Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

(τελευτάσομεν:) πληρώσομεν. [*]()

a. ῥοαὶ δ᾿ ἄλλοτ᾿ ἄλλαι: ῥεύματα δὲ ἀλλοῖα καὶ [*]() ἀλλοῖα μετὰ εὐθυμιῶν τε καὶ μόχθων εἰς τοὺς ἀνθρώπους

1.76
[*]() ἔρχονται.

b. θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνθρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ [*]() ἀτόποις ἐντυγχάνειν ἀνάγκη.

c. ἄλλως· ῥεύματα. μεταβολαί.

d. αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώπους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι.

[*]()a. οὕτω δὲ: οὕτω δὲ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνα ἡ πατρικὴ μοῖρα κακὸν φέρει καὶ πάλιν ἀγαθόν.

b. ἡ ἐξ ἀρχῆς τοῦ γένους τούτου μοῖρα.

[*]()c. οὕτω δὲ μοῖρα ἕως τοῦ ἄλλῳ χρόνῳ: ἐνταῦθα ἡ ἀνταπόδοσις τῆς διανοίας καὶ ἧς ἐξέθετο γνώμης. οὕτω δὴ καὶ τὸν αὐτὸν τρόπον τὰ ῥεύματα τῆς τύχης ἄλλως καὶ ἄλλως φέρεται ἐπί τε καλῶν καὶ κακῶν, καὶ οὐκ ἔστιν ἐπίμονα, [*]() | ὥστε δείκνυσθαι ἐκ τοῦ κατὰ Θήρωνα γένους. τούτου μὲν γὰρ εὔφρονα καὶ καλλίστην γένεσιν ἀπέδειξεν ἀπὸ προγόνων ἐκ τοῦ τοὺς θεοὺς ἀνωρθωκέναι αὐτοῦ τὴν εὐδαιμονίαν· [*]() | ἐπάγει δέ τι καὶ πῆμα ἐναντιώτατον τῷ ἀγαθῷ ἔστιν ὅτε· ἀφ᾿ οὗ πήματος ἔστι θεάσασθαι κακῶς διατεθὲν καὶ τὸ Λαΐου γένος. ὃν δὴ συμβέβηκεν ὑπὸ τοῦ ἰδίου [*]() παιδὸς φονευθῆναι Οἰδίποδος, | ἐν ὁδῷ περιτυχόντα κατὰ τὴν Φωκίδα, καὶ ἐπὶ πέρας ἀγαγεῖν τὸ πρότερον αὐτῷ χρησμῳδηθέν (Eur. Phoen. 18)· μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ. ὁ δὲ Θήρων τὴν συγγένειαν ἔχει πρὸς τὸ γένος[*]() τὸ τοῦ Οἰδίποδος, | καὶ διὰ τοῦτο οἰκείως τοῖς περὶ αὐτὸν [*]() ἐχρήσατο λόγοις. | πῶς δὲ συγγενής ἐστιν, ἐροῦμεν ἑξῆς. ἑρμηνεύεται δὲ καὶ οὕτως· οὕτω δὲ ἅτε πατρῷον· ὃν

1.77
τρόπον κατὰ τῶν προγόνων τῶν περὶ τὸν Θήρωνα κατέχει τὸν εὔφρονα πότμον ἡ τύχη, καθάπερ τὸ πατρῷον κατέσχε.

d. τουτέστι τῶν Καδμιδῶν.[*]()

e. οὕτω δὲ μοῖρ᾿ ἅτε πατρώιον: ἡ ἐξ ἀρχῆς ἀπὸ [*]() γένους μοῖρα ἅμα τοῖς ἀγαθοῖς καὶ πήματα ἄγει, ἀφ᾿ οὗ ἀνεῖλεν ὁ Οἰδίπους τὸν Λάιον.[*]()

f. ὅτι ἐκ πλούτου κακὸν ἄγει ἡ μοῖρα ἐν ἄλλῳ χρόνῳ, [*]() τεκμήριον ὁ Λαΐου παῖς.[*]()

g. ἄλλως· οὕτω δὲ καὶ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνά, φησιν, ἡ πατρῴα κακὸν ἄγει μοῖρα καὶ πάλιν ἀγαθόν.[*]()

a. ἐπί τι καὶ πῆμ᾿ ἄγει: ἐπάγει καί τι.

b. χρόνος [*]() ἀντὶ χρόνου, ἀντὶ τοῦ ἐπήγαγεν.

c. παλιντράπελον: ἢ τὸ ἐναντίον τῷ κακῷ· ἢ τὸ ἀηδές.

