Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Τρισολυμπιονίκαν: παρόσον τρεῖς νίκας αὐτοῖς [*]() συμβέβηκε γενέσθαι, τῷ μὲν παιδὶ δύο κατὰ τὴν αὐτὴν ἡμέραν, πεντάθλῳ καὶ σταδίῳ ἀγωνισαμένῳ, τῷ δὲ πατρὶ Θεσσαλῷ τοὔνομα πρῶτον ἐν τῇ ξθ΄ Ὀλυμπιάδι.

b. τὸν τρισολυμπιονίκην οἶκον ἐπαινῶν τὸν πρᾷον μὲν πρὸς τοὺς πολίτας, φιλοξενώτατον δὲ πρὸς τοὺς ξένους, εἰς γνῶσιν ἄξω καὶ ὑμνήσω διὰ τούτων καὶ τὴν εὐδαίμονα Κόρινθον, τὴν τοῦ Ἰσθμίου Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον, ἥτις ἀγλαοὺς κούρους καὶ ἄνδρας ἔχει.

c. ἀγλαόκουρον τὴν εὔανδρον λέγει.

a. Ἰσθμίου πρόθυρον: ὅτι ἀρχὴ καὶ τέλος τῆς [*]() Πελοποννήσου ὁ Ἰσθμός. πρόθυρον δὲ, τοῖς εἰς Πελοπόννησον στελλομένοις.

b. ἔνιον δὲ, τὴν τοῦ Ἰσθμίου [*]() Ποσειδῶνος οὖσαν προπύλαιον καὶ οἰκητήριον.

1.358

[*]()c. ἄλλως· πρόθυρον καὶ θύρας εἰώθασι καλεῖν τὴν Κόρινθον διὰ τὸ ἀρχὴν ἢ τέλος εἶναι τῆς Πελοποννήσου. Βακχυλίδης (c. I, 14)· ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι.

[*]()d. ἢ οὕτως· ἐπεὶ ἀρχὴ μὲν τοῖς ἀπὸ τῆς Ἑλλάδος εἰς Πελοπόννησον πορευομένοις, ἐσχάτη δὲ τῆς Πελοποννήσου.[*]()

[*]()a. ἐν τᾷ γὰρ Εὐνομία ναίει: ἐν γὰρ ταύτῃ, τῇ Κορίνθῳ, οἰκεῖ ἡ Εὐνομία καὶ ἀδελφὴ αὐτῆς ὁμότροφος Εἰρήνη· ὡς Ἡσίοδος (theog. 901)·

δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.

b. βάθρον πολίων: ἐφ᾿ ὧν πᾶσα πόλις ἀσφαλῶς βέβηκεν.

[*]()c. Εὐνομία, Δίκη, Εἰρήνη ἀδελφαὶ ἐκ Θέμιδος.

[*]()a. ἐθέλοντι δ᾿ ἀλεξεῖν ὕβριν: ἤτοι εὐκτικῶς εἶπε, τὴν τῶν θεῶν· βούλοιντο δ᾿ ἂν ἀπαμύνειν τὴν ὕβριν καὶ ἀποκωλύειν· ἢ περὶ τῶν Κορινθίων, ὅτι βούλημα δέ ἐστιν αὐτῶν καὶ σκοπὸς ἐκκλίνειν τὴν ὕβριν, ἀντὶ τοῦ καθεστῶτές [*]() εἰσι καὶ οὐχ ὑβρισταί.

b. ἔνιοι δὲ οὕτως· βούλημα δὲ καὶ σκοπὸν ἔχουσιν αἱ τῆς Θέμιδος θυγατέρες ἀπαλεξεῖν τὴν ὕβριν τὴν τοῦ κόρου μητέρα τὴν θρασεῖαν.[*]()

1.359

c. ἄλλως· ἔθελοντι δ᾿ ἀλεξεῖν· αἱ προειρημέναι θεαὶ [*]() ἀπαλεξήσουσι τὴν ὕβριν τῶν πόλεων.

