Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. δύο δ᾿ αὐτὸν ἔρεψαν πλόκοι σελίνων: νῦν στέφανοι. ἐκ σελίνων γὰρ οἱ στέφανοι.

b. πλόκοι δὲ, [*]() παρὰ τὸ πλέκεσθαι τοῖς τὰ Ἴσθμια νικῶσι.

c. σημειωτέον ὅτι ἤδη ἀπεδέδεικτο Ἰσθμοῖ ἀπὸ σελίνων στέφανος, ὡς ἐν [*]() Νεμέοις. ἀμφότεροι γὰρ ἐπιτάφιοι, ἱερὸν δὲ | τὸ σέλινον τῶν καταχθονίων.

[*]()a. οὐκ ἀντιξοεῖ: οὐκ ἐναντιοῦται.

b. ἀντὶ τοῦ ἐνίκησε καὶ Νέμεα.

c. οἱ δὲ ὅτι ἀντίκειται, ἀπὸ μεταφορᾶς τῶν ξύλων τῶν ξεομένων καὶ ἀλλήλοις ἁρμοζομένων. [*]() τὰ γὰρ συναρμοζόμενα συγξέεται | ἀλλ᾿ ἀντιξοεῖ καὶ ἀντιβαίνει πρὸς τὴν ξέσιν ἁρμοστὰ ὄντα.

[*]()πατρὸς δὲ Θεσσαλοῖο: καὶ τοῦ πατρὸς αὐτοῦ

1.367
Θεσσαλοῦ (κύριον δὲ ὄνομα· αὐτοῦ τούτου γὰρ παῖς ὁ Ξενοφῶν) ἀνάκειται ἐν τῇ Ὀλυμπίᾳ ἡ δόξα ἡ ἐκ τοῦ δρόμου.

αἴγλα: ἀντὶ τοῦ ἡ νίκη. [*]()

a. Πυθοῖ τ᾿ ἔχει: ὡς καὶ τὰ Πύθια τοῦ Θεσσαλοῦ [*]()νενικηκότος.

b. ὁ δὲ λόγος· κατὰ δὲ τὴν Πυθίαν διαύλου [*]() καὶ σταδίου τιμὴν ἔλαβε.

c. λέγει δὲ Θεσσαλὸν, τὸν τοῦ [*]() Ξενοφῶντος πατέρα.

a. ἁλίῳ ἀμφ᾿ ἑνί: ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρα. [*]()

b. μηνός τέ οἱ τωὐτοῦ: κατὰ δὲ τὸν αὐτὸν μῆνα [*]() τρία ἔργα καὶ ἐν ταῖς Ἀθήναις ταῖς τραχείαις καὶ τρεῖς ἄθλους περιεποίησεν αὐτῷ ἡ ὀξύδρομος ἡμέρα.

c. ἔργα καὶ ἀγωνίσματα κάλλιστα, ἀφ᾿ ὧν ἐστέφθη τὰς κόμας καὶ τὴν κεφαλήν.

d. τρία δὲ ἔργα εἶπε δίαυλον καὶ ὁπλιτικὸν δρόμον καὶ στάδιον.

ποδαρκὴς ἁμέρα θῆκεν: ἤτοι ἡ πρὸς τὸν δρόμον [*]() τότε ἀποκληρωθεῖσα καὶ ἐπαρκοῦσα· ἢ ἡ παρασχοῦσα αὐτῷ τὸ τάχος διαρκές· ἢ αὐτὴ οὖσα [ἡ] ὀξύπορος καὶ ὀξύπους.

a. Ἑλλώτια δ᾿ ἑπτάκις: τὴν προσηγορίαν φασὶ [*]() ταύτην ἐσχηκέναι τὴν Ἀθηνᾶν ἀπὸ τοῦ ἐν Μαραθῶνι ἕλους, ἔνθα ἵδρυται.

