Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. σφόδρα συνετὸς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης τὸν λογίσμον A +

⌈ἐζήτηται, πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς A. καὶ ῥητέον, ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος⌋ κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθεὶς δὲ ἐπί τὸν Νέστορα 〈ἐπανελθεῖν〉, πάλιν ἀπὸ ταύτης τῆς πράξεω· ἤρξατο, ἀφʼ ἦσπερ αὐτὸν κατέλιπε ποιοῦντα A= τὸ “πέρ ” ἀντὶ τῆς καί, “πίνοντά περ ἔμπης”

7. βροτὸν αἱματόεντα] τὸν μ⌈ολ⌋υσμὸν τοῦ ἀνθρωπείου αἵματος

11. πιθανῶς ὁνέος εἰσῆκται κεχρημένος τῇ χρυσῇ ἀσπίδι· προείρηκε γὰρ ὁ ποιητῆς “ἀλλʼ ἐφομαρτεῖ⌈ον καὶ⌋ σπεύδετον, αἴ κε λά⌈βωμεν⌋᾿᾿ (Il. 8. 191) A=

13. στῆ δʼ ἐκτὸς κλισίης] εἰς ὑψηλὸν γὰρ τόπον ἦν ἡ σκηνή

15. ἔστι ῥῆμα ἐρίπτω, σημαίνει τὸ πίπτω, “ἤριπε δʼ, ὡς ὅτε τις δρῦς” (Il. 13. 389) καὶ “ποσσὶν ἐρίπτων᾿᾿ (Il. 15. 356) ἀντὶ τοῦ καταρρίπτων· οὖ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι καὶ ἤριμμαι παθητικὸς παρακείμενος καὶ ἡρίμμην ὑπερσυντελικός, ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασμιασμὸς ἐρήριπτο, καὶ κατὰ συστολὴν “ἐρέριπτο” A=

16. κωφῷ] μὴ ὐπʼ ἀνέμου ἐγειρομένῳ

17. ὀσσόμενον] προσημαῖνον ἢ προσδεχόμενον A -

25. λάκε] ἤχει ἀτειρής] ὁ ἀκαταπόνητος