d. οὐκ ὀρθῶς δὲ [*]() τὴν ὕβριν τοῦ κόρου μητέρα λέγει, ἀλλὰ τὸ ἀνάπαλιν εἰπεῖν ἔδει.

e. Ὅμηρος(? Theogn. v. 153)·

τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.

a. ἔχω καλά τε φράσαι: ἔχω τοίνυν περὶ τῆς [*]() Κορίνθου τὰ κάλλιστα διεξελθεῖν· παρορμᾷ γὰρ ἡ τόλμα τὴν γλῶτταν, ἡ εὐθεῖα τόλμα νῦν καὶ πρόσφορος, διηγεῖσθαι περὶ αὐτῶν.[*]()

b. ἄλλως· ἡ ὑπομονὴ καὶ ἡ εὐτολμία τὴν γλῶττάν [*]() μου παρορμᾷ λέγειν τὰ ἐπ᾿ εὐθείας καὶ ἐφεξῆς τούτοις πράγματα.[*]()

a. ἄμαχον δὲ κρύψαι: ἀμήχανον καὶ ἀδύνατον [*]() ἀποκρύψαι τὸ συγγεγενημένον ἦθος καὶ ἐκ φύσεως.[*]()

a. ὔμμι δὲ παῖδες Ἀλάτα: ὑμῖν γὰρ, ὦ Κορίνθιοι, [*]() τὴν ἀπὸ τῶν νικῶν ἡδονήν τε καὶ τέρψιν παρέσχον αἱ Ὧραι, νικηταῖς γενομένοις ἐν τοῖς μεγίστοις καὶ ἱεροῖς ἀγῶσιν.[*]()

b. παῖδας δὲ Ἀλήτου εἶπε τοὺς Κορινθίους. [*]() πῶς δὲ παῖδες Ἀλήτου οἱ Κορίνθιοι; Ἀλήτης Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους, οὗτος ἐκράτησε Κορίνθου. διόπερ παῖδας Ἀλήτου εἶπε τοὺς Κορινθίους ὡς

1.360
[*]() ἀπογόνους.

c. ἄλλως· Ἀλήτου παῖδες οἱ Κορίνθιοι. Ἀλήτης γὰρ ἡγήσατο τῆς ἀποικίας τῶν Ἡρακλειδῶν, ὅτε οἱ Ἡρακλεῖδαι κατῄεσαν εἰς Πελοπόννησον, καὶ αὐτὸς εἷς ὢν τῶν Ἡρακλειδῶν· ἦν γὰρ Ἱππότου τοῦ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους. Δίδυμος δέ φησι τὸν Ἀλήτην μὴ οἰκιστὴν τῆς Κορίνθου γεγονέναι, ἀλλὰ βασιλέα, ἔτει τριακοστῷ μετὰ τὴν τῶν Δωριέων ἄφιξιν.[*]()

[*]()d. οὐ μόνον ἐνδόξους διὰ τὰς νίκας τοὺς Κορινθίους αἱ Ὧραι ἐποίησαν, ἀλλὰ καὶ ταῖς καρδίαις αὐτῶν ἐνέβαλον σοφίαν. [*]()[*]()

e. φησὶ δὲ ταῦτα, ἐπειδὴ Φείδων τις, Κορίνθιος ἀνὴρ, εὗρε μέτρα καὶ σταθμία· καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι· διὸ καὶ ἐπιφέρει· πᾶν δ᾿ εὑρόντος ἔργον. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι.

[*]()f. νικαφόρον ἀγλαΐαν: τὴν ἐκ τῆς νίκης ἡδονήν.[*]()

[*]()a. ὑπερελθόντων: νικησάντων. ὑπερβαλόντων καὶ κρεισσόνων γενομένων.

