Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἄριστον μὲν ὕδωρ: τρία ἐν ἀνθρώποις ὁ Πίνδαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ

1.17
ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλλων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ δόξαν τὴν Ὀλυμπίασι νίκην.[*]()

b. ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ [*]() μὲν ὕδωρ τῶν ἄλλων στοιχείων χρησιμώτερον, ὁ δὲ χρυσὸς τῆς λοιπῆς ὕλης προτιμότερος, οὕτως καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν προτιμότερος τῶν ἄλλων. καὶ δευτέραν ἀπόδειξιν συγκριτικὴν ποιεῖται, τῶν τοῦ πλούτου χρημάτων ἀξιολογώτερον καὶ τιμιώτερον ἀποδεικνὺς τὸν χρυσόν. εἰ δὲ μὴ ἐβράδυνεν, ἠρκέσθη ἂν εἰς τὸν περὶ τῶν στοιχείων λόγον, καίτοι κεφαλαιωδέστερον ὄντα. ἀλλὰ πολύς ἐστιν ἐγκωμιάζων τὸν πλοῦτον, καί φαμεν ἡττᾶσθαι αὐτὸν τῆς ἑαυτοῦ φύσεως φιλοχρημάτου τυγχανούσης.

c. ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι [*]() τοῦ δυνατοῦ πλούτου οὕτω διαλάμπει ὡς ἐν νυκτὶ πῦρ καιόμενον.[*]()

d. ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ [*]() Θαλῆν τὸ ὕδωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς διαπρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλοῦτῳ χρυσός.[*]()

e. ἄλλως. οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται [*]() ἢ τεσσάρων ὄντων τῶν ἱερῶν ἀγώνων συγκριτικῶς ἐπιδοξότερον τὸν Ὀλυμπιακὸν ἀποφῆναι. οἰκειότατα δὲ καὶ τὴν εἰκόνα τῆς συγκρίσεως παρείληφε. τεσσάρων ὄντων ὡς ἔφην τῶν ἱερῶν ἀγώνων, καὶ αὐτὰ τὰ κοσμικὰ στοιχεῖα ἰσάριθμα

1.18
ὄντα τοῖς ἀγῶσι παραλαμβάνει, εἶτα τούτων τῶν στοιχείων χρειωδέστερον τὸ ὕδωρ ἀποδείκνυσι, τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι. λέγουσι μὲν γὰρ αὐτοῦ τὸ λεπτομερὲς ἀέρα γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν· ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον [*]() τὸν δι|άπυρον αἰθέρα πῦρ. διὰ τοῦτο ἄριστον εἶπε τὸ ὕδωρ, ἐπεὶ δοκεῖ τῆς τῶν ἄλλων γενέσεως αἴτιον εἶναι. τὸ γὰρ αἴτιον τῶν δι᾿ ἑαυτοῦ γινομένων, τοῦτο προὔχον τῶν ἄλλων. ἔνιοι δὲ καὶ τοῦτο προστιθέασι λέγοντες, ὅτι καὶ πρὸς τὰ λογικὰ καὶ ἄλογα ζῷα ἀναγκαιότερόν ἐστι τὸ ὕδωρ, μάλιστα πρὸς θάλπος, καὶ ὅτι τὰ φυτὰ ἐκ τοῦ ὕδατος τρέφεται, ἡμεῖς δὲ ἐκ τῶν σπερμάτων ζῶμεν, τὰ δὲ σπέρματα οὐκ ἄλλως δύναται ζῳογονηθῆναι εἰ μὴ ἀπὸ ὕδατος. εἰκότως [*]() τοίνυν | τὸ ὕδωρ μεῖζον τῶν ἄλλων στοιχείων. τινὲς δὲ καὶ τὸ Ὁμηρικὸν παραλαμβάνουσιν (Ξ 201)· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. εἰ δὲ ὁ Ὠκεανὸς ποταμὸς καὶ ἡ Τηθὺς πηγὴ, ἡ δὲ τῶν θεῶν γένεσις ἐκ τοῦ [*]() Ὠκεανοῦ γεννᾶται, εἰκότως καὶ τὸ ὕδωρ | τῶν ἄλλων στοιχείων προτιμότερον. ἀπεδείξαμεν οὖν διὰ πολλῶν τῶν τεσσάρων στοιχείων προτιμότερον τὸ ὕδωρ· πρὸς ταύτην
1.19
τὴν ἀπόδειξιν τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐπιτιμότερον ἀποδείκνυσιν. [*]()

f. ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα [*]() γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ τῶν ἄλλων στοιχείων ἄμεινον τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων.

