Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ᾿ ὅρκον: ἐπιτελοῦσι δὲ καὶ παρέχουσιν οἱ θεοὶ καὶ τὰ νομιζόμενα ἀδύνατα, περὶ ὧν ἄν τις καὶ δι᾿ ὅρκων τὴν ἐλπίδα [*]() ἀπαγορεύσοι· | καὶ ἐπιτελοῦσιν οὐ δυσκόλως, ἀλλὰ κούφως [*]() καὶ εὐμαρῶς.

b. ἄλλως· οὐχὶ τὴν ἐξ ἐπιορκίας, ἀλλὰ καὶ [*]() εὐόρκως ἀπελπισθεῖσαν.

c. ἢ οὕτω· δύναται δὲ θεὸς τελέσαι καὶ τὸ μεθ᾿ ὅρκου ἀδύνατον νομιζόμενον εἰς περίκτησιν. [*]() |

d. ἄλλως· οἷον εὐχερὲς καὶ ἀδύνατον.

e. τοῦτο δὲ γνωμολογεῖ, ὅτι δὴ καὶ Βελλεροφόντης ὀμόσας μηδέποτε ζευχθήσεσθαι τὸν Πήγασον, δι᾿ ἐπικουρίαν Ἀθηνᾶς ὑπὸ ζυγὸν ἐποίησεν.[*]()

1.381

καὶ ὁ καρτερὸς ὁρμαίνων: καὶ δὴ ἐκ τούτων [*]() ὁ γενναῖος Βελλεροφόντης μετὰ σπουδῆς ἔλαβε τὸν χαλινὸν, καὶ τὸν πτερωτὸν ἵππον Πήγασον ἐχαλίνωσε· | τοῦτο γάρ [*]() ἐστι τὸ τείνων ἀμφὶ γένυι.[*]()

ὁρμαίνων: προθυμούμενος. 123B [*]()

a. πραῢ τείνων ἀμφὶ γένυι: πραΰνοντα καὶ [*]() ἡμεροῦντα, ὡς ἄν τι φάρμακον ἰατρικόν. λέγει δὲ τὸν χαλινόν.[*]()

b. τὸ δὲ τείνων ἀμφὶ γένυι ἀντὶ τοῦ [*]() χαλινῶν.

a. χαλκωθείς: ἤτοι χαλκοῦν περιθέμενος θώρακα, [*]() ἢ ὅπλα ἐνδὺς χαλκᾶ.

b. ἔπαιζεν: ἀντὶ τοῦ ἐπειρᾶτο, ἐγυμνάζετο εὐκόλως, [*]() ὥσπερ παιδιᾶς τρόπῳ.

c. ἔστι δὲ ἐτέρπετο. ἢ ἐνόπλιον ὄρχησιν ἐποιεῖτο. ἢ σὺν τοῖς ὅπλοις εὐχερῶς ἐμάχετο.

σὺν δ᾿ ἐκείνῳ καί ποτ᾿ Ἀμαζονίδων: μετὰ [*]() δὲ τοῦ ἵππου ὢν [ἢ σὺν αὐτῷ] ποτε καὶ τὸν στρατὸν τῶν Ἀμαζόνων τὸν ἐκ τοῦ ἀέρος τοῦ ἐρήμου καὶ τῶν ψυχροτάτων τόπων τῶν Ὑπερβορέων ἐνίκησεν.

a. αἰθέρος ψυχρᾶς: τῆς ἐν Σκυθίᾳ· κρυώδης [*]() γὰρ καὶ δυσχείμερος.

b. μετέωρος γὰρ ὢν ἀνῄρει.

a. καὶ Χίμαιραν πῦρ πνέοισαν: ἐνίκησε δὲ σὺν [*]() αὐτῷ καὶ τὴν πυρίπνουν Χίμαιραν, καὶ τοὺς Σολύμους ἀνεῖλε.

b. Σόλυμοι δὲ ἔθνος πρὸς τῇ Λυκίᾳ, μεταξὺ [*]()

1.382
Λυκίας καὶ Παμφυλίας, πολεμικώτατον, ὅπερ καλοῦσι Πισίδας.[*]()

c. εἶπε δὲ ταῦτα καὶ Ὅμηρος περὶ τοῦ Βελλεροφόντου (Z 155 sq.).

