Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Λίσσομαι παῖ Ζηνός: καταλυθέντων τῶν περὶ Ἱέρωνα ἀθλήσας ἤδη ἐνίκησεν· ὅθεν τὸν ἐλευθέριον Δία . . . . ὡς τῶν Σικελιωτῶν κατελευθερωθέντων τῆς τυραννίδος.

[*]()b. Λίσσομαι παῖ Ζηνὸς ἐλευθερίου: τὴν Εἰρήνην ἐλευθερίου Διὸς ὑποτίθεται θυγατέρα διὰ τὴν ἐνοῦσαν τοῖς εἰρηνεύουσιν ἐλευθερίαν.

c. ἔστι δὲ ὡς τὸ (Hom. A 37)· Χρύσην ἀμφιβέβηκας.

d. ἱκετεύω οὖν σε, ὦ τοῦ ἐλευθερίου Διὸς παῖ Τύχη σώτειρα, περὶ τῆς μεγαλοσθενοῦς [*]() πόλεως τῆς Ἱμέρας καλουμένης.

e. [ἔστι δὲ] Ἱμέρα πόλις[*]() Σικελίας. ἀμφιπόλει δὲ, περιπόλει. σῶζε.

f. εὔχεται δὲ μὴ ὑποταγῆναι τὴν Ἱμέραν μηδενί.

[*]()a. τίν: σοί Δωρικῶς.

[*]()b. τὶν γὰρ ἐν πόντῳ: διὰ σὲ γὰρ καὶ νῆες ἐν τῇ θαλάσσῃ ἰθύνονται.[*]()

c. ἢ ὑπὸ σοῦ.

d. διὰ τὴν τύχην φησὶ καὶ τὰς ἐν ἀνθρώποις ἐλπίδας ἐκκλείεσθαι.[*]()

[*]()e. θοαὶ νᾶες: ἐπεὶ καὶ αἱ νῆες τύχῃ τινὶ κινοῦνται. ὁμοίως δὲ καὶ αἱ δημηγορίαι γίνονται.

[*]()a. λαιψηροὶ πόλεμοι: κοῦφοι καὶ ἀνόητοι· διὰ τὸ ἀνοήτως ποιεῖν ὁρμᾶν τοὺς μαχομένους.

b. ἤτοι ὅτι

1.351
ὀξέως ἡ ὀργὴ διανίσταται τῶν ἀνθρώπων, ἐξ ἧς ὁ πόλεμος.[*]()

αἵ γε μὲν ἀνδρῶν: ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως [*]() ἀποβαίνει, οὐδὲ εὐθυποροῦσιν αἱ ἐλπίδες, ἀλλὰ ποτὲ μὲν εἰς ὕψος φέρεται τὰ προσδοκώμενα ὡς τελευτηθησόμενα, ὁτὲ δὲ ῥίπτεται καὶ ταπεινοῦται.

a. πόλλ᾿ ἄνω, τὰ δ᾿ αὖ κάτω: πεπλανημένως. [*]()

b. διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. αἱ γοῦν τῶν ἀνθρώπων [*]() ἐλπίδες πολλάκις ἀντιστρόφῳ τῇ προσδοκίᾳ χρησάμεναι μάτην διεξῆλθον καὶ περισσῶς ἠλπίσθησαν.[*]()

ψευδῆ μεταμώνια τάμνοισαι: τὰ ψευδῆ μεταμώνια [*]() εἶπεν ἀντὶ τοῦ μετέωρα αἰρόμενα. τὸ δὲ τάμνοισαι ἀπὸ μεταφορᾶς τῶν νεῶν εἴληπται. | ὥσπερ γὰρ αἱ νῆες τρέχουσιν, [*]() οὕτως καὶ αἱ τῶν ἀνθρώπων ἐλπίδες ἀνὰ πολλὰ πράγματα φέρονται καὶ κυλίονται τοῖς πονήμασι, καὶ οὐδὲν ὧν ᾠήθησαν ἀληθὲς εὑρίσκουσι. τοῦτο δὲ πρὸς τὸν ὑμνούμενον, ἐπεὶ φυγὰς γενόμενος καὶ νομίσας δυστυχεῖν ἐνίκησε παρὰ προσδοκίαν.[*]()

a. σύμβολον: σύμβολον ἀρσενικῶς καὶ οὐδετέρως. [*]()

b. συμβόλους δὲ λέγομεν πταρμοὺς ἢ φήμας ἢ ἀπαντήσεις. ὡς Ἀρχίλοχος (fr. 44)· μετέρχομαί σε σύμβολον ποιούμενος.