g. ἄλλως· ἄριστον μὲν ὕδωρ· ὁ δὲ χρυσὸς διαπρέπει [*]() τοῦ μεγάλως δυναμένου πλούτου, ἅτε τὸ αἰθόμενον πῦρ ἐν νυκτὶ, ἤγουν ὁ πυρσός. ἀπὸ κοινοῦ τὸ διαπρέπει.

h. τέσσαρες ἔπαινοι τοῦ ὕδατος· λευκὸν, λεπτὸν, [*]() ψυχρὸν καὶ γλυκύ. διαφοραὶ δὲ τοῦ ὕδατος πέντε· ὄμβριον, πηγαῖον, ποτάμιον, φρεάτιον καὶ λιμναῖον· ὥσπερ καὶ ἐπὶ τοῦ οἴνου· ὁ ἐρυθρὸς, ὁ μέλας καὶ γλυκὺς, ὁ αὐστηρὸς, ὁ κιρρὸς, ὁ λεπτὸς καὶ [ὁ] λευκός.

i. τὸ ὕδωρ παχυνόμενον ποιεῖ τὴν γῆν· λεπτυνόμενον, [*]() τὸν ἀέρα· πάνυ δὲ λεπτυνόμενον, τὸ πῦρ· καὶ κατὰ τοῦτο ἄριστον.[*]()

a. μεγάνορος ἔξοχα: μεγάνορα εἶπε τὸν πλοῦτον, [*]() ὡς μὲν ἔνιοι διὰ τὸ παρασκευάζειν τοὺς κεκτημένους αὐτὸν αὐχητικοὺς καὶ ὑπερόπτας.

b. ἢ ὅτι αὐτός ἐστι μεγαλήνωρ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι. νεῦρα γὰρ πολέμου χρυσός.[*]()

1.20

[*]()c. ἄλλως· μεγάνορος: ἤτοι τοῦ αὐξάνοντος τὰς τύχας [*]() τῶν ἀνθρώπων καὶ ποιοῦντος μείζονα φρονεῖν | τῶν καθηκόντων· ἢ ὅτι αὐτὸς μεγάνωρ ἐστὶ, διὰ τὸ πολλὰ δύνασθαι κατεργάσασθαι.

[*]()a. εἰ δ᾿ ἄεθλα γαρύειν: ἆθλα νῦν εἴρηκε τὰ ἀγωνίσματα.

b. ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος (Ψ 273)·

ἱππῆας τάδ᾿ ἄεθλα δεδεγμένα κεῖτ᾿ ἐν ἀγῶνι.

[*]()c. ἄλλως· ἄεθλα ἀγωνίσματα, περιφραστικῶς τοὺς ἀγῶνας.

d. πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν.

[*]()e. γαρύεν: φωνεῖν. καταλέγειν. διακρίνειν. ὑμνεῖν. Δωρικῶς δὲ τὸ γαρύεν, τοῦ ι ἐκλείψαντος.

[*]()f. τὸ δὲ γαρύεν γαρύειν λέγει, καὶ ἔστιν ἀποβολὴ τοῦ ι, ὅπερ ἔθος Δωριέων. ἡ δὲ γῆρυς ὅτι ἐπὶ τῆς φωνῆς εἴρηται, εὑρήσομέν καὶ παρ᾿ Ὀμήρῳ (Δ 437)·

οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρυς.

g. ἔθος δέ ἐστι Πινδάρῳ, μὴ οἷς προοιμιάζεται συγκριτικοῖς, τούτοις τὰ συγκρινόμενα εὐθέως ἐπάγειν, ἀλλὰ μεταξύ τινα εἰκόνα ἀποδεικτικὴν τῆς βελτιότητος παρεντιθέναι καὶ οὕτω

1.21
τὴν σύγκρισιν ἐπιφέρειν. ποιεῖ δὲ τοῦτο θερμός τις ὢν καὶ πολύνους περὶ τὰ νοήματα.[*]()