[*]()b. ὑπερελθόντων ἱεροῖς· σχῆμά ἐστιν ἀντὶ τοῦ ὑπερελθοῦσιν.[*]()

[*]()a. πολλὰ δ᾿ ἐν καρδίαις· ἐπεὶ πολλὰ οἱ Κορίνθιοι ἐτεχνήσαντο καὶ εὗρον· διὸ καὶ ἐπιφέρει· πᾶν δ᾿ εὑρόντος[*]() ἔργον.

b. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι, ὥστε καὶ τὰ [*]() ὕστερον εὑρεθέντα ἴδια αὐτῶν νομισθῆναι.

c. ἄλλως· καὶ οὐ μόνον νίκην παρέσχον ὑμῖν αἱ Ὧραι, ἀλλὰ καὶ πλεῖστα σοφὰ διανοήματα ὁ χρόνος ἐν ταῖς καρδίαις τῶν παρ᾿ ὑμῖν

1.361
ἀνδρῶν ἐνέβαλεν· ἀντὶ τοῦ καὶ ἀνδρείους ὑμᾶς ἤνεγκεν ὁ χρόνος καὶ συνετοὺς καὶ σοφούς.

d. ταῦτα δέ φησιν ἐπειδὴ Φείδων τις ἀνὴρ Κορίνθιος εὗρε μέτρα καὶ σταθμούς. καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι.[*]()

ἅπαν δ᾿ εὑρόντος ἔργον: τοῦ πρῶτον εὑρόντος [*]() ἴδιόν ἐστιν, οὐχὶ δὲ τοῦ ὕστερον μιμησαμένου· | παρ᾿ ὑμῖν [*]() γὰρ τοῖς Κορινθίοις πολλὰ τῶν ἔργων εὑρέθη.[*]()

a. ταὶ Διονύσου πόθεν ἐξέφανεν: αἱ τοῦ Διονύσου [*]() πανηγύρεις πόθεν ἐξέλαμψαν σὺν τῷ διθυράμβῳ, ἀντὶ τοῦ τὸν διθύραμβον προσλαβοῦσαι;[*]()

b. αἱ τῶν [*]() διθυράμβων χάριτες αἱ τῷ Διονύσῳ ᾀδόμεναι πόθεν ἐφάνησαν; τοῦτο δὲ ὡς παρὰ Κορινθίοις πρῶτον εὑρεθέντων τῶν εἰς τὸν Διόνυσον διθυράμβων.

c. ὁ Πίνδαρος δὲ [*]() ἐν μὲν τοῖς ὑπορχήμασιν (fr. 115) ἐν Νάξῳ φησὶ πρῶτον εὑρεθῆναι διθύραμβον, ἐν δὲ τῷ πρώτῳ τῶν διθυράμβων (fr. 71) ἐν Θήβαις, ἐνταῦθα δὲ ἐν Κορίνθῳ.[*]()

a. σὺν βοηλάτᾳ: βοηλάτην τὸν διθύραμβον προσαγορεύει, [*]() ἤτοι διὰ τὸ βοῦν εἶναι τῷ νικήσαντι ἔπαθλον· ἱερὸς γὰρ τοῦ Διονύσου· ἢ διὰ τὸ ἐλαύνεσθαι αὐτὸν διὰ βοῆς καὶ λέγεσθαι.[*]()

b. Χάριτες διθυράμβῳ: οὕτως ἀκουστέον· αἱ τοῦ [*]() Διονύσου διθυράμβων ἐν Κορίνθῳ ἐφάνησαν χάριτες, τουτέστι τὸ σπουδαιότατον τῶν Διονύσου διθυράμβων ἐν Κορίνθῳ πρῶτον ἐφάνη· ἐκεῖ γὰρ ὡράθη ὁ χορὸς ὀρχούμενος·

1.362
ἔστησε δὲ αὐτὸν πρῶτος Ἀρίων ὁ Μηθυμναῖος, εἶτα Λάσος [*]() ὁ Ἑρμιονεύς.