1.352

[*]()c. σύμβολον δ᾿ οὔπω τις ἐπιχθονίων πιστόν: τοιγαροῦν, φησιν, οὐδεὶς τῶν ἀνθρώπων τεκμήριον ἢ σημεῖον δυνάμενον πιστώσασθαι περὶ τῶν ἐλπιζομένων πράξεων εὕρατο παρὰ θεοῦ, ὅτι πάντως ἐκβήσεται κατὰ τόνδε τὸν [*]() τρόπον ὡρισμένως.

d. ἄλλως· οὐδεὶς ἀνθρώπων πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεῶν σημεῖον. Φιλόχορος δὲ (FHG I, 416) τὰς ἐκ φήμης μαντείας, τουτέστι κληδόνας [*]() καὶ πταρμοὺς σύμβολόν φησι λέγεσθαι· | χρήσασθαι δὲ αὐτοῖς πρώτην Δήμητραν.[*]()

[*]()e. οὔπω τις ἐπιχθονίων: οὐδεὶς ἀνθρώπων περὶ πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεοῦ σημεῖον ἢ τεκμήριον ὅτι πάντως ἐκβήσεται κατὰ πάντα τρόπον ὡρισμένως εἰπεῖν.

[*]()τετύφλωνται φραδαί: ἀπροόρατοί εἰσιν αἱ γνώσεις καὶ ἀφανεῖς αἱ ἀποβάσεις.

[*]()a. ἔπεσεν ἔμπαλιν μὲν τέρψιος: τὰ ἐναντία τῇ τέρψει, τουτέστι τὰ ἀηδῆ.[*]()

b. καὶ γὰρ τοῖς ἕτερα τῆς γνώμης προσδοκῶσι τὰ ἐναντία συνέβη. τὸ δὲ ἔπεσεν ἀπὸ μεταφορᾶς τῶν κύβων.

c. οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χαλεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς

1.353
τὸν Ἐργοτέλη ἔχει, ἐπειδὴ προσδοκήσας ἐκ τοῦ κατὰ Κρήτην πολέμου καὶ τῆς φυγῆς ἀδέξια τὰ μέλλοντα δι᾿ εὐτυχίαν πολλὴν ὕστερον δόξαν ἐκτήσατο.[*]()

d. ἄλλως· τὰ ἐναντία [*]() τῇ τέρψει, τουτέστι τὰ ἄδηλα καὶ ἀφανῆ ἀηδῆ.

e. ἄλλως· ἔνιοι δὲ ἐν ζάλαις καὶ πραγμάτων χειμῶσι γενόμενοι [*]() ἐν μικρῷ χρόνῳ μετήμειψαν καὶ μετήλλαξαν εἰς βαθὺ καὶ μέγα ἀγαθὸν παραγενόμενοι.

a. ἀντικύρσαντες: ἀντὶ τοῦ ἐντυχόντες ζάλαις καὶ [*]()τρικυμίαις.

b. ἔνιοι ἐν ζάλαις περιπεσόντες πραγμάτων καὶ χειμῶσιν ἐκομίσαντο ἐν μικρῷ χρόνῳ ἀντὶ τοῦ πήματος βαθὺ ἀγαθόν. ταύτην δὲ τὴν γνώμην λέγει πολλάκις ὁ Πίνδαρος, ὅτι παρὰ μὲν εὐτυχίαν κακὸν ἐμβαίνειν εἴωθε, παρὰ δὲ δυστυχίαν ἀγαθόν. καὶ γὰρ ὁ Ἐργοτέλης φυγαδευθεὶς καὶ ἐπὶ ἆθλον ἀγωνισάμενος ἐνίκησεν.

πήματος ἐν μικρῷ: λείπει ἡ ἀντί, ἵν᾿ ᾖ ἀντὶ [*]() πήματος. τοῦτο δὲ εἶπε διὰ τὸν Ἐργοτέλη· | καὶ γὰρ οὗτος [*]() ἐκ πημάτων τῶν περὶ τὴν ἀπόπτωσιν ἀγαθὸν ἔσχε τὴν νίκην.

υἱὲ Φιλάνορος: ὁ λόγος πρὸς τὸν Ἐργοτέλη υἱὸν [*]() ὄντα Φιλάνορος. λέγει δὲ, προδεδηλωκὼς περὶ τῶν συμφορῶν ὅτι φιλεῖ μεταπίπτειν ἐξ ἀγαθῶν μὲν κακὰ, ἐκ κακῶν δὲ ἀγαθὰ, ὅτι καὶ Ἐργοτέλης εἰ μὴ ἐφυγαδεύθη, οὐκ ἂν ἠγωνίσατο.

a. ἅτ᾿ ἀλέκτωρ: τὸν ἀλεκτρυόνα παρέλαβε διὰ τὸ [*]() τὰς τῶν ἀλεκτρυόνων μάχας [καὶ] κατοικιδίας γίνεσθαι καὶ μηδὲν ἄξιον λόγου δρᾶν δημοσίᾳ.

