Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()προπόλοις: τοῖς ἐμπορεύουσι. λέγει δὲ τοὺς Ἀργοναύτας.

[*]()a. τὰ δὲ καί ποτ᾿ ἐν ἀλκᾷ: καὶ τά ποτε δὲ, λείπει γένη, διὰ τῆς ἰδίας ἀνδρείας δόξαντα διατέμνειν καὶ πέρας ἐπιτιθέναι τῇ μάχῃ ἐξ ἀμφοτέρων τῶν μερῶν, τουτέστιν Ἑλλήνων τε καὶ Τρώων. ἀπὸ κοινοῦ τὸ γαρύων τε καὶ ἀνυμνῶν.

[*]()b. τὰ δὲ καὶ ποτ᾿ ἐν ἀλκᾷ: λείπει τὰ γένη.

c. οἱ Κορίνθιοι ἐπ᾿ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάντεως. [*]() | διὰ τοῦτο δὲ καὶ Σιμωνίδης εἶπε (fr. 50)· Κορινθίοισιν οὐ μανίει . . . οὐδὲ Δαναοί. ἀμφοτέροις γὰρ σύμμαχοι ἐγένοντο.

[*]()a. τοὶ μὲν γένει Ἀτρέος: οἱ μὲν γὰρ περὶ τὸν [*]() Εὐχήνορα | (Κορίνθιος δὲ ὁ ἀνήρ) ἅμα τοῖς Ἀτρείδαις ἐβούλοντο τὴν Ἑλένην ἀνακομίσασθαι ἁρπασθεῖσαν ὑπὸ Ἀλεξάνδρου [*]() τοῦ Ἰλιώτου. | ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ Ὅμηρός φησιν (Ν 663)·

1.375
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς, ἀφνειός τ᾿ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων.[*]()

b. οἱ δ᾿ ἀπὸ πάμπαν εἴργοντες: οἱ δὲ ἀπεκώλυον [*]() καὶ ἀνθίσταντο παντελῶς, οἱ περὶ τὸν Γλαῦκον. λέγεται δὲ καὶ οὗτος Κορίνθιος. πῶς δὲ Κορίνθιος;

c. οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος [*]() τοῖς Ἀτρείδαις διὰ τὴν Ἑλένην, ἀλλὰ καὶ ἡ τοῦ Γλαύκου, ὃς ἀντεστράτευσε καὶ ἀνθίστατο αὐτοῖς.

d. ὅτι τὸ γένος [*]() ἐξ ἀρχῆς Ἑλληνικὸν ἔσχε καὶ ἐκ τῆς Κορίνθου ὁ Γλαῦκος. πῶς δέ; Γλαῦκος γὰρ γίνεται τοῦ Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. | βούλεται οὖν δεῖξαι ὅτι οἱ παρ᾿ Ἕλλησιν [*]() ἄριστοι καὶ οἱ παρὰ Τρωσὶν ἔξοχοι κατὰ τὸ ἀληθὲς Κορίνθιοι ἐτύγχανον.[*]()

e. πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπιψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βασιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πενθερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυκίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ Γλαῦκος. | οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα [*]()

1.376
δὲ τῷ Λυκίων βασιλεῖ Ἰόβατος. καὶ Ὅμηρος τούτοις μαρτυρεῖ (Ζ 191)·
ἀλλ᾿ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα.[*]()

[*]()ἐκ Λυκίας δέ: ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται, καὶ ἔστιν· ἐτρόμεον γὰρ οἱ Ἕλληνες τὸν Λύκιον Γλαῦκον.

[*]()τοῖσι μὲν ἐξεύχετο: παρὰ τοῖς Τρωσὶν ηὔχει καὶ διηγεῖτο, ὅτι ἐν τῷ τῆς Πειρήνης ἄστει τῇ Κορίνθῳ τοῦ [*]() πατρὸς αὐτοῦ ἔχει τὴν ἀρχὴν καὶ τὸ γένος | καὶ τὴν βασιλείαν καὶ τὴν περιουσίαν. καὶ ἤτοι τοῖς Λυκίοις ηὔχει καὶ διηγεῖτο, ἢ τοῖς Τρωσίν. ἀπὸ Λυκίων δὲ τοὺς Τρῶας δεῖ νοεῖν.[*]()

[*]()a. Πειράνας: Πειρήνη κρήνη ἐν Κορίνθῳ.[*]()

[*]()b. σφετέρου πατρός: ἀντὶ τοῦ προγόνου· [*]() | οὐ γὰρ ὁ πατὴρ αὐτοῦ Ἱππόλοχος ἡγεμονίαν εἶχεν εἰς Κόρινθον, ἀλλ᾿ ὁ πρόγονος αὐτοῦ ὁ Σίσυφος.[*]()