d. ἐπί τι καὶ πῆμ᾿ ἄγει: ἐπάγει δὲ ἡ μοῖρα καὶ [*]() κακόν τι ἐναντίον ἑτέρῳ χρόνῳ· ἵν᾿ ᾖ· ἔστιν ὅτε καὶ κακῶν πεῖραν ἡ μοῖρα δίδωσιν. εἶτ᾿ ἐκ παραδείγματος· τοιγαροῦν καὶ τὸ γένος Λαΐου τάδε ἔπαθεν.[*]()

e. θεόρτῳ: ὑπὸ [*]() θεοῦ ὀρθουμένῳ. ἀσφαλεῖ. θεοδωρήτῳ.[*]()

f. παλιντράπελον: ἀντεστραμμένον.

g. ἡ δὲ ὅλη [*]() διάνοια οὕτως ἔχει· ἡ ἀπὸ τοῦ γένους μοῖρα ἐπὶ τὸν περὶ τὸν Θήρωνα εὔφρονα πότμον καὶ ὄλβον ὅν ὁ θεὸς ὀρνύει καὶ δίδωσιν, ἐπάγει τι καὶ ἀντεστραμμένον πῆμα ἐν ἄλλῳ χρόνῳ.

ἐν ἄλλῳ δὲ χρόνῳ καὶ ἐπί τινα βλάβην ἄγει ἀντεστραμμένως [*]()καὶ ἐναντίως τοῖς πρῴην ἀγαθοῖς.

1.78

[*]()a. (ἀφ᾿ οὗπερ:) ἀφ᾿ οὗ πήματος ἔκτεινεν ὁ παῖς τὸν πατέρα.

[*]()b. μόρσιμος υἱός: ὁ ἀναγκαῖος καὶ κατὰ μοῖραν αὐτῷ γεγονώς. γράφεται καὶ μόριμος, ὁ μόρον ἐπενεγκών.

c. ἢ ὁ εἱμαρμένος, διὰ τοῦ σ.

d. μόρσιμον υἱὸν τὸν Οἰδίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν (fr. 68) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ· καθὰ καὶ Μνασέας ἐν τῷ περὶ χρησμῶν (FHG III, 157) γράφει· Λάιε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων. e. ἐξ οὗπερ· ἀφ᾿ οὗ χρόνου Λάιον ἐφόνευσεν Οἰδίπους. [*]() εἰσὶ γὰρ ἀπόγονοι τούτων οἱ περὶ Θήρωνα.

f. ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζ΄ πρὸς ταῖς η΄ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀποκλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.)· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.

g. ἵνα λέγῃ τὴν

1.79
Γέλαν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος (fr. 361)· οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. οἱ δὲ τὴν Ἀκράγαντα· πάλιν γὰρ αὕτη πόλις ἐστὶ Σικελίας ὁμώνυμος τῷ ποταμῷ. ἔχοι δ᾿ ἂν μᾶλλον τὸ β΄ λόγον. μετὰ γὰρ καμάτου ἐκτίσθη Ἀντιφήμου τοῦ Ῥοδίου καὶ Ἐντίμου τοῦ Κρητὸς κατὰ χρησμὸν Ἀπόλλωνος μαχεσαμένων Σικελιώταις περὶ τοῦ χωρίου. h. ἱερὸν δὲ οἴκημα ἡ Ἀκράγας ὅτι Ζεὺς ἔδωκεν αὐτὴν Περσεφόνῃ.

i. μόριμος υἱός: ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος, [*]() ἢ ὁ μόρον ἐπενεγκών.

k. ὁ δὲ χρησμὸς ὁ δοθεὶς [*]() Λαΐῳ δημώδης· Λάιε Λαβδακίδη καὶ τὰ ἑξῆς.

l. μόρσιμος [*]() υἱός: ὁ μεμοιραμένος. ἢ ὁ μόρου αἴτιος τῷ πατρί.

a. τὸ δὲ χρησθὲν παλαίφατον: τὸ δὲ μαντεῖον [*]() τὸ δοθὲν Λαΐῳ κατὰ τὴν Πυθῶνα παρ᾿ Ἀπόλλωνος, τοῦτο πατροκτονήσας ἐπὶ πέρας ἤγαγεν ὁ Οἰδίπους.

b. ἄλλως· [*]() παλαίφατον: τὸ πάλαι πεφατισμένον καὶ ῥηθὲν Λαίῳ.

c. ἐν δὲ Πυθῶνι: τὸ δὲ χρησθὲν τῷ Λαΐῳ ἐν Πυθοῖ, [*]() τὸ (Eur. Phoen. 18) μὴ σπεῖρε, Λάιε Λαβδακίδα, ἄλοκα δαιμόνων βίᾳ, εἰς γὰρ κακόν σου τοῦτ᾿ ἔσται, ἐξεπλήρωσεν Οἰδίπους.

d. (τελέσας:) γράφεται καὶ τέλεσε. [*]()

a. ἰδοῖσα δ᾿ ὀξεῖ᾿ Ἐρινύς: ἤτοι ὀξέως βλέπουσα, [*]() ἢ ὀξέως τιμωρουμένη.