1.354

[*]()b. ἐνδομάχας ἅτ᾿ ἀλέκτωρ: τὸν ἀλέκτορα παρείληφε διὰ τὸ κατοικιδίους ποιεῖσθαι τὰς μάχας τὸ ζῷον τοῦτο καὶ μηδὲν λόγου ἄξιον δρᾶν δημοσίᾳ. θέλει δὲ εἰπεῖν ὅτι εἰ μὴ ἔφυγεν ἐκ τῆς πατρίδος, οὐκ ἂν ἐστεφανώθη.

c. ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργότελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴπερ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι.

[*]()a. συγγόνῳ παρ᾿ ἑστίᾳ: ἐν τῇ Κρήτῃ κατοικίδιον [*]() ἂν ἔσχε τὴν ἀρετήν.

b. συγγόνῳ, ἐν τῇ συγγενικῇ, τῇ ἀπὸ προγόνων· Κνώσσιος γὰρ ἦν. λέγει δὲ ὅτι καὶ τὸ δόξαν κακῶς γεγενῆσθαι, τὸ τῆς φυγῆς, τοῦτο αὐτῷ ἀγαθὸν προέβη.

[*]()a. κατεφυλλορόησε ποδῶν: τουτέστιν, ἡ ταχυτής σου ἐμαράνθη· ἀπὸ τῆς τῶν φύλλων φυλλοροήσεως.

b. εἴπερ οὖν, φησι, μείνας ἦς ἐν τῇ πατρίδι, ἅτε ἐνδομάχης ἀλέκτωρ, οὕτως περιεῖδες ἂν φυλλοροοῦσάν σου τὴν ἀρετὴν, τουτέστι μαραινομένην. βούλεται δὲ εἰπεῖν ὅτι ἀπόδοξος ἂν ἦς.

[*]()Κνωσσίας: Κνώσσιος ὁ Ἐργοτέλης· διὰ δὲ στάσιν ἦλθεν . . . ὅπου ἤθλησεν.

[*]()a. νῦν δ᾿ Ὀλυμπίᾳ στεφανωσάμενος: ἐκ δὲ ταύτης τῆς αἰτίας τῆς κατὰ τὴν φυγὴν στεφθεὶς ἐν Ὀλυμπίᾳ

1.355
καὶ ἐν Πυθίᾳ καὶ ἐν Ἰσθμῷ, τὰ θερμὰ ὕδατα τῶν Νυμφῶν ἐν τῇ Ἱμέρᾳ ὑψοῖς καὶ ἐπαίρεις τῇ δόξῃ.[*]()

b. βούλεται δὲ λέγειν ἀπὸ μέρους αὐτὴν τὴν πόλιν· τόπος γὰρ ἐν αὐτῇ τὰ θερμὰ λουτρὰ τὰ φυσικὰ ἔχων.[*]()

a. θερμὰ Νυμφᾶν: ἀντὶ τοῦ ἐπαίρεις καὶ αὔξεις. [*]()

b. ἀπὸ μέρους δέ φησι τὴν Ἱμέραν ἀντὶ τοῦ τὴν Σικελίαν, ὅτι ἐν Μεγάροις θερμὰ λουτρά ἐστιν, ἃ τῷ Ἡρακλεῖ φασι τὴν Ἀθηνᾶν ἀναδοῦναι ἵνα λούσηται, ὅτε τὰς βοῦς ἀπελαύνων Γηρυόνου παρεγένετο. τινὲς δὲ τὰς Νύμφας ἀναδοῦναι αὐτὰ, ὡς ὁ Πίνδαρος.

c. θερμὰ Νυμφᾶν: τὰ θερμὰ ἐν τῇ Σικελίᾳ τὰ [*]() τῆς Ἱμέρας πόλεως λέγεται Ἀθηνᾶν ἀναδοῦναι εἰς ἀπόλαυσιν Ἡρακλεῖ, ἡνίκα ἐκεῖ ἐφάνη (τινὲς δὲ Νύμφας, καθὼς καὶ Πίνδαρος), ἵνα ἀπολούσηται, ὅτε τὰς Γηρυόνου βοῦς ἀπελαύνων παρεγένετο.[*]()

λοιπὸν ὡς ἐν ἰδίᾳ γῇ παροικῶν καὶ οὐδενὸς τῶν [*]() ἔξωθεν ἐπιδεόμενος.[*]()

τέλος Ἐργοτέλους. [*]()