b. ἄλλως· Τιμάνδρου θυγατέρες τέσσαρες [*]() Κορίνθιαι· Ἑλλωτὶς, Εὐρυτιώνη, Χρυσῆ, Κοτυτώ. ἁλούσης τῆς πόλεως τὴν νέαν τὴν Χρυσῆν ἡ Ἑλλωτὶς ἁρπάσασα εἰσῆλθεν εἰς τὸν ναὸν τῆς Ἀθηναῖς, ἔνθα περικατάληπτος

1.368
γενομένη ἔρριψεν ἑαυτὴν εἰς τὸ πῦρ. καθάρσια οὖν ἄγεται τῇ θεῷ, ἅτινα οἱ μετὰ ταῦτα Ἀλήτου Ἑλλώτια καλοῦσιν.[*]()

[*]()c. ἑορτὴ τῆς Ἀθηνᾶς ἐν Κορίνθῳ, ἐν ᾗ καὶ ὁ ἀγὼν τελεῖται ὁ καλούμενος λαμπαδοδρομικὸς, ἐν ᾧ ἔτρεχον νεανίαι λαμπάδας κρατοῦντες. αὕτη δὲ ἡ πανήγυρις εὑρέθη κατὰ μέν τινας ἐπειδὴ τὸν ἵππον τοῦ Βελλεροφόντου ὑπέταξεν ἡ θεὸς τὸν Πήγασον καὶ περιέθηκεν αὐτῷ τὰ χαλινὰ καὶ οὕτως εἷλεν αὐτόν. ἢ διὰ τοῦτο· Δωριεῖς σὺν τοῖς Ἡρακλείδαις ἐπιθέμενοι Πελοποννησίοις Κόρινθον χειρωσάμενοι ταύτην τῇ φλογὶ συνέφλεγον. τῶν τοίνυν γυναικῶν ἐν τῇ πορθήσει φευγουσῶν, τινὲς ἐξ αὐτῶν ἅμα Εὐρυτιώνῃ καὶ Ἑλλωτίδι εἰς τὸν τῆς Ἀθηνᾶς εἰσελθοῦσαι νεὼν οὕτω διαφεύξασθαι τὸν κίνδυνον προσεδόκησαν. ὡς δὲ ᾔσθοντο Δωριεῖς, κατὰ τούτων πῦρ ἔπεμψαν. αἱ μὲν οὖν ἄλλαι ἔφυγον, ἡ δὲ Εὐρυτιώνη καὶ ἡ Ἑλλωτὶς ἀδελφαὶ τυγχάνουσαι μετὰ παιδίου κατεφλέχθησαν. λοιμοῦ δὲ συμπεσόντος οὐ πρότερον τὸ νόσημα παύσασθαι ἔφη ἡ θεὸς πρὶν ἐξιλεώσασθαι τῶν παρθένων τὰς ψυχὰς καὶ Ἑλλωτίδος Ἀθηνᾶς ἱερὸν ἱδρύσασθαι καὶ πανήγυριν Ἑλλώτια καλουμένην· καθ᾿ ἥν φησιν ἑπτάκις νενικηκέναι τὸν Ξενοφῶντα.[*]()

d. ἄλλως· ἐν Κορίνθῳ τὰ Ἑλλώτια ἄγεται τῇ Ἑλλωτίᾳ

1.369
Ἀθηνᾷ. τυχεῖν δὲ αὐτὴν ταύτης τῆς προσηγορίας Κορίνθιοι μὲν λέγουσιν ἑλοῦσαν καὶ χαλινώσασαν παρ᾿ αὐτοῖς τὸν Πήγασον· οἱ δὲ ἀπὸ τοῦ ἕλους τοῦ περὶ τὸν Μαραθῶνα, ἐν ᾧ ἵδρυται· οἱ δὲ ἀπὸ Ἑλλωτίδος παρθένου.[*]()

