Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Τὸν Ὀλυμπιονίκαν: ὁ λόγος πρὸς τὰς Μούσας, ἢ πρὸς τοὺς τοῦ χοροῦ.

[*]()b. Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι: ἔοικεν ὁ Πίνδαρος ἐκ πολλοῦ συνθέμενος γράφειν τὸν ἐπίνικον ὀλιγωρῆσαι τῆς γραφῆς, αὖθις δὲ ἀποδιδοὺς αὐτῷ σὺν τόκῳ ὥσπέρ τι χρέος παλαιὸν διαλύεσθαι προσθεὶς ἕτερόν τι ᾠδάριον τὸ ἑξῆς.

[*]()c. ἀνάγνωτέ μοι: ἀντὶ τοῦ ἀναγνωρίσατέ μοι.

d. ἀναμνήσατέ με, ὦ Μοῦσαι, ἐν ᾧ χωρίῳ τῆς φρενός μου

1.309
Ἀγησίδαμός ἐστιν.

e. ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. καὶ Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 540)· σὲ δ᾿ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λόγους.[*]()

f. ἔστι δὲ τροπικῶς ταῦτα.[*]()

g. τὸν Ὀλυμπιονίκαν: ἀπὸ τῆς ἀρχῆς τοῦ προοιμίου [*]() ὁ Πίνδαρος δῆλός ἐστιν ὅτι πρὸ πολλοῦ μὲν ἠξίωτο γράψαι, ὑπερθέμενος δὲ νῦν ὡς ἐξ ὑπομνήσεως ἀποδοῦναι βούλεται τὸν ὕμνον.[*]()

h. ἀναγνωρίσατέ μοι καὶ εἰς μνήμην τὴν ἐμὴν ἀγάγετε [*]() τὸν Ὀλυμπιονίκην τὸν τοῦ Ἀρχεστράτου υἱὸν, καὶ εἴπατε ἐν ποίῳ μέρει μου τῆς διανοίας κεχάρακται. χρεωστῶν γὰρ αὐτῷ ὕμνον γλυκὺν, ὦ Μοῦσαι, ἐπελαθόμην μέχρι τοῦ παρόντος.[*]()

i. τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημονευτικὸν [*]() καὶ φανταστικὸν, καὶ τὸ μὲν λογιστικόν ἐστιν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ φανταστικὸν ἐν τῷ μετώπῳ, τὸ δὲ μνημονευτικὸν μέσον τῶν δύο. ἔχουσι δὲ ἀμφότερα, τό τε λογιστικὸν καὶ φανταστικὸν, ὥς τι ταμεῖον τὸ μνημονευτικὸν, καὶ ἐναποτιθεῖσιν ἐν αὐτῷ ἅπερ ἐκεῖνο μὲν φαντάζεται, ἐκεῖνο δὲ, ἤγουν τὸ λογιστικὸν, λογίζεται. ἐκ δὲ τούτου, ἤγουν τοῦ μνημονευτικοῦ, ἔχομεν μνημονεύειν ἅπερ ἀνέγνωμεν καὶ ἅπερ ἐθεασάμεθα. διά τοι τοῦτο καὶ ὁ Πίνδαρος εἶπεν· ἀναγνωρίσατέ μοι, ὦ Μοῖσαι, ἐν ποίῳ μέρει τῆς φρενὸς γέγραπται, ἤγουν κεχάρακται, ὁ παῖς τοῦ Ἀρχεστράτου, ἤγουν ὁ Ἀγησίδαμος.[*]()

a. πόθι φρενός: ἐν ποίῳ μέρει τῆς ἐμῆς ψυχῆς [*]()ἀπόκειται.

b. διὰ τὸ μῆκος τοῦ χρόνου.

c. γράφεται δὲ καὶ ἐγγέγραπται, οἱονεὶ ἐγκεχάρακται.

