Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Καφισίων ὑδάτων λαχοῖσαι: ἐπειδὴ χαριέντως ἀπέβη τοῦ ἀγῶνος τὸ ἐπιχείρημα, προσφωνεῖ ταῖς Χάρισι [*]() τιμωνέναις κατὰ τὸν Βοιωτικὸν Ὀρχομενόν· | αἷς λέγεται πρῶτος Ἐτέοκλος τεθυκέναι ὁ Κηφισοῦ παῖς. ὁ δὲ Κηφισὸς [*]() τῆς Ὀρχομενοῦ ποταμός.

b. ὁ δὲ νοῦς· ὦ ἀοίδιμοι βασίλειαι Χάριτες, αἳ τὰ τοῦ Κηφισοῦ ὕδατα ἐκληρώθητε [*]() καὶ κατοικεῖτε τὴν εὔγειον Ὀρχομενὸν, | τυγχάνουσαι καὶ τοῦ τῶν Μινυῶν γένους ἐπίσκοποι, ἐπακούσατέ μου νῦν εὐχομένου.[*]()

[*]()αἵτε ναίετε καλλίπωλον ἕδραν: ἱππικοὶ λέγονται οἱ Ὀρχομένιοι. Ἐργῖνος γὰρ ἵππῳ νικήσας Θηβαίους φόρου ὑποτελεῖς ἔσχεν, ἄχρις οὗ Ἡρακλῆς αὐτοὺς ἠλευθέρωσεν.

[*]()a. παλαιγόνων Μινυᾶν: τὸ τῶν Μινυῶν γένος ἀρχαῖον ἀπὸ Μινυοῦ τοῦ Θεσσαλοῦ, Ποσειδῶνος υἱοῦ καὶ τοῦ γένους τῶν Ἀργοναυτῶν.

b. πλησιόχωροι καὶ γείτονες οὗτοι οἱ Μινυΐδαι Ὀρχομενίων.

c. ἀπὸ Μινύου. Μινύας [*]() δὲ ἐκ Καλλιρρόης τῆς Ὠκεανοῦ καὶ Ποσειδῶνος.

d. ὁ δὲ [*]() Μινύας πρῶτος ἦρξεν Ὀρχομενοῦ.

a. σὺν γὰρ ὑμῖν τὰ τερπνά: μεθ᾿ ὑμῶν γὰρ, ὦ [*]() Χάριτες, τὰ ἐπιτερπῆ καὶ ἡδέα γίνεται καὶ συμβαίνει τοῖς ἀνδράσι. | καὶ εἴτε σοφὸς, ὡς Ὅμηρος, δι᾿ ὑμᾶς· οἱ γὰρ [*]() ἐπιχαρεῖς λόγοι δι᾿ ὑμᾶς πᾶσι μόνιμοι διὰ παντός.

a. εἴ τις ἀγλαός: ἀνδρεῖος νῦν· αἰ γὰρ τρεῖς ἀρεταὶ [*]() δι᾿ ὑμᾶς, ἡ σοφία, τὸ κάλλος, ἡ ἀνδρεία.

b. αὗται [*]() δὲ αἱ Χάριτες τιμῶνται παρὰ τῷ ναῷ τοῦ Ἀπόλλωνος.

a. κοιρανέοντι χορούς: ἤτοι ὑπὸ τὴν ἐξουσίαν [*]() ἔχουσι τοὺς χορούς· ἢ βασιλεύουσι τῶν χορῶν, ἵνα πτῶσις ἀντὶ πτώσεως ᾖ, αἰτιατικὴ ἀντὶ γενικῆς.

b. τὸ δὲ οὔτε [*]() δαῖτας, ἀντὶ τοῦ οὔτε τῶν εὐωχιῶν καὶ θυσιῶν.

c. ἀλλὰ [*]() καὶ τῶν ἐν οὐρανῷ πάντων προστατοῦσι καὶ κρατοῦσιν αἱ Χάριτες.

d. τὸ δὲ γίνεται ἀντὶ τοῦ ἀνύεται.[*]()

a. χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλωνα: [*]() παρὰ τῷ Ἀπόλλωνί φησι καθέζεσθαι τὰς Χάριτας διὰ τὴν πρὸς αὐτὸν οἰκειότητα. ἐν γοῦν Δελφοῖς ἐπὶ τῆς [*]() δεξιᾶς εἰσιν ἱδρυμέναι τοῦ Ἀπόλλωνος.

b. σέβουσι δὲ τὴν [*]() τοῦ Διὸς τιμὴν τὴν αἰώνιον.

c. πλησίον γὰρ τοῦ χρυσοτόξου Ἀπόλλωνος ἀποθέμεναι τοὺς ἑαυτῶν θρόνους καὶ ἐγγὺς αὐτοῦ ἱδρυμέναι ἀένναον καὶ ἀθάνατον οὖσαν τὴν τοῦ πατρὸς[*]() αὐτῶν τιμὴν Διὸς σέβουσιν.

d. ἀένναον κυρίως μὲν τὸ ἀεὶ ἐν τῷ ῥεῖν καὶ νάειν ὄν· νῦν δὲ τὸ αἰώνιόν φησιν.

[*]()e. ἀντὶ τοῦ ἀνελλιπῶς καὶ αἰωνίως παρὰ τῷ Διὶ τιμῶνται τῷ ἐν οὐρανῷ ὄντι.

[*]()a. πότνια Ἀγλαΐα: ἀπὸ τοῦ περὶ αὐτῶν λόγου μετῆλθεν ἐπὶ τὸν πρὸς αὐτάς.

b. ὦ σεμνὴ καὶ τιμία Ἀγλαΐα, καὶ Εὐφροσύνη ἡ τοῖς ὕμνοις χαίρουσα, τοῦ τῶν [*]() θεῶν κρατίστου παῖδες Διός.[*]()

c. τὰ δὲ ὀνόματα τῶν τριῶν κατέλεξεν Ἡσίοδος (th. 906. 908)·

τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾿ ἐρατεινήν.

[*]()a. κρατίστου παῖδες: οὐχ ὅτι κρατίστους ἔχουσι [*]() παῖδας, ἀλλ᾿ ὅτι αὐταὶ κράτισται παῖδές εἰσι· | νέαι γάρ.[*]()

b. αἱ κράτισται τῶν παίδων τῶν θεῶν. |

c. ἢ τῶν κρατίστων θεῶν παῖδες.[*]()