e. EM 332, 43: Ἑλλωτίς] Ἀθηνᾶ οὕτω καλουμένη ἐτιμᾶτο ἐν Κορίνθῳ· καὶ ἑορτὴ Ἑλλώτια. εἴρηται δὲ Ἑλλωτὶς ἡ θεὸς, ὅτι Βελλεροφόντης τὸν Πήγασον ἵππον ἑλὼν καθ᾿ ὑποθήκην καὶ συμμαχίαν τῆς Ἀθηνᾶς ἐχαλίνωσε· καὶ ἀπὸ τοῦ ἑλεῖν τὸν ἵππον Ἑλλωτίαν προσηγόρευσεν αὐτὴν καὶ ἱερὸν αὐτῇ ἱδρύσατο, καὶ τὰ Ἑλλώτια ἑορτήν (ἑορτή edd.). ἢ ἀπὸ τοῦ πρὸς Μαραθῶνα ἕλους ἐν ᾧ ἵδρυται. Πίνδαρος ἐπινικίῳ Ξενοφῶντος. — Ath. 15, 678b.

Ποτειδᾶνος τεθμοῖσιν: ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσιν· [*]() οὗτοι γὰρ τοῦ Ποσειδῶνος νόμιμοι ἀγῶνες.

a. Πτοιοδώρου Θεσσαλὸς, Θεσσαλοῦ Ξενοφῶν.[*]()

b. Πτοιοδώρῳ σὺν πατρί: Τερψίου ἀδελφὸς Πτοιόδωρος, [*]() καὶ Τερψίου μὲν παῖδες Ἐρίτιμος καὶ Ναμερτίδας, Πτοιοδώρου δὲ Θεσσαλὸς, οὗ Ξενοφῶν.

c. τινὲς δὲ τὸν Ναμερτίδαν Ἐρίτιμόν φασιν, Ἐριτίμου δὲ Αὐτόλυκον.

d. μακρότεραι τέρψιες: αἱ πλείους ἀκολουθοῦσι [*]() νῖκαι ἐπιτερπεῖς καὶ ὕμνοι μέγιστοι. καὶ ἥδε μὲν ἡ ἐξήγησις οὕτως, εἰ τὰ τῆς γραφῆς, ὡς ἔν τισιν, ἔχει τὸν τρόπον τοῦτον· μακρότεραι τέρψιες ἕψονται ἐρίτιμοί τ᾿ ἀοιδαί. εἰ δὲ ὀνόματα λάβοιμεν τὸ Τερψίας καὶ τὸ Ἐρίτιμος, ἔσται τὰ τῆς διανοίας ὡς εἴπομεν.[*]()

[*]()a. ὅσσα τ᾿ ἐν Δελφοῖσι: θαυμαστικῶς τὸ ὅσσα, ἀντὶ τοῦ πολλάκις ἐν Δελφοῖς ἐνίκησαν.

b. ἀντὶ τοῦ τὰ Πύθια.

[*]()a. ἠδὲ. χόρτοις ἐν λέοντος: πόσα δὲ καὶ ἐν τῇ Νεμέᾳ, ἥτίς ἐστι περιορισμὸς τοῦ λέοντος, ἐν ᾧ ἐτράφη ὁ [*]() λέων ὁ ὑπὸ τοῦ Ἡρακλέους ἀναιρεθείς.[*]()

b. ἄλλως· χόρτοις περιορίσμασι· τὸ γὰρ παλαιὸν χόρτους φυτεύοντες [*]() ἀντὶ φραγμῶν περιώριζον τοὺς τόπους. | Ὅμηρος (Ω 640)·

αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.[*]()

[*]()a. δηρίομαι πολέσιν: διαφιλονεικήσω πλείστοις περὶ τῶν ὑμετέρων καλῶν, καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσι τὰ κατορθώματα ὑμῶν ἀντιπαραθεὶς οὐκ ἐλάττονα ὄντα ταῦτα ἀποδεικνύς.

b. ἢ οὕτω· διαμαχεσθήσομαι εἷς ὢν περὶ πλειόνων κατορθωμάτων.