c. ἄλλως. ὁ λόγος ἐρωτηματικὸς, ὑπακούεται [*]() δὲ δηλονότι· ἐκ Κορίνθου. | συνίστησι γὰρ ὅτι πρῶτος ἐν Κορίνθῳ διθύραμβος εἰσήχθη, ὃς ἦν κύκλιος χορὸς, [*]() Ἀρίωνος τοῦ Μηθυμναίου συστήσαντος αὐτόν.

d. ἡ δὲ ἀκολουθία· αἱ τοῦ Διονύσου δὴ οὖν χάριτες ὁ διθύραμβος ποῦ πρῶτον ἐξεφάνη; οὐκ ἀπὸ Κορίνθου;

e. ἄλλως· τοῦτο [*]() ἐν ἤθει φησίν· | ὅπου, φησὶν, ὤφθησαν αἱ ἐπὶ τῶν διθυράμβων χάριτες; δηλονότι ἐν Κορίνθῳ.

[*]()a. τίς γὰρ ἱππείοις ἐν ἔντεσι μέτρα: τουτέστι τὰ ἵππεια μέτρα τοῦ χαλινοῦ. ἀποδεδώκασι δὲ τῷ δοκεῖν τὸν Πήγασον πρῶτον ὑπὸ Βελλεροφόντου ἐν Κορίνθῳ κατεζεῦχθαι. Δίδυμος δέ φησι μήτε τοὺς ἱππικοὺς δρόμους μήτε τὰς τῶν ἁρμάτων κατασκευὰς μήτε τὸν χαλινὸν διὰ τούτων δηλοῦσθαι, ἀλλὰ τὸν κεραμεικὸν τροχὸν, ἐκ μεταφορᾶς διχόθεν μετενηνεγμένης, τοῦτο μὲν ὅτι ἵπποις οἰκεῖος ὁ τροχὸς, τοῦτο δὲ ὅτι ἑκατέρωθεν ἐλαύνεται ὑπὸ ποδὸς πτέρνης. Καλλίμαχος (fr. 263)· πτέρνῃ θ᾿ ἵππος ἐλαυνόμενος. [*]()

b. τίς γάρ, φησιν, ἕτερος εὗρε τὰ μέτρα τὰ ἐν τοῖς ἱππείοις ἔντεσι καὶ ὅπλοις γινόμενα; ἱππείοις δὲ ἔντεσιν [*]() εἶπε τοῖς τροχοῖς | τοῖς κεραμεικοῖς, ἐπειδὴ ἐπὶ τροχοῦ πλάττεται, ὁ δὲ τροχὸς κοινωνεῖ τῷ ἅρματι τῶν ἵππων. [*]()

c. καὶ Θεόφραστος μὲν ἐν τῷ περὶ εὑρημάτων Ὑπέρβιον [*]() τὸν Κορίνθιόν φησιν εὑρηκέναι | τὴν τοῦ κεραμεικοῦ τροχοῦ

1.363
μηχανήν. | μέτρα δὲ αὐτὸν ὁ Πίνδαρος, παρόσον ἐν κεραμεικοῖς [*]() μετροῦμεν. [καὶ ὅσα ἄλλα, χόες, ψυκτῆρες, κώθωνες.] ἔνιοι δὲ ἵππεια ἔντεα ἅρματα καὶ χαλινοὺς, ἀπὸ μέρους τοὺς πολεμικούς. ὅτι δὲ παρ᾿ αὐτοῖς ὁ χαλινὸς εὕρηται, δείκνυσι τὰ ἑξῆς.[*]()

