἐμίγη ὁ Ποσειδῶν· ἐξ ἧς Εὐάδνη· καὶ ἀπὸ Εὐάδνης καὶ Ἀπόλλωνος Ἴαμος.

a. λαοτρόφον: ἀντὶ τοῦ τὴν διατρέφουσαν αὐτὸν [*]() ἐκ τοῦ λαοῦ τιμήν· λέγει δὲ τὴν μαντικήν· οἱ γὰρ τοιοῦτοι ὑπὸ τοῦ πλήθους τρέφονται μαντευόμενοι.

b. τινὲς δὲ λαοτρόφον φασὶ τὴν βασιλείαν τὴν τοὺς λαοὺς τρέφουσαν.

c. λαότροφον οὖν προπαροξυτόνως τὸν διὰ τῆς μαντικῆς τρεφόμενον, παροξυτόνως δὲ τὴν τρέφουσαν τὸν λαὸν, τουτέστι τὸν ὄχλον.

d. λαοτρόφον: τὴν τρεφομένην ὑπὸ τῶν λαῶν [*]() ἐπιστήμην ἑαυτῷ αἰτῶν.[*]()

e. λαοτρόφον τιμάν: βασιλικὴν ἀρχήν· ᾧ καὶ [*]()

1.176
Ὅμηρος ὁμολογῶν τοὺς βασιλέας ποιμένας λαῶν ὀνομάζει.

f. αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ.[*]()

[*]()τιμάν τιν᾿: τιμὴν ἀπὸ τῶν λαῶν καὶ αὐξανομένην καὶ τρεφομένην.

[*]()a. νυκτὸς ὑπαίθριος: τοῦτο συναπτέον τῷ πρώτῳ· [*]() καταβὰς ἐν μέσῳ Ἀλφειῷ νυκτὸς ὑπαίθριος. | οἰκεῖος δὲ καὶ ὁ καιρὸς πρὸς θείαν ἐπίκλησιν.

b. ηὔχετο οὖν, φησιν, αἰτῶν καὶ παρακαλῶν νυκτὸς ὑπαίθριος· ἀρχαιότατος δὲ ὁ τρόπος τῆς εὐχῆς.

[*]()a. ἀρτιεπής: σαφὴς καὶ μηδὲν ἔχουσα ἀποκεκρυμμένον ὥσπερ οἱ χρησμοί.

[*]()b. ἀρτιεπὴς πατρία ὄσσα: ἡ ἀληθὴς καὶ ἀψευδής. [*]()

c. ἡ δὲ ἀρτιεπὴς καὶ ἀληθὴς φωνὴ τοῦ πατρὸς αὐτοῦ [*]() πρὸς τὰς εὐχὰς ἀντεφθέγξατο.

d. ὄσσα δὲ ἡ φωνή.

[*]()a. μετάλλασεν: ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γὰρ λέγουσι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων· ἐπὶ δὲ τοῦ τοιούτου οὐ τέταχεν, ἀλλ᾿ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπεν αὐτόν.

b. ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή.

[*]()c. μετάλλασέν τέ νιν: ἐὰν μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, νοεῖσθαι δεῖ οὕτως· ἐπεζήτησέ τε αὐτὸν καὶ ἐν φροντίδι ἔσχεν ὅπως ἂν τὰ μέλλοντα προλέγειν παράσχῃ

1.177
αὐτῷ· ἐὰν δὲ ἐπὶ τοῦ Ἰάμου, ὅτι τῆς φωνῆς ἀκούσας τοῦ Ἀπόλλωνος ἐπεζήτησεν αὐτὸν, ὥστε καὶ κατ᾿ ὄψιν αὐτὸν εὐτυχῆσαι τῆς θέας τοῦ θεοῦ.

d. τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων.

e. ἄλλως· μετάλλασέ τέ νιν: ἰδίως κέχρηται τῇ [*]() λέξει· μεταλλῆσαι γάρ ἐστι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων. νῦν δὲ ἐπ᾿ οὐδενὸς τοιούτου τέταχεν, ἀλλὰ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπε καὶ οἱονεὶ ἐφιλοφρονήσατο.

f. ἔνιοι δὲ οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων τῷ Ἰάμῳ, μόνῃ δὲ φωνῇ προσεῖπεν αὐτὸν, ἐφθέγξατο μὲν ὁ Ἀπόλλων, ὁ δὲ Ἴαμος ἐζήτησε τὸν φθεγξάμενον τίς ἦν.

g. τὸ δὲ ἑξῆς λεγόμενον· ἐφθέγξατο· ὄρσο τέκος.

a. ὄρσο τέκνον: ὅρμα, τέκνον, τῆς ἐμῆς φωνῆς [*]() ὀπίσω· καθηγήσομαι μὲν ἐγὼ, σὺ δὲ ἀκολούθει εἰς τὴν ἐσομένην πάγκοινον χώραν, τὴν Ὀλυμπίαν.