1.310

[*]()a. ὦ Μοῖσ᾿, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός: σὺ τοίνυν, ὦ Μοῦσα, καὶ σὺ, τοῦ Διὸς θυγάτηρ Ἀλήθεια, ταῖς ἴσαις καὶ δικαίαις χερσὶν ἀποκωλύσατε καὶ ἀπείρξατε ἀπ᾿ ἐμοῦ τὴν ἐπίπληξιν καὶ τὴν ἐπιτίμησιν ἣν ἄν τις εἰς ἐμὲ ποιήσαιτο ὡς εἰς τὸν ξένον μου καὶ φίλον ἡμαρτηκότα, ὅτι ἐψευσάμην καὶ ἐβράδυνα πληρῶσαι τὸν ὕμνον.[*]()

[*]()b. ἀλιτόξενον: διαμαρτάνουσαν εἰς τοὺς ξένους, ὅτι ξένου αὐτῷ ὄντος τοῦ Ἀρχεστράτου ψευσάμενος ἤλιτεν εἰς αὐτόν[, ὅ ἐστιν ἥμαρτεν].

[*]()a. Ἀλάθεια: τὴν Ἀλήθειαν Διός φησι θυγατέρα εἶναι, ἐπεὶ τούτῳ πρέπει τὸ ἀληθεύειν· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύτητον (Α 526).

b. ὁ δὲ λόγος· ἀλλὰ σὺ, ὦ Μοῦσα, καὶ Ἀλήθεια τὴν τῶν ψευδῶν ἐπίπληξιν ἐρύκετε.

[*]()a. ἀλιτόξενον: τὴν τοὺς ξένους βλάπτουσαν.

b. ὅτι καὶ οὗτος εἰς Ἀρχέστρατον ξένον ὄντα ἤλιτεν.

[*]()a. ἐπελθών: ὁ ἐκ πολλοῦ διαστήματος ἐλθών.

b. ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει.

c. πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν, ἡνίκα ἀναμνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν.

[*]()d. ἕκαθε γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος: ὁ προσδοκώμενος μετὰ τὴν ὑπόσχεσιν ἔσεσθαι, καθ᾿ ὃν ἀποδίδωσι τὸν ἐπινίκιον.

e. ὁ μελλητικός.

f. ὁ γὰρ ἐκ πολλοῦ διαστήματος χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχυνεῖ· οἷον βαθὺ αὐτὸ καὶ πολὺ ποιήσει χρέος καὶ αὐξηθησόμενον

1.311
τόκοις.[*]()

g. ἕκαθε γάρ: ἀφ᾿ οὑκερ ὑπεσχόμην, πρὸς [*]() τοῦτο ἕκαθε.[*]()

h. ὁ γὰρ ἐπιγενόμενος χρόνος μετὰ [*]() τὴν ὑπόσχεσιν πολὺς ὢν καταισχύνει τὸ ὄφλημα· διὰ δὲ τούτου σημαίνει ὅτι πολὺς ὁ διὰ μέσου χρόνος διελήλυθεν εἴπερ ὁ μέλλων χρόνος οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν ἐλήλνθεν, ἡνίκα μνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν.[*]()

i. ὁ δὲ νοῦς· οὐ γὰρ ὡρισμένως οὐδὲ καθὼς ὑπεσχόμην. [*]() ἀλλὰ πόρρω τῆς προθεσμίας ὁ τότε ὡρισμένος καὶ τότε μέλλων [προσδοκώμενος] χρόνος αἰσχύνης ἀξίαν μηνύει μου τὴν ὑπόσχεσιν καὶ ὀφειλὴν βραδύνας.[*]()

βαθὺ χρέος: μέγιστον ὄφλημα τὸν ὕμνον λέγει. [*]()

ὅμως δέ γε λῦσαι δυνατός: ὅμως ἠρεθισμένην [*]() τὴν τῶν θνητῶν ἐπιμομφὴν δυνατὸς ὁ τόκος ἐστὶ λῦσαι. ὀξεῖαν γὰρ τὴν ἠρεθισμένην ἢ τὴν εὐεπίφορον· ὁ δὲ ὀφείλων ἐπιδιδοὺς τόκον ἄμεμπτος γίνεται· φιλοκερδεῖς γὰρ οἱ ἄνθρωποι.

a. νῦν ψᾶφον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον [*]() δὲ ἔξωθεν τούτῳ. ἰδίωμα δέ ἐστι Πινδάρου οὕτως ἐλλείπειν τὸ ὥς. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον ἐπ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην καὶ ἐπιφερομένην μοι μέμψιν ἐκκλύσω καθάπερ ψῆφον.

b. ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.

c. νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει [*]() ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον

1.312
δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ.

d. τινὲς δὲ [*]() πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα.

e. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. [*]()

f. ἢ οὕτω· νῦν τὴν τῶν ἀνδρῶν μομφὴν ὥσπερ ψῆφον δινουμένην κατακλύσει τὸ τῶν ὕμνον ῥεῦμα ὡς κῦμα.[*]()[*]()

g. ἄλλως· νῦν ψᾶφον ἑλισσομέναν: νῦν [ψᾶφον] τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν κατακλύσει ὁ ὕμνος ὡς ψῆφον [*]() κῦμα, | ὅταν τὸν κοινὸν λόγον, τουτέστι τὸ ποίημα, πρὸς [*]() χάριν ἀποτίσωμεν.

h. προσυπακουστέον δὲ τὸ ὥς, ἵν᾿ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα καταλύσει αὐτήν. [*]()

i. ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατακλύζει,[*]() οὕτω καὶ τὸν ἐπίνικον ἀποδώσομεν.

k. ἢ οὕτως· [*]() λείπει τὸ ἴδωμεν ἢ θεωρήσωμεν.

l. νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατακλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ᾿ ἡμῶν [*]() ἑλισσομένην λοιδορίαν.

m. ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσφιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν.[*]()

n. ἑλισσομέναν: κυλιομένην. [*]()

1.313

a. ὅπα κῦμα κατακλύσει: τινὲς τὸ ὅπα ἀντὶ τοῦ [*]() ὥς νῦν παραλαμβάνουσιν.

b. ὅπα κῦμα: οἱ μὲν ὅπου, οἱ δὲ ὅκως. [*]()

a. κοινὸν λόγον: Ἀρίσταρχος κοινὸν λόγον τὸν [*]() ὕμνον, οὗ πολλοὶ ἐπιθυμοῦσι· πολύκοινος γὰρ καὶ εὐεπίφορός ἐστιν εἰς τὸ λέγειν.

b. κοινὸν λόγον: ἕτεροι μὲν τὸν περὶ τῶν πολλῶν [*]() λόγον· οἱ δὲ τὸν ὕμνον ἤκουσαν, ἤτοι ὅτι πλείονες αὐτοῦ μεθέξουσιν [οἱ νικηφόροι], ἢ ὅτι διὰ πολλῶν ἔσται στομάτων.

c. ὅπα τε κοινὸν λόγον: ὅπως τὸν ὕμνον ἀποτίσωμεν [*]() προσφιλῶς τε καὶ κεχαρισμένως τῷ ἐγκωμιαζομένῳ.[*]()

φίλαν ἐς χάριν: εἰς χάριν, φησὶ, τοῦ νενικηκότος· [*]() ἵν᾿ ᾖ δῆλον ὅτι καθαρεῖ καὶ ἀποτρίψει τὸ ὄφλημα.[*]()

a. νέμει γὰρ ἁ τραχεῖα πόλις: ἀντὶ τοῦ εὐνομεῖται· [*]() διὸ δεῖ χαρίζεσθαί με τὸν ὕμνον.

b. ἢ νέμει. οἱονεὶ νομὴν καὶ λαβὴν δίδωσιν ἡ πόλις πρὸς τὸ ἐγκωμιάζειν· διό φησι· μέλει τέ σφισι Καλλιόπα, τουτέστιν ἐν μουσικῇ καὶ πολέμῳ διαφέρουσιν.

c. ἢ οὕτως· ἡ ἀτρέκεια νέμει τὴν πόλιν τῶν Λοκρῶν, ἀντὶ τοῦ ἐπαληθεύει ἡ τῶν Λοκρῶν πόλις· διὸ καὶ ἐμοὶ φυλακτέον ἐστὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν γράφοντι τὸν ἐπίνικον καὶ ἀποδιδόντι Ἀγησιδάμῳ. ὁ δὲ Δίδυμός φησιν ἔχειν λόγον καὶ τὴν ἑτέραν νέμει γὰρ ἁ τραχεῖα πόλις Λοκρῶν, ἐπεὶ περὶ χάριτός ἐστιν ὁ λόγος· ἀπονέμει ἡ τραχεῖα πόλις τὴν χάριν,

1.314
τουτέστιν οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν πόλις πρὸς ἐγκώμια· διό φησιν· μέλει τέ σφι Καλλιόπα.

