Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

304. 〈προτροπάδην〉] ἠπειγμένως, ἢ τὸν οἰκεῖον αὐχένα δεικνύντες

315. μυών] συνέλευσις τῶν νευρῶν

324. ἀπὸ μυώνων] ἀπὸ τῆς συνθέσειως καὶ τῆς συμπλοκῆς τῶν νευρῶν

331. κλόνον] συστροφήν

338. ἱπποκόμου] τῆς ἱπποτρίχου

339. ἐρραίσθη] διεφθάρη, ἐκλάσθη

341. παρηέρθη] ἀπεκρεμάσθη 347. κέασσε] συνέκλασεν

349. τὸ δέ] τὸ αἶμα

356. τὸ “ἐπέχραον” ἀντὶ τοῦ προσεπέλασαν τοὺς χρῶτας αὑτῶν οἱ λύκοι τοῖς χρωσὶ τῶν ἀρνῶν, ἤτοι προσέμιξαν· οἳ δὲ τῶν λέξεων παραφρασταὶ τὸ “ἐπέχραον” ἀντὶ τοῦ ἐπῆλθον ἡρμήνευσαν. § ἀπὸ δὲ θέματος τοῦ χράω τὸ προσπελάζω ὁ μέλλων χρίσω, ὁ ἀόριστος ἔχραον, τὸ τρίτον τῶν πληθυντικῶν ἔχραον καὶ μετὰ τῆς ἐπί προθέ- σεως “ἐπέχραον”

359. ἰδρείῃ] ἐμπειρίᾳ 364. Ὀλύμπου] τοῦ ὄρους

365. αἰθέρος] τοῦ καθαροῦ ἀέρος

372. σφεδανόν] σπεδανόν 375. τανύοντο] ἔτρεχον

392. ἐπὶ κάρ] ὅ ἐστιν ἐπὶ κεφαλήν· κάρην〈ον〉 γάρ ἐστι καὶ κατὰ ἀποκοπὴν κάρη καὶ ἀποκοπῇ πάλιν τοῦ η “κάρ” A +

405. γναθμὸν δεξιτερόν] τὴν δεξιὰν σιαγόνα

410. καδ᾿ δʼ ἄρ᾿ ἐπὶ στόμʼ ἔωσε] κατέρριψεν

412. ἄνδιχα] διχῶς κεάσθη] ἐκλάσθη

422. 〈πόσε φεύγετε νῦν; θοοί ἐστε〉] ἢ οὕτω “νῦν θοοί ἐστε” ἤτοι ταχεῖς εἰς τὸ φεύγειν

437. θείω] κατάθωμαι

456. ταρχύσουσι] ἀπὸ τοῦ τάριχος γίνεσθαι ἐν τεθνηκόσιν κασίγνητοι] οἱ συγγενεῖς· ἀπὸ γὰρ 〈τῆς〉 ἱστορίας ἀδελφὸς αὑτοῦ οὐχ εὑρίσκεται

459. ψιάδας] ῥανίδας λεπτάς