Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

739. πατὴρ τεός] νῦν περὶ αὐτοῦ, εἶτα ἀποστρέφει τὸν λόγον [*](B-) πρὸς αὐτὸν ἐν τῷ “ἀρητὸν δὲ τοκεῦσι νόον καὶ πένθος ἔθηκας” (741).

741. ἀρητὸν δὲ γόον] ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον.

[*](B=)

744. οὐδέ τι μοι εἶπες—ἔπος] ταῦτα βιωτικά· γλυκὺ γὰρ [*](B=) ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυθίαν.

ἄλλως: οὐδέ τι μοι εἶπες πυκινὸν ἔπος] τὸ πρὸς τὴν βιωτικὴν [*](B=) παραίνεσιν λυσιτελοῦν ἔπος.

746. ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ [*](B=) σὺν αὐτῇ. οὐκ ἡδύνατο δὲ πάντα ὑφ᾿ ἓν εἰπεῖν.

ἄλλως: ἐπὶ δὲ στενάχοντο γυναῖκες] οὐ μόνον αἱ γυναῖκες· πλείονα γὰρ ἐκίνησεν οἶκτον· ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν Ἰλιάδα· ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν.

749. ἦ μέν μοι] περισπαστέον τὸν “ἦ.”

ἄλλως: μέν μοι] τῷ “μέν” ἀποδίδωσι τὸν “δέ” (750).

750. οἳ δ᾿ ἄρα σεῦ κήδοντο] οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε τὸ ‘καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ᾿ . περισσὸς ὁ “πέρ.”

752. πέρνασχ᾿ ] ἐξηγεῖται τὸ πέρνασκε” διὰ τοῦ “πέρην [*](B=) ἁλὸς ἀτρυγέτοιο.”

753. ἀμιχθαλόεσσαν] κατὰ Κυπρίους εὐδαίμονα. οἳ δὲ πετρώδη [*](Α+B-) καὶ τὰ κύκλῳ ἀπόκρημνα· διὸ οὐκ ἐπιμίγνυσθαι τῇ γῇ θάλασσαν· οἳ δὲ ἄμικτον, διὰ τὸ ἐκ θαλάσσης δυσπρόσιτον καὶ τὴν τραχύτητα· ἢ ἄμικτον Τρωσὶ διὰ τὸ Εὔνεω (Il. 7. 468) εἶνα· οἳ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον τοῖς πλέουσι διὰ τὰ ἐργαστήρια Ἡφαίστου· “εἴ κεν ἀμιχθαλόεσσαν ἀπ᾿ ἠέρος ἠὲ θαλάσσης” (fr. an. 345 apud Schneider. Call. II p. 777).

ἄλλως: ἀμιχθαλόεσσαν] Ἀντίμαχος “μιχθαλόεσσαν.”

757. νῦν δέ μοι ἑρσήεις] ὅσῳ εὐσεβὴς ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξε〈τα〉ι.

πρόσφατος] νεωστὶ πεφονευμένος. ἄμεινον δὲ τὸ νεωστὶ πεφασ- [*](B-) μένον ἐκ γῆς φυτόν, διὰ τὸ “ἑρσήεις,“ ὡσεὶ ἔλεγε ‘χλωρός.’

759. ἀγανοῖσι βέλεσ〈σ〉ιν] πρᾴοις διὰ τὸ ἀνώδυνον. ἢ παρὰ τὸ [*](B-) [*](4. ἐπάρατον B ‖ 19. εἴη ‖ 23. ἀπόκρημνον || 25. ἢ W; καὶ ‖ Εὔνεω W; εὔνεων ‖ 26. ἷκεν coni. W || 27. ἀπ᾿ ἠέρος scripsi: ἀπηέρα ‖ ἠδέ coni. W)

484
ἀγάσασθαι, ὅ ἐστιν ἐκπλαγῆναι. γυναικείως δὲ μακαρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα.

[*](A-)

764. ὤφελλ᾿ ἀπολέσθαι] “ὤφελλον ὀλέσθαι” οὕτως, ἵν᾿ ᾖ ὅμοιον τῷ “ὡς μ᾿ ὄφελ᾿ ἤματι τῷ” (Il. 6. 345).

[*](A-)

765. εἰκοστὸν ἔτος ἐστί] δέκα γὰρ ἔτη ἐστρατολόγουν, “καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ (Il. 4. 27)· καὶ γὰρ ἤκουον τὴν ἰσχὺν τῶν Τρώων—“καὶ γὰρ Tρῶάς φασι μαχητάς” (Od. 18. 261) — καὶ πλοῦτον “καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι” (543). τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον. ὅθεν πού φησιν “ἐεικοστῷ ἐνιαυτῷ” (Od. 2. 175), ἴσως Ἁλιθέρσου τῇ ὑστάτῃ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο οἳ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἳ δὲ παρῃτοῦντο, ὡς Ἐχέπωλος (Il. 23. 296). οἵ τε Ἀτρεῖδαι δι᾿ ἑαυτῶν ἐπρέσβευον, τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον. γεγέννηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον, ὡς εἶναι αὐτὸν ιη΄ ἐνιαυτῶν· 〈ὁμοίως〉 Τηλέμαχος Πεισίστρατος Μεγα- πένθης Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. τότε ἴσως καὶ Σκῦρον ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς.

[*](ΑB+)

ἄλλως: εἰκοστὸν ἔτος] ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον· ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι, νῦν 〈δ᾿ 〉 εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.

766. καὶ ἐμῆς ἀπελήλυθα πάτρης] ἔδει ‘ἀπὸ τῆς ἐμῆς ἤλυθον πατρίδος.’

767. ἀλλ᾿ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος] φησὶ γὰρ “οὔ τι μοι αἰτίη ἐσσί” (Il. 3. 164)· ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον B= μέμφεσθαι. §. λεληθότως δὲ ἐσήμανεν, ὡς οἱ φρόνιμοι Τρώων πρὸς τιμῆς ἔχεῖν ἡγοῦντο τὴν Ἑλένην καὶ διὰ τοῦτο οὐκ ἀπεδίδοσαν.

773. καὶ ἔμ᾿ ἄμμορον] ἐμαυτήν· οἳ δὲ γράφουσι “καὶ ἐμὸν μόρον.”

[*](3. ὤφελον textus ‖ 4. ὤφελ᾿ ‖ ἠματισμῷ ‖ 10. ὑστάτῃ W: ὑστεραίᾳ ‖ 15. suppl. W)
485

777. λαοῖσιν δ᾿ ὁ γέρων] διὰ τὸ ἔντιμον, ὡς “Νέστωρ δ᾿ ὁ [*](Β+) γέρων ἀμογητὶ ἄειρεν” (Il. 11. 637).

784. ἀγείνεον ἄσπετον ὕλην] ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν ταμιεύοντες.

793. ὀστέα] ὡς “χάλκεα” τινές· ἄμεινον δὲ παροξύνειν.

[*](A=)

795. ἐς λάρνακα θῆκαν] τὴν σορὸν λάρνακα εἶπεν.

[*](A=)

796. καλύψαντες] τινὲς “καθάψαντες.”