Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. θησαυρὸν δίδυμον: δίδυμον θησαυρὸν μαντείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐθέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀληθῆ· μετὰ δὲ ταῦτα τοῦ κατ᾿ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι.

[*]()b. θησαυρὸν δίδυμον: ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστερον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως.

[*]()c. ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον [*]() ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· | ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν[*]() | καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν

1.179
ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων.

d. ἄλλως· μαντεῖον ἦν ἐν Ὀλυμπίᾳ, [*]() οὗ ἀρχηγὸς γέγονεν Ἴαμος τῇ διὰ τῶν ἐμπύρων μαντείᾳ· ᾗ καὶ μέχρι τοῦ νῦν οἱ Ἰαμίδαι χρῶνται. ἀναλαμβάνοντες γὰρ τὰ τῶν ἱερείων δέρματα ἐπιτιθέασιν εἰς τὸ πῦρ καὶ οὕτω μαντεύονται.

e. ἔνιοι δὲ οὕτω φασὶ, τεμνομένοις δέρμασι μαντεύεσθαι αὐτούς· λαμβάνοντες γὰρ τὰς βύρσας τῶν ἱερείων ἔσχιζον, καὶ κατὰ τὰ σχίσματα ἐμαντεύοντο, ἀφορῶντες εἰς τὴν τομὴν, πότερον εὐθεῖά ἐστιν ἢ οὔ.