Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

254. πόποι] φεῦ, παπαί A – 262. ἴδον] Ἰωνικὸν καὶ Ἀττικόν

271. κατʼ ἔμʼ αὐτόν] κατὰ τὴν ἐμὴν δύναμιν

273. τὸ θέμα ξυνίω ἐξύνιον καὶ συστολῇ “ξύνιον”

274. ὔμμες] Αἰολικόν A=

278. μείριω τὸ μερίιω, ὁ μέλλων μερῶ, ὁ μέσος παρακείμενος μέμορα καὶ καθʼ ὑπερβιβασμὸν ἔμμορα

[*](8. τὴν ει δἱφθογγον scripsi: τὰ δίφθογγα ‖ 13, 14. a bibliopega resecta supplevi ex L ‖ 14. ὁ τρίτος ‖ 25. τὸν θ. ‖ 33. ὑπερσυντέλικος ‖ 36. debebat ἀφαιρέσει)
492

282. παῦε] ἀποστροφὴ τὸ σχῆμα

289. σημαίνειν] προστάσσειν A= ἅτινα] εἰς *πείσεσθαι] πεισθῆναι ib. τὸ “πείσεσθμι” ἐνταῦθα ἑρμηνεύεται κατἀ μὲν τὴν πρῴ- τήν ἐπιβολήν, 〈ἐν τῷ〉 “ἅτινα” τοῦ τινά πληθυντικῶς ἐκλαμβανο- μένου καὶ πρὸς τὸ ἅ συναρτωμένου, ἅτινα σὺ πείσεσθαι καὶ σχεῖν καὶ εὑρεῖν τὸν Ἀχιλλέα ὀίω καὶ οἴμαι. τίνα ταῦτα; τὸ “πάντων μὲν κρατέειν,ʼʼ “oτλσιν δὲ ἀνάσσειν” καὶ “πᾶσι σημαίνειν.” διαφέρει ταῦτα. “κρατέειρ” τὸ κράτος ἔχειν πάνταων. καὶ κατὰ τοῦτο διαφέρει τοῦ βασιλεύειν, κατἀ τὴν ἐνέργειαν καὶ τὴν πρᾶξιν· πολλάκις γἀρ βασιλεῖς εἰσιν ἀνενέργητοι, καὶ οἱ ἐνεργεῖς ἀντὶ τούτων πράττουσιν. οἱ δὲ σημαίνοντες παρὰ τούτους ἄλλοι εἰσίν, οἱ τ βουλ καὶ τῷ λόγῳ τῶν ἄλλων προῃγούμενοι. καὶ τρία ταῦτά εἰσι τὰ μέγιστα, βασιλεία-ἡ καὶ ἐξουσία — καὶ κράτος χειρῶν καὶ λόγου καὶ βουλῆς σχέσις. ταῦτα 〈οῦ〉 φησιν Ἀγαμέμνων πάντα πείσεσθαι τὸν Ἀχιλ- λέα ἔχειν· ἀδύνατον γάρ φησι τὸν αὑτὸν τοῖς τρισὶ τιμηθῆναι ἐκ θεοῦ· ἄλλῳ γὰρ ἄλλο ἀγαθὸν ἐκ θεοῦ ἀπομεριζόμενον δίδοται, καὶ σὺ πάντα τῷ αὐτώ. καὶ τοῦτο μὲν τὸ κατὰ πρώτην ἐπιβολήν. οἳ δὲ τὸ “τιγά” ἑνικῶς ἐκλαμβάνονται καὶ λέγουσιν, ὃ οὐκ οζμαί τινα ἕνα ἄνθρωπον πεἴσεσθαι καὶ παθεῖν καὶ σχεῖν ἐν ταὐτῷ, ὡς ἄλλῳ ἄλλο διδόμενον παρὰ θεοῦ. ἢ οὕτως· οὺκ οἴμαι τὸν Ἀχιλλέα πείσεσθαι καὶ πείσειν τινὰ στε ἔχειν αὑτὰ τὸν Ἀχιλλέα. τρόπον δέ τινα ἐνταῦθα Ἀγαμέμνων ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως καὶ τοῦ Νέστορος τἀς ἐκ θεοῦ δωρεὰς διέγραψεν, ἔτι Ἀχιλλεῦς μὲν ἔχει κράτος χειρός, ἐγω δὲ βασιλείαν, σὺ δὲ βουλήν· αὑτὸς δὲ ὁ Ἀχαιλλεῦς βούλεται καὶ τὰ τρία ἔχειν

290. ὁ λόγος τοιοῦτος· εἰ πολεμιστής ἐστιν Ἀχιλλεῦς γνώμῃ τῶν θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς;

305. ἀνστήτην] ἀνέστησαν

309. ἔκρινεν] κατηρίθμησεν ἐπελέξατο A—

310. βῆσε] ἐπεβίβασεν καλλιπάρηον] Δωρικῶς

311. εῖσεν] ἐκάθισεν A=

316. ἀτρυγέτοιο] τῆς ἀκάρπου ἢ τῆς ἀκαταπονήτου ἢ τῆς ἐχούσης πολλὴν τρύγα ἤτοι ὑποστάθμην A –

317. δ΄ σημαίνει τὸ λίπος, τὸν ἐπίπλουν, τὸ κρέας καὶ τὴν ἀναθυμίασιν, ὅπερ νῦν φησιν A +

322. ὀτρηρὸς ὁ ἐνεργός, ὁ μὴ ἀναμένων παροτρυνθῆναι παρά τινος· γέγονε δὲ παρὰ τὸ τρέω τὸ σημαῖνον τὸ φοβοῦμαι ὂνομα ῥηματικὸν τρεερός, ὡς φαίνω φανερός, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς ῇ τρηρός [*](15. suppl. Bekker)

493
ὁ δειλός —ἐξ οὗ καὶ τρήρων παρωνύμως—καὶ μετὰ τοῦ στερητικοῦ ᾱ ἀτρηρός ὁ δραστικὸς καὶ μὴ δειλός, καὶ μεταβολῇ τοῦ ἀ εἰς ο ὀτρηρός

326. ἐπὶ μῦθον ἔτελλεν] προσέταξεν ἐκείνοις

338. μάρτυροι] Ἰωνικῶς

339. πρός τε] ἔμπροσθεν· ὁ δὲ σύνδεσμος παρέλκει Ἀττικῶς

342. θύει] ἐνθουσιᾷ, μέμηνεν

345. φίλος μὲν ὁ συγγενῆ, ἑταῖρος δὲ ὀ συμπολίτης, παρὰ τὸ ἔτης ὁ πολίτης καὶ τὸ ἄρτω τὸ ἁρμόζω