[*]()a. ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος: ὅστις τῆς Γοργόνος τῆς ὀφιώδους λεγομένης εἶναι τὸν υἱὸν Πήγασον ἵππον ὄντα πτερωτὸν θέλων ὑποζεῦξαι τῷ χαλινῷ ἀληθῶς πλεῖστα ἔπαθε καὶ ὑπέστη παρὰ τοῖς κρουνοῖς καὶ ῥεύμασι τῆς Πειρήνης (λέγει δὲ ἐν τῇ Κορίνθῳ) πρὸ τοῦ κομίσαι αὐτῷ τὴν Ἀθηνᾶν χρυσόδετον χαλινὸν παραστᾶσαν[*]() καθεύδοντι. | ὃ οὖν εἶδεν ὄναρ, τοῦτο διαναστὰς ἐκ τοῦ [*]() ὕπνου δι᾿ ἔργων εὗρεν.

b. ἄλλως· ὅστις πρόγονος αὐτοῦ καὶ πρὸς πατρὸς ὢν πάππος· λέγει δὲ τὸν Βελλεροφόντην.

1.377

c. ὅτι δὲ τῆς Γοργόνος ἀποτμηθείσης τὴν κεφαλὴν ὑπὸ [*]() τοῦ Περσέως ἀνεδόθη ὁ Πήγασος ἵππος, καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 280)·

τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.

d. ὀφιώδεος: δράκοντας γὰρ εἶχε τὰς τρίχας. [*]()

ὃς πολλὰ πάθε ζεῦξαι ποθέων: ὃς πολλὰ ἔπαθε [*]() χαλινῶσαι καὶ ζεῦξαι τὸν Πήγασον βουλόμενος παρὰ τοῖς κρουνοῖς τῆς Πειρήνης [ὅ ἐστι τῇ Πειρήνῃ]. υἱὸς δὲ τῆς Μεδούσης ὁ Πήγασος.

ἐξ ὀνείρου δ᾿ αὐτίκα ἦν ὕπαρ καὶ τὰ ἑξῆς: [*]() τοῦτο εἶπεν ὡς καθεύδοντι αὐτῷ τῆς Ἀθηνᾶς ἐνηνοχυίας τὸν χαλινὸν, ᾧ ἔμελλε χαλινώσειν τὸν Πήγασον. [*]() μὴ πρότερον δὲ καταζεῦξαι πρὶν μαντεύσασθαι αὐτῷ Πολύιδον τὸ δύνασθαι . . . τὸν δὲ χαλινὸν αὐτῷ Ποσειδῶνα παρασχεῖν.[*]()

φώνασε δ᾿ εὕδεις: εἶπε παραστᾶσα κατ᾿ ὄναρ [*]() αὐτῷ ἡ θεός· κοιμᾶσαι, ὦ βασιλεῦ, ὃς κατάγεις τὸ γένος ἀπὸ Αἰόλου;[*]()

a. ἄγε φίλτρον τόδε: τὸν χαλινὸν, ὅτι τούτῳ οἱ [*]() ἵπποι πείθονται. πικρότερον δὲ τῇ μεταφορᾷ.

b. ἄγε δὴ [*]() οὖν δέχου τοῦτον τὸν χαλινὸν, ὅς ἐστι πεῖσμα καὶ φίλτρου αἴτιος τοῖς ἵπποις, καὶ τῷ δαμάζοντι Ποσειδῶνι, τῷ πατρί σου, θύων ταῦρον εὐθαλῆ καὶ μέγαν, οὕτως ἐπίδειξον αὐτόν.

1.378

[*]()a. καὶ δαμαίῳ: τῷ δαμαστικῷ· ἵππιος γὰρ ὁ θεός. [*]()

b. ἢ δαμαῖος λέγεται Ποσειδῶν ἐν Κορίνθῳ ἀπὸ τῆς τῶν ἵππων δαμάσεως.

[*]()a. ἀργᾶντα πατρὶ δεῖξον: ἀργᾶντα νῦν τὸν ἔκδηλον [*]() τῷ μεγέθει.

b. πατρὶ δὲ, τῷ Ποσειδῶνι. τῷ μὲν γὰρ λόγῳ ὁ Βελλεροφόντης Γλαύκου ἐστὶ τοῦ Σισύφου, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, ὥσπερ Ἡρακλῆς Ἀμφιτρύωνος.[*]()[*]()

c. ἄλλως· ἐπιλαμβάνονταί τινες τοῦ ἐπιθέτου, ἐπειδὴ ταῦρον εἶπε θύειν Ποσειδῶνι ἀργήεντα, ὅπερ δηλοῖ λευκὸν, [*]() τοῦ Ὁμήρου εἰπόντος (γ 6), | ὅτι χρὴ θύειν„ ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ“. ἀλλὰ βοηθεῖται τὸ ἀργᾶντα· οὐ γὰρ λευκὸν τῇ χροιᾷ βούλεται λέγειν, ἀλλὰ τὸν ἐκλάμποντα τῷ μεγέθει καὶ ἐπιφανῆ ἐν τῇ ἀγέλῃ.[*]()