θαλπνότερον: θερμότερον, φανερώτερον, |[*]() φαεινότερον· τῇ γὰρ θέρμῃ καίει τὸν ἀέρα καὶ φωτίζειν ποιεῖ.[*]()

a. ἐν ἁμέρᾳ φαεννὸν ἄστρον: εὖ καὶ ἐκ τοῦ καιροῦ [*]() τὸ ἄγαν λαμπρὸν τοῦ ἡλίου βούλεται δεῖξαι ὡς πρὸς τὰ ἄλλα ἄστρα, ἅτινα κατ᾿ αὐτὸν τὸν καιρὸν ἐξασθενεῖ φαίνεσθαι· διὸ καὶ ἁρμοδίως ἄστρον ἐπήγαγεν.

b. ἔρημον εἶπε τὸν αἰθέρα διὰ τὸ ἄγαν πυρῶδες καὶ τὸ μὴ πλησιάζειν αὐτῷ ζῷον ἐν τῷ ἀσφαλεῖ ἢ ὅτι τὸ -ερι- μόριον λέγουσιν ἀντὶ τοῦ μεγάλου, ὡς καὶ Ὅμηρος (Κ 305)· ἐριαύχενας ἵππους.

c. τὸ δὲ σαφὲς οὕτως ἔχει· εἰ δὲ, ὦ προσφιλεστάτη ψυχὴ, ἀγῶνας φωνεῖν καὶ διακρίνειν θέλεις, μηκέτι τοῦ ἡλίου σκόπει ἕτερον ἄστρον μήτε θερμότερον μήτε λαμπρότερον διὰ τῆς ἐρήμου αἰθέρος φερόμενον ἐν ἡμέρᾳ, μηδὲ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἕτερον βελτίονα.[*]()

d. ἄστρον: κακῶς εἶπεν ἄστρον· ἔδει γὰρ εἰπεῖν [*]() ἀστέρα. τὰ γὰρ ἐκ πολλῶν συγκείμενα ἀστέρων ζῴδια λέγονται ἄστρα, ὁ δὲ ἥλιος ἀστήρ.

e. τὸ δὲ ὅλον εἰπεῖν· ὥσπερ ἐν ἄστροις ἥλιον εἴποις θαλπνότερον, οὕτως ἐν ἀγῶσι προκρίναις Ὀλυμπίαν.

1.22

[*]()a. αἰθέρος ἐρήμας: ἡ μὲν θάλασσα ἔχει τοὺς ἰχθῦς, ἡ δὲ γῆ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ, ὁ δὲ ἀὴρ τὰ πτηνά· ὁ μέντοι αἰθὴρ πυρώδης ὢν οὐκ ἔχει.

b. ἢ ἐρήμης, τῆς μὴ ἐχούσης νέφος· οὐ γὰρ συνίσταται εἰς θερμασίαν.

c. ἢ διὰ τὸ μὴ φαίνεσθαι οἰκούμενον.

d. ἢ ὡς πρὸς ἡμᾶς ἐρήμης, διὰ τὸ ἡσύχιον καὶ ἤρεμον.[*]()

[*]()e. διαφέρει ὁ αἰθὴρ καὶ ἡ αἰθὴρ, διότι ἡ αἰθὴρ λέγεται τοῦτο τὸ στερέωμα, ὁ αἰθὴρ δὲ ἀρσενικῶς ἡ ἔναστρος σφαῖρα, ὁ πόλος ἐκεῖνος.[*]()

[*]()a. ὅθεν: ἀπὸ τῆς Ὀλυμπίας.

[*]()b. πολύφατος: ὁ ὑπὸ πολλῶν φημιζόμενος.

c. τουτέστι [*]() πολυθρύλλητος, ὑπὸ πολλῶν λεγόμενος.

d. ἢ ἐν ᾧ πολλοὶ φημίζονται καὶ κλεΐζονται.[*]()

[*]()e. πολύφατος: πολύφημος.

f. ὁ ὑπὸ πολλῶν φημιζόμενος καὶ λεγόμενος. πολυθρύλλητος.[*]()

[*]()a. ὁ ὕμνος ἐκ τῆς Ὀλυμπίας περιβάλλεται ταῖς τῶν σοφῶν μητίεσσι καὶ ὑπὸ πάντων τούτων κατασκευάζεται.

b. ἀμφιβάλλεται δὲ, ἤτοι κοσμεῖται, ἢ περιγράφεται καὶ περιλαμβάνεται· ὥσπερ καὶ Ὅμηρος (Ψ 255)· τορνώσαντο δὲ σῆμα.