[*]()d. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ [*]() νέμεται καὶ ἔστιν ἐν τῇ ἀληθείᾳ, | τουτέστι καὶ μεθ᾿ ἑαυτῆς [*]() ἔχει τὴν ἀλήθειαν ἡ τῶν Λοκρῶν πόλις. | οὐ δεῖ οὖν,[*]() φησιν, οὐδ᾿ ἐμὲ ψεύδεσθαι.[*]()

e. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν, τουτέστιν ἀληθεύει ἡ τῶν Λοκρῶν [*]() πόλις. | διὸ καὶ ἐμοὶ τὴν πρὸς αὐτοὺς ἀλήθειαν φυλακτέον.

f. ἐπεὶ γὰρ περὶ χάριτός ἐστιν ὁ λόγος, φησὶν· ὅπα τε κοινὸν λόγον τίσομεν ἐς χάριν· ἀπονέμει γὰρ ἡ τραχεῖα πόλις.

g. τινὲς οὕτως· οἶδεν ἀντιχαρίζεσθαι ἡ τῶν Λοκρῶν [*]()πόλις.[*]()

h. νέμει γὰρ ἀτρέκεια πόλιν Λοκρῶν: ἀντὶ τοῦ ἔχει νομὴν καὶ δίδωσι λαβὰς ἡ πόλις τῶν Λοκρῶν [*]() | πρὸς ἐγκώμια· διὸ ἐπήνεγκε· μέλει τέ σφι Καλλιόπα καὶ χάλκεος Ἄρης. καὶ γὰρ καὶ ἐν τῇ μουσικῇ διαφέρουσι κἀν τοῖς κατὰ πόλεμον· διὸ ἀφορμὰς δίδωσι τοῖς βουλομένοις.[*]()[*]()

i. τραχεῖα δὲ εἰκότως ἂν λέγοιτο, λοφώδης οὖσα καὶ ἐπιθαλασσίδιος. [*]() | αὐτὸς γάρ φησιν (fr. 200)· οἵ τ᾿ ἀργίλοφον πὰρ Ζεφυρίου κολώναν. καὶ ὃ βούλεται λέγειν, ἔστι τοιοῦτον· καίπερ τραχεῖα οὖσα εὐνομεῖται. διὰ τί δέ, φησὶν Ἀριστοτέλης (fr. 548)· ἐπειδὴ γὰρ ἐχρῶντο τῷ θεῷ πῶς ἂν πολλῆς ταραχῆς ἀπαλλαγεῖεν, ἐξέπεσεν αὐτοῖς χρησμὸς ἑαυτοῖς νόμους τίθεσθαι. ὅτε καί τις ποιμὴν, ᾧ ὄνομα

1.315
Ζάλευκος, πολλοὺς νόμους δυνηθεὶς εἰσενεγκεῖν τοῖς πολίταις δοκίμους, γνωσθείς τε καὶ ἐρωτηθεὶς πόθεν εὕροι, ἔφησεν ἐνύπνιον αὐτῷ τὴν Ἀθηνᾶν παρίστασθαι· διὸ αὐτός τε ἠλευθέρωται καὶ νομοθέτης κατέστη.

k. οὐκ ἀπὸ σκοποῦ [*]() δὲ μουσικοὺς εἶπε τοὺς Λοκρούς· Λοκριστὶ γάρ τις ἁρμονία ἐστὶν, ἣν ἀσκῆσαί φασι Ξενόκριτον τὸν Λοκρόν.[*]()

a. Ζεφυρίων: τῶν Ἐπιζεφυρίων. τρισσά εἰσιν ἐν [*]() Ἑλλάδι ἔθνη τῶν Λοκρῶν· Ἐπικνημίδιοι καὶ Ὀζόλαι καὶ Ἐπιζεφύριοι· Ἐπικνημίδιοι μὲν οἱ μετὰ τοῦ Ὀιλέως Αἴαντος εἰς Ἴλιον παραγενόμενοι· οἳ τὸ ὄνομα παρ᾿ οὓς αἱ κνημῖδες τοῦ Ὀιλέως Αἴαντος ὅπου κεῖνται. Ὀζόλαι δὲ ὑπέρκεινται καὶ αὐτοὶ . . . ἀπὸ τῶν φυγόντων Κενταύρων ἐκλήθησαν Ὀζόλαι. τρίτον δὲ Ἐπιζεφύριοι Ἰταλοὶ μίαν πόλιν καὶ οὐκ ἐθνηδὸν οἰκοῦντες· ἀπὸ δὲ ἄκρας ὑπερκειμένης Ἐπιζεφυρίας ἐκλήθησαν Ἐπιζεφύριοι· ὧν εἷς ἐστιν ὁ νενικηκώς.

