Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

410. στάθμη ἐστὶ 〈σ〉χοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι ἐχρισμένον, ᾧ κανονίζεται τὰ ξύλα A + 415. ἐείσατο] ἐφάνη

416. τώ] ὁ Αἴας καὶ Ἕκτωρ 418. τόν] τὸν Ἕκτορα

432. Κύθηρα νησίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν, ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομάζουσι τὴν θεόν A =

459. αἴνυτο] ἐλάμβανεν 463. ὅς] ὁ Ζεύς

467. μήδεα κείρει] καὶ τὴν προθυμίαν

479. τετραθέλυμνον] τετράπτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλ- λήλους

508. χορόν] ἤτοι χορείαν rec.

512. στρεύγεσθαι] ἤτοι ταλαιπωρεῖσθαι καὶ ὃ ἡμεῖς κατὰ στράγγα λέγομεν ῥέειν

517. πρυλέων] πεζῶν 518. Κυλλήνιον] Ἀρκάδα rec.

520. Μέγης] Ἕλλην οὖτος

528. Φυλείδαο] τοῦ υἱοῦ Φυλέως

530. γυάλοισιν] τοῖς κεκιλωμένοις ἢ τοῖς σώμασιν

535. τοῦ δέ] τοῦ Δόλοπος

537. πᾶς] ὁ λόφος

544. ἐεισάσθην] ἔω τὸ ὁρμῶ, ὁ μέλλων ἔσω, ὁ ἀόριστος εἷσα, ὁ μέσος εἰσάμην εἴσω εἴσατο, καὶ ἐείσατο Ἰωνικῶς, τὸ δυϊκὸν ἐεισάμεθα ἐείσασθον “ἐεισάσθην”

546. Ἱκεταονίδην] τὸν υἱὸν Ἱκετάονος