[*]()c. ὕμνος ἀμφιβάλλεται: οἱονεὶ περιγράφεται. περιβάλλεται.[*]() |

d. ἔνιοι δὲ κοσμεῖται ὁ ὕμνος.

e. ἡ μεταφορὰ ἀπὸ τῶν στεφάνων.[*]()

[*]()κελαδεῖν: ὑμνεῖν.[*]()

1.23

Κρόνου παῖδ᾿ ἐς ἀφνεάν:

a. ἰστέον ὅτι τὸ [*]() ἱπποτροφεῖν πλουσίων.

b. [τὸ δὲ ἱκομένους] ἀντὶ τοῦ [*]() παραγενόμενοι· τῇ γὰρ αἰτιατικῇ ἀντὶ τῆς ὀρθῆς χρῆται. [ὅπερ οὐκ οἶμαι λόγον ἔχειν.]

c. ἔστι μὲν τὴν ἑστίαν δέξασθαι Κρόνου, καθότι πρόκειται· βέλτιον δὲ οὕτως δέξασθαι· εἰς τὴν τοῦ Ἱέρωνος ἐλθόντας ἑστίαν τὸν τοῦ Κρόνου παῖδα Δία ὑμνεῖν. πιθανώτερον γὰρ τῆς νίκης Ὀλυμπιακῆς οὔσης τὸν Ὀλύμπιον Δία παρὰ τῷ Ὀλυμπιονίκῃ ὑμνεῖσθαι.[*]()

d. οἱονεὶ τοῦτο κατασκευάζει, ὅτι τοῦ ὑμνεῖσθαι τὸν [*]() Δία οὐδείς ἐστιν ἕτερος αἴτιος ἢ ὁ Ἰέρων.

μάκαιραν: εὐδαίμονα. πλουσίαν. [*]()

a. θεμίστεῖον: Ἡρωδιανὸς (I 137, 5) προπαροξύνει, [*]()ἀναλογώτερον γάρ· ἀλλ᾿ ἡ χρῆσις προπερισπᾷ.[*]()

b. ἄλλως· θεμιστεῖον τὸ δίκαιον, παρὰ τὸ θέμις.

c. ἀμφέπει: [*]() περιέπει. οἱονεὶ θεραπεύει.[*]()

a. σκᾶπτον τὸ σκῆπτρον. ἔκθλιψις, ἧς ἐν αἰτίᾳ [*]() παρέμπτωσις.

b. σκᾶπτον ἐν πολυμάλῳ: κατὰ Δωριέας τὸ σκῆπτρον, [*]() ἀποβολῇ τοῦ -ρ- γενόμενον. | φησὶ δὲ τὴν βασιλείαν. [*]() περιπέφρασται δὲ ὁ λόγος. βούλεται γὰρ εἰπεῖν· ὃς μετὰ

1.24
[*]() δικαιοσύνης | βασιλεύει τὴς εὐδαίμονος Σικελίας. ἡ γὰρ πολύμηλος ἀπὸ μέρους εὐδαίμων νοοῖτο ἄν.[*]()

[*]()c. τουτέστι πλουσίᾳ.

[*]()d.πολυμάλῳ: ἤτοι πολυθρεμμάτῳ· ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι. ἢ πολυκάρπῳ. καὶ Ὅμηρος (Ι 542)· καὶ αὐτοῖσ᾿ ἄνθεσι μήλων.