[*]()a. διασωπάσομαί οἱ μόρον ἐγώ: σιωπήσω.

b. ὑποστέλλεται τὰ κατὰ τὴν τελευτὴν εἰπεῖν, ὅτι πεσὼν ἐκ[*]() τοῦ Πηγάσου χωλὸς ἐγένετο.

c. ἄλλως. τὸν θάνατον αὐτοῦ [*]() σιγήσομαι. | ὑποστέλλεται γὰρ τὸ κατὰ τὴν τελευτὴν ἐκβεβηκὸς αὐτῷ κακόν. λέγεται γὰρ ὅτι ἀναπτῆναι βουληθεὶς τῷ Πηγάσῳ, κούφως παρακινδυνεύσας, κατὰ βούλησιν τοῦ Διὸς οἰστρωθέντος τοῦ Πηγάσου ἐκπίπτει καὶ χωλοῦται· καὶ ἐπλανᾶτο κατὰ τὸ Ἀλήιον χωλός. καὶ Ὅμηρός φησιν (Ζ 201)·

ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων.

[*]()d. τὸν δ᾿ ἐν Ὀλύμπῳ: Πήγασον· καταβαλὼν γὰρ τὸν Βελλεροφόντην [*]() ἀπενόστησεν εἰς τὸν οὐρανόν.

e. τὸν Πήγασον αἱ οὐράνιαι φάτναι τοῦ Διὸς ὑπεδέξαντο. κατηστερίσθη γάρ. καὶ Ἄρατος (892. 898) μέμνηται ὅτι εἰσὶ φάτναι ἐν οὐρανῷ καὶ ὄνοι καλούμενοι ἀστέρες.[*]()

[*]()a. ἐμὲ δ᾿ εὐθὺν ἀκόντων ἱέντα ῥόμβον: ἀλλ᾿ ὁ μέν, φησιν, οὕτως· ἐμὲ δὲ χρὴ οὐ παρὰ σκοπὸν ἱέντα τὰ βέλη μου τὰ πολλὰ ταῖς χερσὶν ἰσχυρῶς ἔχειν, ἀλλ᾿ ὀξύν τινα τὸν ἀκοντισμὸν αὐτῶν ποιεῖσθαι.[*]()

1.383

b. ἀλληγορικῶς· ὅτι οὐ χρή με περὶ ἄλλων πολυλογεῖν, ἐάσαντα τὸν προκείμενον ἔπαινον. τὸ δὲ ἀκόντων ῥόμβον τὴν δίνησιν καὶ τὴν βολὴν τῶν ἀκοντίων, τροπικῶς δὲ τὸν ἐγκωμιαστικὸν λόγον φησὶν, ὡς καὶ ἐν ἄλλοις (O. II 83)· πολλά μοι ὑπ᾿ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας. ἀφέμενος γὰρ τοῦ νικηφόρου εἰς τὰ πάτρια ἀναδραμὼν πλείονι τῇ παρεκβάσει κέχρηται· διὸ καὶ ἐπιστρέφει ἑαυτόν.[*]()

c. ἱέντα ῥόμβον: τὸ ἑξῆς· ἐμὲ δὲ ἱέντα πολλὰ [*]() βέλη.

d. [παρὰ σποπὸν οὐ χρή:] ῥόμβον τὴν ῥίψιν καὶ ὁρμήν. λέγει δὲ ὅτι οὐ χρὴ περιττολογεῖν περὶ ἄλλων καὶ ἐκτραπῆναι τοῦ προκειμένου.[*]()

Μοίσαις γὰρ ἀγλαοθρόνοις εἴκων: ὁ νοῦς· [*]() οὐ γὰρ ἦλθον δι᾿ ἄλλο τι, ἀλλὰ ταῖς Μούσαις ἐπίκουρος καὶ ὑπηρέτης ἦλθον, ἵνα τῆς Κορίνθου τούτους τοὺς ἀπὸ τῆς φατρίας τῆς Ὀλιγαιθίδος καλουμένης ὄντας ἐπαινέσω καὶ τὰ πραχθέντα ὑπ᾿ αὐτῶν ἐν τῷ Ἰσθμῷ καὶ τῇ Νεμέᾳ.