b. ὄρσο τέκνον δεῦρο: ταῦτα παρὰ Ἀπόλλωνος [*]() πρὸς Ἴαμον· ἄγε δὴ ἀνίστασο, παῖ, ἀπέλθωμεν | εἰς τὴν [*]() ἐσομένην ὕστερον πολύκοινον καὶ πολυπληθῆ χώραν· λέγει δὲ τὴν Ὀλυμπίαν. ὡς δὲ θεὸς, καὶ μάντις ἀκριβής ἐστιν εἰς τὰ μέλλοντα.

c. πάγκοινον ἐς χώραν: κοινὴν χώραν τὴν Ἤλιδα, [*]() ὅτι πολλοὶ ξένοι ἐκεῖσε ἤρχοντο ἀγωνισόμενοι.

d. φήμας δὲ ὄπισθεν, οἷον τῇ φωνῇ ἀκολουθῶν· ὡς Ὅμηρος (Υ 131)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.[*]()

φάμας ὄπισθεν: τῇ ἐμῇ φωνῇ ἐπικατακολούθει. [*]() Ὁμηρικῶς δέ (l. l.)· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

a. πέτραν: τὸν ἐν τῇ Ὀλυμπίᾳ λόφον φησίν.[*]() [*]()

1.178

[*]()b. πέτραν ἀλίβατον: τὴν ὑψηλήν.

c. καὶ ἤτοι ἐφ᾿ ἧς βαίνοντά ἐστιν ἀλιτεῖν διὰ τὸ ὕψος, ἢ ἐφ᾿ ἧς ἀνατέλλων[*]() πρῶτον ὁ ἥλιος βαίνει.

d. ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν [*]() κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. | παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ διπλοῦν θησαυρὸν μαντείας.[*]()

[*]()a. θησαυρὸν δίδυμον: δίδυμον θησαυρὸν μαντείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐθέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀληθῆ· μετὰ δὲ ταῦτα τοῦ κατ᾿ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι.

[*]()b. θησαυρὸν δίδυμον: ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστερον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως.

[*]()c. ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον [*]() ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· | ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν[*]() | καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν

1.179
ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων.

d. ἄλλως· μαντεῖον ἦν ἐν Ὀλυμπίᾳ, [*]() οὗ ἀρχηγὸς γέγονεν Ἴαμος τῇ διὰ τῶν ἐμπύρων μαντείᾳ· ᾗ καὶ μέχρι τοῦ νῦν οἱ Ἰαμίδαι χρῶνται. ἀναλαμβάνοντες γὰρ τὰ τῶν ἱερείων δέρματα ἐπιτιθέασιν εἰς τὸ πῦρ καὶ οὕτω μαντεύονται.

e. ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ.

a. ψευδέων ἄγνωστον: ἀληθῆ.

b. ἄγνωστος [*]() δὲ ψευδέων ἡ τῶν θεῶν φωνή. ἄλλοι δέ φασιν ὄρνεων.

a. σεμνὸν θάλος: Δίδυμός φησι μὴ σώζεσθαι [*]() τὸν λόγον· τὸν γὰρ Ἡρακλέα θάλος εἶπεν Ἀλκαϊδᾶν ἀπὸ Ἀμφιτρύωνος, ὃς ἦν Ἀλκαίου παῖς. ἔθος δὲ τῷ Πινδάρῳ κατὰ τοῦ ἑνὸς τάσσειν τὸ πληθυντικόν.

b. ὅτι Ἀμφιτρύων Ἀλκαίου παῖς ἐστι, δῆλον· ἀφ᾿ οὗ καὶ Ἀλκείδης ὁ Ἡρακλῆς τὸ πρότερον ἐκαλεῖτο. 109

c. σεμνὸν θάλος: τὸ βλάστημα τῶν Ἀλκαϊδῶν· [*]() φησὶ δὲ τὸν τοῦ Ἀμφιτρύωνος· ἐκεῖνος γὰρ Ἀλκαίου παῖς.

d. ἔνιοι μέντοι αὐτὸν τὸν Ἡρακλέα Ἀλκαῖον καλεῖσθαι βούλονται, μετωνομάσθαι δὲ Ἡρακλῆ, Ἀπόλλωνος τοῦτο χρησμοδοτήσαντος.[*]()

a. πλειστόμβροτον: παρ᾿ ἣν οἱ πολλοὶ τῶν ἀνθρώπων [*]()συνάγονται.

b. πλειστόμβροτον: παρ᾿ ἣν πλεῖστοι τῶν ἀνθρώπων [*]() ἀθροίζονται.[*]()

1.180

[*]()βωμῷ: τῷ κατὰ τὴν Ὀλυμπίαν μαντικῷ βωμῷ τοῦ Διός.

[*]()τότ᾿ αὖ χρηστήριον θέσθαι: τὸ διὰ τῶν ἐμπύρων μαντεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαντεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλείδης δὲ ἐν τῷ περὶ χρηστηρίων (FHG II, p. 197 n. 2) τοῖς δέρμασί φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας εἰς τὰς σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί εἰσιν ἢ οὔ.