d. ὁ Δίδυμος ἑτέραν ἀποδίδωσιν [*]() οὕτως ἔχουσαν· τὴν ἔν πρόθεσιν, ἀντὶ τῆς εἴς κειμένην, συναπτέον πρὸς τὰ μέτρα· τίς γὰρ τοῖς εἰς τὰ μέτρα ἱππείοις ἔντεσιν ἐχρήσατο πρώτη ἢ σὺ, ὦ Κόρινθε; ἵππεια δὲ ἔντεα ἀκουστέον τὰ Φειδώνεια ἀγγεῖα· ἔντεα γὰρ ἂν εἴη τὰς χοίνικας καὶ τοὺς μεδίμνους λέγων, διὰ τὴν κοιλότητα. καὶ Ὅμηρος (η 232)· ἀμφίπολοι δ᾿ ἀπεκόσμεον ἔντεα δαιτός. τούτων οὖν τῶν εἰς τὰ μέτρα ἐντέων εὑρετάς φησιν εἶναι τοὺς Κορινθίους. διατί δὲ ἵππεια αὐτὰ εἶπεν; ὅτι Φείδων ὁ πρῶτος κόψας Κορινθίοις τὸ μέτρον Ἀργεῖος ἦν· τὸ δὲ Ἄργος ἵππειον λέγουσιν οἱ ποιηταί. Εὐριπίδης (J. T. 700)· ὅταν εἰς Ἑλλάδ᾿ ἵππειόν τ᾿ Ἄργος μόλῃς.[*]()

a. ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον: [*]() τὸν αἰετόν· φησὶ δὲ τὸ κατὰ τοὺς ναοὺς τῶν θεῶν ἀέτωμα. τίς οὖν, φησιν, ἐν τοῖς ναοῖς τῶν θεῶν τὸν βασιλέα τῶν ὀρνίθων ἐπέθηκε, τὸ λεγόμενον ἀέτωμα; δίδυμον δέ φησιν, ὅτι διπλᾶ τὰ ἀετώματα, ὄπισθεν καὶ ἔμπροσθεν, διὰ τὸ ἐξ

1.364
[*]() ἑκατέρων τῶν μερῶν κατασκευάζεσθαι αὐτά.

b. ἄλλως· οἰωνῶν βασιλέα: ὁ ἀετὸς οἰωνῶν βασιλεύς ἐστιν ὁ ἐπὶ [*]() τῶν ἱερῶν τιθέμενος. τινὲς δὲ τὸ ἀέτωμα λέγουσιν, | ὥς φησι Δίδυμος παρατιθέμενος Τίμαιον (FHG I, 202) λέγοντα· [*]() | καὶ τοῦτο ἐν ταῖς οἰκοδομίαις αὐτῶν εὕρημα, ταύτην ἀποδοὺς τὴν ἐξήγησιν τῶν προκειμένων.[*]()

[*]()a. ἐν δὲ Μοῖσ᾿ ἁδύπνοος: ποῦ δὲ ἡ μουσικὴ ἀνθεῖ καὶ τὰ πολεμικὰ ἀλλαχοῦ; τοῦτο δὲ διὰ τὸν Εὔμολπον ὄντα Κορίνθιον καὶ γράψαντα νόστον τῶν Ἑλλήνων.[*]()

[*]()b. ἀντὶ τοῦ μουσικοί εἰσι· παρόσον καὶ ποιηταὶ διασημότατοι ἐν Κορίνθῳ ἐγένοντο, ὧν ἦν καὶ Αἴσων, οὗ μέμνηται Σιμωνίδης (fr. 215). ἐν δὲ τῷ Περσικῷ πολέμῳ καὶ οὗτοι ἐστρατεύσαντο ἔχοντες ἡγεμόνα Ἀδείμαντον.[*]()

[*]()a. ἐν δ᾿ Ἄρης ἀνθεῖ νέων: ποῦ δέ, φησι, καὶ τὰ τοῦ πολέμου ἐμπείρως οὕτω γίνεται; τοῦτο δὲ διὰ τὰ Μηδικά φησιν, ὅτε ἠνδραγάθησαν· ἐπεὶ Ξέρξου ἡττηθέντος καὶ φυγόντος ὑπὸ Ἀθηναίων, [ὅτε καὶ] πεντήκοντα ναῦς τοῦ [*]() Πέρσου κατέδυσαν.