[*]()a. κυάναιγις ἐν ὄρφνᾳ: μέλαιναν καὶ φοβερὰν [*]() αἰγίδα ἔχουσα. αἰγὶς δὲ τὸ ὅπλον.

b. κνώσσοντι δὲ καθεύδοντι. ὁ δὲ νοῦς· ἡ κυαναιγὶς παρθένος τοσαῦτα ἔδοξεν ἐν τῷ ὀνείρατι διαλέγεσθαι· ὁ δὲ ἐξανέστη ἄσμενος [*]() καὶ εὗρε τὸν χαλινὸν ἕτοιμον.

c. οὐχ ὥς τινες βούλονται παρακελεύεσθαι αὐτῷ τὴν Ἀθηνᾶν διηγεῖσθαι τὰ παρ᾿ αὐτῆς αὐτῷ ῥηθέντα κατ᾿ ὄναρ. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἐκείνη βελτίων ἡ ἐκδοχὴ, λαμβανομένη ἀπὸ τοῦ ποιητικοῦ προσώπου.

[*]()a. ἀνὰ δ᾿ ἔπαλτ᾿ ὀρθῷ ποδί: λοιπὸν ὁ ποιητὴς ταῦτα· ἀνήλατο δὲ ἐκ τῆς κοίτης καὶ ἔστη.

b. ἀσμένως. περιχαρὴς ὤν.

a. συλλαβὼν τέρας: τὸν χαλινὸν τέρας εἶπεν, [*]() ὅτι ὄναρ φανεὶς ὕπαρ ὤφθη.

b. παρακείμενον δὲ εὑρὼν [*]() τὸν χαλινὸν καὶ ἀναρπάσας αὐτὸν πρὸς τὸν μάντιν ἦλθεν εὐθέως τὸν ἐπιχώριον, | [105. δεῖξέν τε Κοιρανίδᾳ:] τὸν [*]() Κοιράνου παῖδα Πολύιδον. ἐλθὼν δὲ πρὸς τὸν μάντιν | ἔδειξε καὶ διεσαφήνισεν αὐτῷ τὴν ὅλην ἀπόβασιν τοῦ [*]() πράγματος καὶ τὴν κατάστασιν, [106. ὥστ᾿ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο:] ὅπως τε ἐπὶ τοῦ βωμοῦ τῆς Ἀθηνᾶς ἐκαθεύδησεν ἐκ τῆς τοῦ Πολυίδου προμαντείας καὶ συμβουλῆς, ὡς αὐτοῦ συμβουλεύσαντος αὐτῷ διὰ μαντείας, ἀγωνιῶντι περὶ τῆς κατοχῆς τοῦ ἵππου, | παρακαθευδῆσαι [*]() τῷ βωμῷ τῆς Ἀθηνᾶς, | [109. ὥστε οἱ αὐτὰ Ζηνὸς ἐγχεικεραύνου:] [*]() καὶ ὅπως αὐτὴ ἡ θεὸς αὐτῷ παρέσχε τὸν χαλινὸν ἡ θυγάτηρ τοῦ ἐγχεικεραύνου Διός.

a. δαμασίφρονα δὲ εἶπε χρυσόν, ἵν᾿ ᾖ τὸν τίμιον, [*]() ἢ ὅτι διάχρυσος ἦν τῇ κατασκευῇ ὁ χαλινός· δαμάζοντα δὲ τὸ φρόνημα τὸ ἄγριον τῶν ἵππων | καὶ ἥμερα [*]() φρονεῖν ἀναγκάζον. καὶ αὐτὸς δὲ ὁ χρυσὸς δαμασίφρων, ἐπεὶ ἱκανὸς ἀπατῆσαι.

[*]()b. ἐνυπνίῳ δ᾿ ᾇ τάχιστα πείθεσθαι: τοῦ Βελλεροφόντου δὲ τὸ ὄναρ διηγησαμένου εἶπεν ὁ Πολύιδος ὡς τάχιστα καὶ ἀνυπερθέτως πείθεσθαι τῷ ἐνυπνίῳ.[*]()

1.380

[*]()a. ὅταν δ᾿ εὐρυσθενεῖ: ὡς ταῦτα αὐτῷ εἰπόντος [*]() τοῦ μάντεως.

b. καὶ ἡνίκα ἂν τὸν ταῦρον θύῃ τῷ Ποσειδῶνι, τότε δὴ τῇ ἱππικωτάτῃ Ἀθηνᾷ ἱδρύσασθαι βωμὸν ἤτοι ἄγαλμα.[*]()

[*]()a. κραταίποδ᾿ ἀναρύῃ: ὡς Ὅμηρος (Α 459)· [*]() αὐέρυσαν μὲν πρῶτα. 116 B

b. κραταίποδα τὸν ταῦρον. οὕτω Δελφοὶ ἰδίως ἐκάλουν.[*]()

c. ἀναρύῃ δὲ σφάζῃ, θύῃ, ἀπὸ τοῦ παρακολουθοῦντος.[*]()