Ὀλιγαιθίδαισίν τ᾿ ἔβαν: οἱ περὶ τὸν Ξενοφῶντα [*]() τοῦτον τὸν ἐπαινούμενον | Ὀλιγαιθίδαι λέγονται κατὰ [*]() φατρίαν,ὡς τὸ ἀνέκαθεν ὄντες ἀπ᾿ Ὀλιγαίθου τινὸς ἀρχαίου.

a. παύρῳ δ᾿ ἔπει θήσω: ἐν ὀλίγῳ καὶ συντόμῳ [*]() λόγῳ δῆλα καὶ φανερὰ πλεῖστα πράγματα καὶ ἀθρόα ποιήσω.

1.384
[*]()

b. ἄλλως· ἀντὶ τοῦ ἐν ὀλίγῳ τὰ πολλὰ φανερὰ ποιήσω.[*]()

[*]()a. ἀλαθής τέ μοι: ἀληθὴς δὲ περὶ τούτων καὶ ἐξαίρετος ὅρκος ἔσται. ὀμνύειν δὲ βούλεται ὡς ἀληθεύων [*]() ἐν τοῖς ἐπαίνοις.

b. ἄλλως· ἰδίως ἔφη ἔξορκος ἀντὶ τοῦ [*]() ὅρκος.[*]()

c. ὀμόσω οὖν αὐτὸς τοὺς ἀπὸ τῆς φατρίας [Ὀλιγαιθίδος] ἑξηκοντάκις νενικηκέναι.

[*]()ἀμφοτέρωθεν: τουτέστιν ἔν τε Ἰσθμοῖ καὶ Νεμέᾳ κεκηρύχθαι αὐτούς.[*]()

[*]()ἁδύγλωσσος βοά: λείπει τὸ ἀνεκήρυξεν αὐτοὺς ἡ τοῦ κήρυκος γλῶσσα ἑξηκοστὸν νικήσαντας· ἑξηκοντάκις γὰρ ἀμφοτέροις τοῖς ἀγῶσιν, Ἰσθμίοις καὶ Νεμέοις, ἀνεκηρύχθησαν οἱ Ὀλιγαιθίδαι, τριακοντάκις ἐν ἑκάστῳ ἀγῶνι.

[*]()a. τὰ δ᾿ Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι: εἶπε γὰρ ἐν ἀρχῇ τοῦ ὕμνου οὕτω· τρισολυμπιονίκαν.

b. ὁ δὲ νοῦς· τὰ δὲ ἐν τῇ Ὀλυμπίᾳ αὐτῶν νικητήρια ἤδη ὡς ἔοικε προείρηται ἐν τοῖς ἔμπροσθεν λόγοις.

[*]()τὰ δ᾿ ἐσσόμενα: τὰ δὲ μέλλοντα, ἀντὶ τοῦ ἐὰν δὲ πάλιν νικήσῃ Ὀλύμπια, αὖθις σαφέστερον ἐπαινέσω αὐτόν.

[*]()νῦν δ᾿ ἔλπομαι: νῦν δὲ ἐγὼ ἐλπίζω καὶ προσδοκῶ

1.385
νικῆσαι αὐτόν· ἐν δὲ τῷ κρείττονι τὸ τοιοῦτο τῆς προσδοκίας δοῦναι.

a. εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ [*]() συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει.

b. διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν.

c. ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει [*]() τῆς Ὀλυμπίας.

d. ἄλλως· Διί τ᾿ Ἐνυαλίῳ τε: τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, | τῷ δὲ Ἄρει [*]() ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέκνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τόπων. | εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν [*]() Ἠλείων.