[*]()a. δρέπων μέν: ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος πασῶν τῶν ἀρετῶν τὸ τέλειον, ἀνδρείας καὶ δικαιοσύνης [*]()καὶ τῶν ἑξῆς.

b. αὐτὸ τὸ ἄκρον δρεπόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν· οἱονεὶ ἀφ᾿ ἑκάστης τὸ ὠφέλιμον καρπούμενος.[*]()[*]()

c. ἀκαταλλήλως δὲ τῷ δρέπων τὸ ἀγλαΐζεται ἐπενήνοχεν. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος, ἵν᾿ ᾖ καλλωπιζόμενος ἐπὶ τῷ τῆς μουσικῆς κάλλει, τουτέστι τῆς ᾠδῆς.[*]()

[*]()d. ἄλλως· ἀγλαΐζεται δὲ: ἀκαταλλήλως τῷ δρέπων τὸ ἀγλαΐζεται. ἐχρῆν γὰρ εἰπεῖν ἀγλαϊζόμενος ἐν τῷ τῆς μουσικῆς ἄνθει καὶ τῇ ᾠδῇ, ἤτοι μουσικὸς ὢν ἢ περὶ τὴν μουσικὴν διακείμενος.

e. φίλην δὲ τράπεζαν, ἢ ὅτι κατὰ τὸ ἀναγκαῖον συνεστιῶνται· ἢ ὅτι ἐκ ταύτης αἱ φιλίαι.

[*]()f. δρέπων μέν: ἀντὶ τοῦ δρεπόμενος, ἀπανθιζόμενος καὶ οἷον συλλέγων ὁ Ἱέρων τὰς ἀκρότητας ἀπὸ πασῶν τῶν ἀρετῶν.[*]()

[*]()g. ἄλλως· ἀγλαΐζεται δέ: ἐπαγωγικῶς ἀπὸ τῶν καταριθμηθέντων· εἰρηκὼς γὰρ ἀφνεὸς, ἀγαθὸς, δίκαιος,

1.25
βασιλεὺς, ἐν τῇ ἀρετῇ τὸ δίκαιον, ἐν τῷ πλουτεῖν τὸ νικᾶν, φησὶν ὅτι κέκτηται καὶ μουσικὴν, ἵνα πάσας τὰς βιωτικὰς ἀρετὰς εἴπῃ.[*]()

h. ἄλλως· τῷ εἶναι μουσικὸς, ἢ τῷ διακεῖσθαι περὶ [*]() μουσικὴν, ὥσπερ φιλίατρος οὐ τῷ εἶναι, ἀλλὰ τῷ διακεῖσθαι.[*]()

i. ἀώτῳ δὲ τῆς ᾠδῆς ἄνθει, τουτέστιν ἐν ταῖς [*]() ᾠδαῖς. οὐδὲν γὰρ ἕτερον ἢ μουσικῆς ἄνθος αἱ ᾠδαί.

j. οἷα δὲ ἔφη, ἐν τοῖς παρὰ τὸν πότον εἰωθόσι λέγεσθαι. [*]()[*]()

k. ἀγλαΐζεται: ἀγάλλεται καὶ σεμνύνεται καὶ ἐν [*]() τῷ τῆς μουσικῆς ἀπανθίσματι, οἱονεὶ πεπαίδευται μουσικήν.[*]()

a. οἷα παίζομεν φίλαν: τὴν φιλοποιόν. οὐ γὰρ [*]() ἐχθροὶ εἰς τράπεζαν συνέρχονται.

b. τὸ δὲ παίζομεν ὡς [*]() πρὸς τράπεζαν, οὔτι σπουδαῖον· ἄκαιρον γάρ.[*]()

c. ἢ H gl τὴν προσφιλεστάτην.

d. ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρες: [*]() ὁποῖα μάλιστα μουσικὰ οἱ ἄνθρωποι συνεχῶς κατὰ τὰ συμπόσια

1.26
περὶ τὴν προσφιλῆ τράπεζαν παίζομεν. καλῶς καὶ μετὰ τὴν εὐωχίαν εἷπεν· οὐ γὰρ ἦν σπουδαίου ἄνευ τοῦ εὐωχεῖσθαι κιθαρίζειν.

[*]()e. ἀμφίβολον οὖν πότερον ἀγλαΐζεται μουσικᾶς ἐν ἀώτῳ μουσικὰ συζητῶν παρὰ τὸ δεῖπνον, ἢ ἐπεὶ λύρα περιεφέρετο τοῖς δειπνοῦσιν, ὡς ἀπαρχομένων παιδιᾷ μουσικῇ τοῦ εἰς Ἱέρωνα ὕμνου.