b. ἐστύγησεν ὥστε ἀλληλοφονίαν γενέσθαι τοῦ γένους αὐτοῦ. | Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης [*]() | ἀλλήλους ἀνεῖλον.

c. τοῦτο δὲ ὀξέως θεασαμένη [*]()

1.80
ἡ Ἐριννὺς τὸ γεγονὸς ὑπὸ Οἰδίποδος, ἀνεῖλεν αὐτοῦ τὸ [*]() γένος καὶ δι᾿ ἀλλήλων χωρῆσαι ἐποίησεν.

c. λέγει δὲ Ἐτεοκλέα καὶ Πολυνείκην.[*]()

[*]()γένος ἀρήιον: ἤτοι γενναῖον τὰ πολεμικὰ, ἢ ὅτι ἀπὸ Ἄρεος τὸ γένος κατῆγε δι᾿ Ἁρμονίαν.

[*]()a. Θέρσανδρος: Θέρσανδρος ἔγημε Δαμώνασσαν τὴν Ἀμφιαράου· ἀδελφοὶ δὲ αὐτοῦ Τιμέας καὶ Ἀλάστωρ.

b. τὸ δὲ ἑξῆς τοῦ λόγου· λείφθη δὲ ὁ Θέρσανδρος τοῦ Πολυνείκους πεσόντος οὐκ ἦν . . .

[*]()c. λείφθη δὲ Θέρσανδρος: τὸ ἑξῆς· ἐλείφθη δὲ τοῦ Πολυνείκους πεσόντος Θέρσανδρος, Ἀνδρότιμος, Ἄλαστος. ὁ δὲ Θέρσανδρος ἐν Μυσίᾳ τρωθεὶς ὑπὸ Τηλέφου τελευτᾷ.

[*]()d. ἄλλως· ἐλείφθη δὲ λοιπὸν ὁ υἱὸς Πολυνείκους ἀναιρεθέντος Θέρσανδρος, ὅστις αὐτῷ ἐξ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς γέγονεν.

[*]()νέοις ἐν ἀέθλοις: ἐν τοῖς ἀκινδύνοις ἀγωνίσμασι καὶ πρέπουσι νέοις· λέγει δὲ τοῖς δι᾿ ἀγῶνος· [ἐν μάχαις τε:] καὶ ἐν πολέμοις ὁ τίμιος καὶ γενναῖος τυγχάνων.

[*]()a. Ἀδραστεΐδαν: ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντικῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε.

b. τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν

1.81
Ἀδραστεῖς, τῶν Ἀδραστεΐδων· | τὸ γὰρ ἀρσενικὸν περισπᾶται, [*]() οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν.[*]()

c. EM 18, 46: Ἀδραστεϊδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος.

a. θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρσανδρος. [*]() γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων.

b. Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος.

c. οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες.

d. θάλος ἀρωγὸν δόμοις: τὸ βλάστημα τοῦ Ἀδράστου [*]()γένους.

e. ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρόγονοι τοῦ Θήρωνος.

f. ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέντων πατέρων ἐξεδίκησαν τὸν φόνον.

a. ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖλαι· [*]() ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ᾿ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησιδάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων.

b. ὅθεν σπέρματος· ἀπὸ γὰρ Οἰδίποδος οἱ περὶ Θήρωνα.

c. Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων.

d. ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ [*]() Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. | τὸ δὲ γένος [*]()

1.82
[*]() Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· | Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισαμενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ . . . . , ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων.[*]()

[*]()a. Ὀλυμπίᾳ μὲν γάρ: εἰς μὲν τὰ Ὀλύμπια ἐνίκησε μόνος, εἰς δὲ τὰ Πύθια μετὰ Ἱέρωνος τοῦ ἀδελφοῦ. τὸ γὰρ παλαιὸν ποιοῦντες ἀμφότεροι τὰς δαπάνας ἴσας, ἔπεμπον ἅρματα εἰς τὸν ἀγῶνα, καὶ νικώντων αὐτῶν κοινῶς τὰς δαπάνας καὶ τὴν νίκην εἶχον.

[*]()b. Ὀλυμπίᾳ μὲν γὰρ αὐτός: Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς καθ᾿ ἑαυτὸν γέρας εἴληφεν· ἀντὶ τοῦ ἐν Ὀλυμπίᾳ ἐνίκησεν· ἔσχε δὲ καὶ κοινὰς πρὸς τὸν ἀδελφὸν Ξενοκράτην νίκας ἐν Ἰσθμῷ καὶ Πυθοῖ. ἐξ ἑνὸς γὰρ οἴκου πρὸς ἱπποτροφίαν διδόντες καὶ ἀπὸ κοινῶν χρημάτων, ἀμφότεροι καὶ ταῖς νίκαις ἀνεγράφοντο.

c. καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρεσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνίκησε τέθριππον· ὃ καὶ μᾶλλον.