b. μέλει τέ σφι Καλλιόπα: οὐκ ἀπὸ σκοποῦ [*]() τούτους εἶπε τοὺς Λοκροὺς μουσικοὺς, ἀλλ᾿ ὅτι ἔστι τις ἁρμονία Λοκριστὶ προσαγορευομένη, ἣν ξυναρμόσαι φασὶ Ξενόκριτον τὸν Λοκρόν. Καλλίμαχος (fr. 541)· ὃς Ἰταλὴν ἐφράσατ᾿ ἁρμονίην.

a. Κυκνέα μάχη: ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς [*]() φυγὼν αὖτις ἀνεῖλε, Στησίχορος (fr.12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ φησίν. διὰ τὸν Ἀγησίδαμον δὲ εἰκότως ἡ

1.316
ἱστορία· οὗτος γὰρ καταλύειν ἤδη προῃρημένος ὑπὸ τοῦ ἀλείπτου ἀνερρώσθη παραθήξαντος αὐτόν.

[*]()b. τράπε δὲ Κυκνέα μάχα: ἐτράπη δὲ καὶ ὑπεχώρησεν ἐν τῇ πρὸς τὸν Κύκνον μάχῃ ὁ μέγιστος Ἡρακλῆς, παρορμήσαντος Ἄρεος τὸν Κύκνον. ἐμαχέσατο δὲ Ἡρακλῆς ὅτι κακόξενος ἦν Κύκνος καὶ ἐν παρόδῳ τῆς Θεσσαλίας οἰκῶν ἀπεκαρατόμει τοὺς παριόντας ναὸν τῷ Ἀπόλλωνι βουλόμενος ἐκ τῶν κεφαλῶν οἰκοδομῆσαι, καὶ αὐτῷ παριόντι ἐπιβουλεῦσαι ἠθέλησε. συστάσης οὖν αὐτοῖς μάχης ἐφυγάδευσεν Ἡρακλῆς, συμβαλλομένου Ἄρεος τῷ παιδὶ Κύκνῳ. ἀλλ᾿ ὕστερον Ἡρακλῆς καὶ τοῦτον ἀπέκτεινε. Στησίχορος [*]() (fr. 12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ ἱστορεῖ.

c. τοιγάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο. [*]()

d. ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.[*]()

[*]()[ὑπέρβιον Ἡρακλέα:] ὡς Ἡρακλέα τραπέντα ἀνέρρωσεν ἡ Ἀθηνᾶ, οὕτως καὶ τὸν Ἀγησίδαμον ὁ Ἰόλαος.[*]()

[*]()a. Ἰολάῳ φερέτω χάριν: ἐτράπη μὲν ἐν τῇ μάχῃ τοῦ Κύκνου ὁ Ἡρακλῆς. ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἄπόλλωνι ποιῆσαι βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς

1.317
νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος.[*]()

b. Ἰόλᾳ φερέτω χάριν: οὕτω, φησὶ, τῷ Ἰόλᾳ χάριν [*]() ἐχέτω ὁ Ἀγησίδαμος ὁ πύκτης, ὥσπερ Πάτροκλος τῷ Ἀχιλλεῖ. τοῖς γὰρ ὅπλοις ἠρίστευσε τοῖς ἐκείνου.

ὡς Ἀχιλεῖ Πάτροκλος: ὁ γὰρ Ἀχιλλεὺς τοῖς [*]() ἰδίοις ὅπλοις κοσμήσας Πάτροκλον καὶ παραθαρρύνας ἔπεμψεν εἰς τὸν πόλεμον.[*]()

a. φύντ᾿ ἀρετᾷ: τὸν φύντα πρὸς ἀρετὴν σὺν θεοῦ [*]() παλάμῃ παροξύνας τις πρὸς μέγα κλέος ὁρμῆσαι ποιήσειεν.

b. τὸ δὲ παλάμῃ ἀντὶ τοῦ γνώμῃ καὶ βουλῇ καὶ ἐπινοίᾳ. [*]()

πελώριον: τὰ β΄ μία ἐστὶ περίοδος ιζ΄ συλλαβῶν.[*]()[*]()