[*]()a. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι.

b. οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν.

c. οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος.

d. τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν᾿ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ [*]() πρὸς τὸ λάμβανε, ἵν᾿ ᾖ ἀπολάμβανε.

e. ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη.[*]()

[*]()f. ἄλλως· ἀλλὰ Δωρίαν ἀπὸ: ὅτι Δωριστὶ συντέτακται [*]() ὁ ἐπίνικος.[*]()

g. περὶ δὲ τῆς Δωριστὶ ἁρμονίας εἴρηται ἐν παιᾶσιν (fr. 67), ὅτι Δώριον μέλος σεμνότατόν [*]() ἐστιν.

h. πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων

1.27
ἔκειντο αἱ κιθάραι· καὶ Ὅμηρος (α 440)· πασσάλῳ ἐγκρεμάσας· διὰ τὸ ἕτοιμον εἶναι εἰς τὸ ἀναλαβεῖν.

i. ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται.

a. τὸ Πίσας δὲ συσταλτέον διὰ τὸ ἀντίστροφον· [*]() οὕτω δὲ οἱ περὶ Πίνδαρον καὶ Σιμωνίδην (fr. 247).

b. περὶ δὲ τῆς Πίσης, ὅτι τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων περιεχόμενος, Πολέμων (FHG II 121) φησίν.

c. ἔνιοι δὲ ὑποσυγχέουσι [*]() τὴν Πίσαν καὶ τὴν Ἦλιν, οὐκ ὀρθῶς δὲ· | διέστηκε [*]() γὰρ ἀπ᾿ ἀλλήλων τὰ χωρία σταδίων πεντήκοντα.

d. ὠνόμασται δὲ Πίσα ἀπὸ τῆς Πίσης τῆς Ἐνδυμίωνος θυγατρός.

e. ἀναλάμβανε, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα, [*]() καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν, εἰ ἄρα σοι ἡ τούτων χάρις τὸν νοῦν ηὔφρανεν.

f. εἴ [*]() τινά σοι ἡ Πίσα καὶ ὁ Φερένικος νικήσας παρέσχε λόγων εὐπορίαν.

a. καὶ Φερενίκου χάρις: ὄνομα τοῦ νικήσαντος [*]()ἵππου.

b. ὁ δὲ νοῦς· εἴ τί σοι, ὦ θυμὲ, ἡ τοῦ ἵππου καὶ τῆς Πίσης χάρις τὸν νοῦν ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν.[*]()

c. χάρις δὲ ἡ ἐπὶ τῇ νίκῃ ἡδονή· φροντίδα [*]() δὲ λέγει τοῦ ἐπινικίου τὴν σκέψιν.

a. ὅτε παρ᾿ Ἀλφεῷ: ἐν Ἤλιδι· ὁ γὰρ Ἀλφεὸς ἐν [*]() Ἀρκαδίᾳ τὰς πηγὰς ἔχει, καὶ ἀπ᾿ αὐτῆς ἀρχόμενος περιρρεῖ καὶ τὴν Ἦλιν.

b. σύτο δὲ, ὥρμα πρὸς τὸν δρόμον.[*]()[*]()

c. (σύτο:) ὥρμα. [*]()

a. ἀκέντητον ἐν δρόμοισιν: ἀμάστικτον αὐτῷ τῷ [*]()

1.28
κατὰ φύσιν τάχει τὸ σῶμα κατὰ τὸν ἀγῶνα διαφυλάξας. ἐκ δὲ τούτου τὸ ταχὺ καὶ πρόθυμον τοῦ ἵππου δηλοῖ. καὶ παρὰ τῷ Ὁμήρῳ (Ψ 387)· ἄνευ κέντροιο θέουσαι.[*]()

[*]()b. ἔσυτο δὲ, οὕτως ὥρμησεν ὡς μὴ δεῖσθαι κέντρου καὶ [*]() μάστιγος. |

c. κράτει ἀντὶ τοῦ νίκῃ.[*]()

d. ὁ δὲ νοῦς· ὁ δὲ Φερένικος ταχύνας ἑαυτὸν κατὰ τὸν ἀγῶνα τῇ νίκῃ προσέμιξε τὸν ἑαυτοῦ δεσπότην Ἱέρωνα.[*]()