Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

555. πολλοῖς βελέεσσιν] ἐν ἄλλαις μάχαις rec.

557. στρωφᾶτο] αὐτοῦ τὸ ἔγχος 559. τεῦ] τινός

560. τισυσκόμενος] καταστοχαζόμενος

569. Ἄρης] τρῶσις A +

578. ἀποπλαγχθεῖσα] ἀποκρουσθεῖσα

583. ὃ δέ] ὁ Ἕλενος 〈πῆχυν〉] τὰ ἑκατέρωθεν μέρη τοῦ ἐν τῷ τόξῳ 〈κέρατος〉 πήχεις ἐλέγοντο, ὁ δὲ Ὅμηρος ἑνικῶς γράφει ‘ὁ πῆχυς᾿ rec.

584. ὁμαρτήτην] ὁμοῦ ἀφῆκαν rec.

588. 〈πτυόφιν〉] τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν κέχρρται πτώσεαων, ἐπὶ γενικῆς δοτικῆς καὶ αἰτιατικῆς· καὶ ἐπὶ γενικῆς μὲν οὕτως “ὡς δʼ ὅτʼ ἀπὸ—πτυόφιν·” ἔστι γὰρ ἀπὸ τοῦ πτύον. ἐπὶ δὲ δοτικῆς“ Ἕκτωρ ἧφι βίηφι᾿᾿ (Il. 22.107) ἔστι γὰρ τῇ ἑαυτοῦ 〈βίᾳ〉. ἐπὶ δὲ αἰτιατικῆς “ἢ ἐπὶ δεξιόφιν (308)· ἔστι γὰρ ‘ἢ ἐπὶ τὰ δεξιά.ʼ ἢ ἐπʼ εὐθείας, ὡς Ἡσίοδος (Opp. 216) “ ὁδὸς —ἑτέρηφι παρελθεῖν.᾿᾿ ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς (fr. 59 B.) οὕτω “Μῶσα, Διὸς θύγατερ ὠρανίαφιτ·᾿᾿ ἔστι γὰρ οὐρανία A+ ἀλῳήν] 〈παρὰ τὴν〉 ἄλσιν

599. οἰὸς ἀώτῳ] ἐρίῳ, ἄνθει rec.

622. οὐκ ἐπιδευεῖς] ἤτοι οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις

741. συλήσας] σκυλεύσας· σῦλα γὰρ τὰ σκῦλα παρὰ τοῖς παλαιοῖς

653. καταῦθι] αὐτόθι

669. θῳήν] τὸ τῆς ἀστρατείας φησὶν ἐπιζήμιον

678. σθένει] ἐκείνων αὐτός] καὶ

682. εἰρυμέναι] εἱλκυσμέναι 684. ζαχρηεῖς] ἰσχυροί

706. τώ] τούτους οἶον] μόνον ἐέργει] ἤτοι ῥέζει

707. ὦλκα] τὴν αὔλακα 716. ἀώτῳ] ἤτοι τῇ σφενδόνῃö

736. δεδήει] πυρόεις γὰρ καὶ καυστικὸς ὁ πόλεμος

756. Πανθοίδην] τὸν υἱὸν Πάνθον

773. νῦν τοι σῶς αἰπὺς ὄλεθρος] ἤτοι μηδὲν ἐλλείπει σοι πρὸς ἀπώλειαν