Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Λαμνιάδων: καὶ ὁ Καλλίμαχος (fr. 197)· Ἐργῖνος Κλυμένου ἔξοχος ἐν σταδίῳ.

b. ἥτις διάπειρα τὸν Κλυμένου παῖδα ἀπέλυσε τῆς ἀτιμίας τῶν ἐν Λήμνῳ γυναικῶν.

c. ἡ δὲ ἱστορία τοιαύτη· Ὑψιπύλης ἀγῶνα ἐπιτελούσης ἐπιτάφιον Θόαντι τῷ πατρὶ Λημνίων βασιλεῖ, συμβέβηκεν

1.137
ἀπιόντας ἐπὶ τὸ χρυσοῦν δέρας τοὺς Ἀργοναύτας ἐκεῖσε γενέσθαι, καὶ προτραπέντας εἰς τὸν ἀγῶνα ἀγωνίσασθαι. εἷς ὢν οὖν αὐτῶν ὁ Ἐργῖνος νεώτερος μὲν τῷ χρόνῳ, προπόλιος δὲ τὴν κόμην, ὡς μὴ ἱκανὸς ἀγωνίσασθαι διὰ τὴν ὄψιν τῶν πολιῶν ἐγελᾶτο ὑπὸ τῶν γυναικῶν καὶ ἐπεκερτομεῖτο. ὡς δὲ διὰ τῶν ἔργων ἐδείχθη ὑπερβαλλόμενος τοὺς ἀγωνιστάς· ἦσαν δὲ οἱ τοῦ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς· | ἐπαύσατο ἡ κατ᾿ αὐτοῦ γινομένη χλεύη, καὶ τοὐναντίον [*]() ἐθαυμάσθη. διὰ τοῦτο οὖν λέγει τὴν πεῖραν πεπαυκέναι τῆς ὕβρεως τῆς κατ᾿ αὐτοῦ τὰς Λημνιάδας γυναῖκας.

a. χαλκέοισιν δὲ ἐν ἔντεσιν: ὁπλῖται γὰρ ἔτρεχον. [*]()

b. ὁ δὲ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ· ἵν᾿ ᾖ· χαλκέοις γὰρ ἐν ὅπλοις νικῶν.

c. χαλκέοις δ᾿ ἐν ἔντεσιν: ὁ δέ ἀντὶ τοῦ γάρ. [*]() τὸν γὰρ ἔνοπλον δρόμον νικήσας ὁ Ἐργῖνος, | εἶτα προσιὼν [*]() τῇ Ὑψιπύλῃ ἐπὶ τῷ στεφθῆναι εἶπε πρὸς αὐτὴν δεικτικῶς· οὗτος ἐγώ.

μετὰ στέφανον: ἐπὶ τὸ στεφθῆναι ἀπιὼν εἶπε [*]() τῇ Ὑψιπύλῃ.