c. πλεῖστα μὲν οὖν περὶ ὑμῶν πρὸς πάντας καταλέγειν . . . ., σαφῶς μέντοι καὶ ἀκριβῶς οὐκ ἂν δυνηθείην πάντα εἰπεῖν, ὥσπερ οὐδὲ θαλασσίας [*]() ψηφῖδος τὸν ἀριθμόν.

d. ἢ οὕτως· περὶ πλήθει καλῶν: [*]() τῶν ἀνδραγαθημάτων.

e. οὕτω τὰ καλὰ πλεονάζει παρ᾿ [*]() ὑμῖν ὥστε μηδὲ ἀριθμῆσαι σαφῶς | καθάπερ οὐδὲ τὰς παραθαλασσίους ψηφῖδας.

1.371

(ποντιᾶν:) θαλασσίων. πολιῶν. [*]()

a. ἕπεται δ᾿ ἐν ἑκάστῳ μέτρον: τὸ μέτρον καιροῦ [*]() δεῖ· κἀγὼ οὖν, φησι, παύσομαι ὑπὲρ μέτρον ἐπαινῶν ὑμᾶς.

b. ἐπεὶ δὲ μετρίως ἐκτὸς τῆς ᾠδῆς ἐγένετο, θέλει [*]()ἀναλαβεῖν.

c. ἄλλως· οὐδὲν οὖν πλεῖον δύναμαι λέγειν, [*]() ἵνα μὴ τῷ ἀμέτρῳ λυπήσω τινάς.

d. ἑκάστῳ γὰρ πράγματι [*]() μέτρον ἀκολουθεῖ καὶ συμμετρία· τοῦτο δὲ αὐτὸ νοῆσαι τὸ τῆς συμμετρίας εὔκαιρόν τέ ἐστι καὶ ἄριστον.

a. ἐγὼ δ᾿ ἴδιος ἐν κοινῷ σταλείς: ἐγὼ δὴ οὖν, [*]() οὐχ ὡς ἀλλότριός τις, ἀλλ᾿ ὡς ἴδιος καὶ κοινὸς ἐν ὑμῖν, παρ᾿ οἷς καὶ τὴν σύνεσιν τῶν προγόνων ὑμῶν λέγων | καὶ [*]() τὰ ἀνδραγαθήματα τῶν παρ᾿ ὑμῖν ἡρώων τὰ κατὰ πόλεμον καὶ αὐτὰ λέγων, οὐδὲν ἀλλότριον διαψεύσομαι τῆς Κορίνθου.[*]()

b. ἄλλως· ὡς ἴδιος, τουτέστιν ὡς εἷς ἐξ ὑμῶν ἀποσταλεὶς καὶ προκριθεὶς τὴν βούλησιν τῶν ὑμετέρων προγόνων καὶ τὸν ἡρωικὸν πόλεμον οὐ ψεύσομαι περὶ τῆς Κορίνθου γαρύων, τουτέστι φωνῶν καὶ λέγων. | μῆτιν δὲ [*]() παλαιγόνων ἔφη τὴν Σισύφου. ἱστορεῖται γὰρ γεγονέναι συνετός. Ὅμηρος (Ζ 153)·

ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾿ ἀνδρῶν.[*]()

c. ἄλλως· οὐκ ἀλλότριός τις ὑμῶν ἀλλ᾿ οἰκεῖος, οὐκ ἴδιος [*]()δὲ κατὰ γένος.[*]()

d. ἄλλως· ἐν κοινῷ: ἐν ὑμῖν. [*]()

e. ἢ οὕτως· κοινοῦ ὄντος τοῦ ἐγκωμιάζειν οὐκ ἐχρησάμην τῇ κοινότητι.[*]()

παλαιγόνων: τῶν σοφῶν. τοῦτο γὰρ εἰρήκασιν οἱ [*]() παλαιοὶ τῶν σοφῶν.