[*]()d. ἄλλως· Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο: [*]() ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης.

e. κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέγραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος

1.83
ἵπποις ὁ Ξενοκράτης ἐνίκησε, διὸ καὶ συνανεκήρυξε Θήρωνα.

f. ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ [*]() κλήρου καὶ φύσεως μετέχειν, ἢ ὅτι Ἴσθμια καὶ Πύθια ὁμοίως ἐνίκησε, διὰ τοὺς δύο στεφάνους μετασχὼν καὶ τῆς αὐτῆς δόξης.

g. ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορηγίας | καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθμικὴν [*]() νίκην ὑμνῶν Θρασύβουλον προσεφώνησε τὸν τοῦ Θήρωνος υἱόν [οὗτος τοῦ Ξενοκράτους] (J. II, 1)· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες. οὕτω κοινὰς ἡγοῦντο τὰς νίκας.

h. ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν [*]() ἐδέξατο· ἐν τῇ Πυθοῖ δὲ καὶ Ἰσθμοῖ πρὸς τὸν ὁμόκληρον ἀδελφὸν Ξενοκράτην καὶ αὐτὸν αἱ κοιναὶ χάριτες τὰ ἄνθη τῶν ἁρμάτων τῶν δωδεκαδρόμων, ἤγουν τὰς νίκας, ἤγαγον. οἱ κοινοὶ ἵπποι αὐτοῖς δόξαν ἔφερον· ἢ ἐν τοῖς ἰδίοις ἵπποις ἕκαστος ἰδίᾳ ἐνίκησε τέθριππον.

a. ὁμόκλαρον: ἤτοι τῆς αὐτῆς τύχης κεκοινωνηκότα, [*]() κότα, ἢ τοῦ αὐτοῦ κλήρου καὶ [τῆς] φύσεως μετέχοντα. τὸν Ξενοκράτην δὲ λέγει· ἦν γὰρ Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Ἴσθμια καὶ Πύθια, καὶ γράφει ὁ Πίνδαρος εἰς τὰς νίκας τούτου. κοινὰς οὖν αὐτοῖς τὰς νίκας φησὶ γεγονέναι διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου τὰς χορηγίας τῆς ἱπποτροφίας γεγονέναι.

b. ὁμόκλαρον ἐς ἀδελφεόν: ἤτοι διὰ τὴν συγγένειάν [*]()

1.84
φησιν, ἢ ὡς ὁμοῦ ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων [*]() καὶ ὁμοῦ νικησάντων Ἴσθμια τεθρίππῳ.

c. φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα.

d. ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν.

[*]()e. (ἀδελφεόν:) εἰς τὸν Πράξανδρον ἀδελφὸν τοῦ Θήρωνος ὄντα.

[*]()a. Ἰσθμοῖτε: ἐπιρρηματικῶς λέγεται· οἴκοι.

b.κοιναί:ὡς ἅμα ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων, καὶ ἅμα νικώντων.

[*]()(ἄνθεα:) νίκας.

[*]()a. δυωδεκαδρόμων: ὅτι δώδεκα δρόμους ἔτρεχον [*]() τὰ τέλεια ἅρματα, τουτέστιν ι΄ καὶ β΄ καμπτῆρας.

b. τὸ γὰρ παλαιὸν οὐκ ἔκαμπτον οἱ ἵπποι ζ΄ καμπτοὺς, ἀλλὰ δώδεπα.

[*]()a. τὸ δὲ τυχεῖν: τὸ τυχεῖν πειρώμενον ἀγῶνος καὶ λύπην λύει καὶ τὴν ἀθυμίαν ἐκβάλλει.

b. τῷ ἀποτυγχάνοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη.

c. ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει.

[*]()d. τὸ δὲ τυχεῖν πειρώμενον: οὕτως· ὁ ἐπιτυχὼν οὐκέτι ἐν ἀγωνίᾳ ἐστὶ, παρόσον ἄφρονας μὲν λέγουσι τοὺς ἀγωνιζομένους, τοὺς δὲ νικήσαντας οὐκέτι.[*]()

e. ἢ οὕτως· τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ. [*]()

f. ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶνος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει.

1.85

g. ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν [*]() ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης.

h. δύναται δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν᾿ ᾖ· | ὁ νικήσας [*]() νομίζεται ἐκτὸς ἀφροσύνης εἷναι· | κρίνουσι γὰρ οὐ τὸ εὖ[*]() βεβουλεῦσθαι διὰ τὸ ἐλθεῖν ἐπὶ τὸν ἀγῶνα.