b. ἄλλως· τὸν Ἄρην φησὶν ἐν Κορίνθῳ λάμπειν τείνων εἰς τὰ περὶ Περσίδα, ἐν οἷς ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας ἠνδραγάθησαν οἱ Κορίνθιοι. Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῇ Ἀφροδίτῃ ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν

1.365
Ἥρας προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλεγεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός (Simon. 137)·
Αἵδ᾿ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἕστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ. Οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ᾿ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι.

ἀφθόνητος ἔπεσσιν: ἐπὶ τοῖς ἔπεσι [τῆς Ὀλυμπίας] [*]() καὶ τοῖς ὕμνοις οἷς λέγω περὶ αὐτῶν μὴ νεμεσήσῃς, ὦ Ζεῦ.

a. Ξενοφῶντος εὔθυνε: τοῦ Ξενοφῶντος εὔθυνε [*]() τὴν εὐτυχίαν, οὔριον καὶ εὐδιεινὸν διδοὺς αὐτῷ | τὸ δαιμόνιον. [*]()

b. ποίει δὲ αὐτὸν εὐτυχῆ καὶ εὐδαίμονα.

a. δέξαι δέ οἱ στεφάνων ἐγκώμιον: καὶ πρόσδεξαι [*]() ἡδέως τὸν ἐπὶ τῶν στεφάνων αὐτοῦ θεσμὸν καὶ νόμιμον ἔπαινον· λέγει δὲ τὸν ὕμνον.

b. δέξαι δέ οἱ, ἀντὶ [*]() τοῦ δέξαι παρὰ αὐτοῦ.

c. τεθμὸν τὸν νόμον· νόμος [*]() γάρ ἐστιν οὗτος, Ὀλυμπιονίκας ὑμνεῖσθαι.

d. τὸν ἐγκωμιαστικὸν λόγον, ὅς ἐστιν ὕμνος τῶν νικηφόρων.

e. τὸν ἄγει: ὅντινα ὕμνον ἐκτήσατο καὶ ἄγει ἑαυτῷ νικῶν [*]() καὶ στάδιον ὁμοῦ καὶ πένταθλον.

f. ἐν τῷ σταδίῳ.[*]()

g. τῆς νίκης.

1.366

sch. 43a. EM 112, 48 (cl. Miller, mél. litt. gr. p. 36): ἰστέον ὅτι τὸ ἀντιβολῶ ἔξωθεν ἐκλίθη . . . . τὸ δὲ παρὰ Πινδάρῳ ἀντεβόλησεν τῶν ἀνὴρ θνητός ἔξωθεν ἐκλίθη διὰ τοῦ ε̄· καὶ τὸ σημαινόμενον ἕτερον. ὡς καὶ παρ’ Ὁμήρῳ· τοιοῦτοι δ’ εἰ καί μοι ἐεικοσιν ἀντεβόλησαν (Π 847).

[*]()b. τῶν ἀνὴρ θνατός: ὧν εὐτυχημάτων, τῶν τῆς [*]() διπλῆς νίκης, οὐδέπω πρότερον εὐτύχησεν ἀνήρ.

c. ἄλλως· ἀντὶ τοῦ οὐδεὶς πώποτε τῶν ἀνθρώπων τὰς δύο ταύτας [*]() νίκας ἐν μιᾷ ἡμέρᾳ ἔλαβεν, εἰ μὴ μόνος αὐτός.

d. πρῶτον καὶ μόνον φησὶ τὸν Ξενοφῶντα κατὰ τὴν αὐτὴν ἡμέραν[*]() στάδιον καὶ πένταθλον νικῆσαι Ὀλύμπια.

e. λέγει δὲ καὶ ἄλλας νίκας αὐτοῦ.