1.372

[*]()a. αὕτη ἐστὶν ἡ μῆτις ἡ προκειμένη τῶν προγόνων, [*]() ἧς ὑπόδειγμα Σίσυφος.

b. τὸν μὲν Σίσυφον λέγω, φησὶν, οὕτω συνετώτατον ἐν ταῖς ἐπινοίαις γεγενῆσθαι ὡς ἂν θεόν.

[*]()πυκνότατον παλάμαις: συνετώτατον βουλαῖς ἢ γνώμαις.

[*]()a. καὶ τὰν πατρὸς ἀντία Μήδειαν: καὶ τὴν Μήδειαν ὑμνῶ τὴν παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς γαμηθεῖσαν· ἐγαμήθη δὲ τῷ Ἰάσονι σοφὴ οὖσα· τὴν γενομένην σώτειραν καὶ βοηθὸν τῇ Ἀργοῖ. ἐβούλετο γὰρ ὁ Αἰήτης[*]() ἀνελεῖν τοὺς Ἀργοναύτας.

b. ἄλλως· πατρὸς ἀντία: ἠναντιώθη κατὰ τὸν γάμον τῷ πατρὶ ἡ Μήδεια· ὃν γὰρ ἐκεῖνος οὐκ ἐβούλετο Ἰάσονα, τούτῳ ἐγήματο καὶ συναπῆρεν [*]() αὐτῷ.

c. ζητεῖται δὲ τί δήποτε τὴν Μήδειαν Κολχίδα οὖσαν εἰς τοὺς περὶ Κορινθίων λόγους προσάγεται.[*]()

[*]()d. φασὶ δὲ τὴν Κόρινθον πατρῷον εἶναι κτῆμα Μηδείας. Αἰήτῃ γὰρ τῷ Ἡλίου καὶ Ἀντιόπης χρησμὸν δοθῆναι πόλιν οἰκίζειν ἐν Κόλχοις ἀπ᾿ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχουσαν, τὴν δὲ τῶν Κορινθίων τυραννίδα παρακαταθέσθαι Βούνῳ τῷ Ἑρμοῦ, ἐντειλάμενον, εἰ μὲν ἐπανέλθοι, ἀποδοῦναι αὐτῷ, [*]() εἰ δὲ μὴ, αὐτὸν ἔχειν.

e. τὴν δὲ Μήδειαν ἐρασθῆναι [*]() Σισύφου φησὶ Θεόπομπος.[*]()

f. ἄλλως· διὰ τί Μηδείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῷον αὐτῆς κτῆμα

1.373
γέγονε τούτῳ τῷ λόγῳ· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βούνῳ μέν τινι Ἑρμοῦ υἱῷ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάττειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ. αὐτὸς δὲ | εἰς [*]() Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικὸς εἰπών (fr. 2 K.)·
ἀλλ᾿ ὅτε δ᾿ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο [*]() Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ᾿ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχ᾿ Ἀσωπὸς, ταύτην πόρε δίῳ Ἀλωεῖ· ἣν δ᾿ Ἐφύρη κτεάτισσ᾿, Αἰήτῃ δῶκεν ἅπασαν. Αἰήτης δ᾿ ἄρ᾿ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτ᾿ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δ᾿ ἵκετο Κολχίδα γαῖαν. Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς.[*]()

g. ἄλλως· Μηδείας μέμνηται ὅτι ἐν Κορίνθῳ κατῴκει καὶ ἔπαυσε Κορινθίους λιμῷ κατεχομένους θύσασα Δήμητρι καὶ νύμφαις Λημνίαις. ἐκεῖ δὲ αὐτῆς ὁ Ζεὺς ἠράσθη, οὐκ ἐπείθετο δὲ ἡ Μήδεια τὸν τῆς Ἥρας ἐκκλίνουσα χόλον· διὸ καὶ Ἥρα

1.374
ὑπέσχετο αὐτῇ ἀθανάτους ποιῆσαι τοὺς παῖδας. ἀποθανόντας δὲ τούτους τιμῶσι Κορίνθιοι, καλοῦντες μιξοβαρβάρους.[*]()