Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

281. τὼ μὲν ζευγνύσθην] τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν τὸ [*](B=) ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης· ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων.

ζευγνύσθην] ζευγνύναι προσέτασσον.

283. * τετιηότι] περιλύπῳ.

285. ὄφρα λείψαντε] συλληπτικῶς· μόνος γὰρ σπένδει ὁ Πρία- [*](B=) μος.

292. ταχὺν ἄγγελον] “ἑόν” ἀγαθόν, οἳ δὲ τὸν αὑτοῦ. §. γυναι- [*](A-) κεῖον δὲ τὸ ἦθος τὸ ἐπὶ μαντείας καταφεύγειν, εἴ τι που περίφοβον [*](B=) σχοῖεν.

*ἐγκλιτέον τὴν “οἷ”

[*](A+)

293. φίλτατος οἰωνῶν] ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεννήθη, ἢ [*](B=) ὅτι ὁρμῶντι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἐφάνη καὶ ἐνεφάνισεν αὐτῷ τὰ μέλλοντα· τινὲς δέ φασιν, ὅτε γεννηθέντα Δία εἰς οὐρανὸν [*](5. ἑτεροκλινήσῃ B ‖ 6. χλωχῖνα ‖ 8. ἐντελεσιουργούς ‖ νωτοφόρον ‖ 10. ἱππείοις ἐν ἔντεσσιν vel ἔντεσι μέτρα Pindari codd. ‖ μεταΐσσων pro μέτρα B || 15. δὲ Bekker: καὶ ‖ εὗρον coni. Berg ‖ inclusa del. Hartung ‖ 26. ἑόν scripsi: ἐόν || 27. περίφοβον B: περίφοιβον)

464
ἐκόμισεν· οἳ δέ, ὅτι Μέροψ ὁ Κῷος ἀπαύστως ἐπένθει τὴν γυναῖκα· ξενίσας δὲ τὴν Ἥραν μετεβλήθη καὶ συμπάρεστιν ἀεὶ τῷ Διί.

[*](B=)

297. οὐκ ἂν—ἔπειτα ἐποτρύνουσα] ἐξ ἀντικειμένου φησίν, ὅτι κωλύσω σε.

[*](B=)

300. οὐ μέν τοι—ἀπειθήσω] πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ θαρρῦναι αὐτὴν θέλων.

[*](B+)

303. ὕδωρ—ἀκήρατον] ἀθόλωτον χέρνιβον.

[*](A+B~)

304. 〈χέρνιβον〉] τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν δηλοῖ· ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ.

χέρνιβον ἀμφίπολος πρόχοόν θ᾿ ἅμα χερσὶν ἔχουσα] ἡ Μασ- σαλιωτικὴ “ταμίη μετὰ χερσὶν ἔχουσα” διὰ τὸ μὴ εἰρῆσθαι νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων ἀλλ᾿ ἐπὶ τοῦ σκεύους τὰ χέρνιβα,” εἰ μὴ ἀρσενικῶς ἐνθάδε γραπτέον “χέρνιβον ἀμφίπολος.”

[*](B=)

306. μέσῳ ἕρκεϊ] ἐν μέσῳ τῆς αὐλῆς ἑρκ〈ε〉ίου Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται ΙΠρίαμος.

[*](Α+)

* μέσῳ] λείπει ἡ ἐν.

[*](B=)

309. δός με—φίλον ἐλθεῖν] ὡς μὴ ἐχθρῶς προσδεχθῆναι. §. “ἐλεει- [*](B=)νόν” δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν.

[*](B-)

ἐς Ἀχιλλῆος] πρὸς Ἀχιλλέα. ἤμελλε γὰρ αὐτὸν ἔνδον εὑρή- σειν.

[*](B-)

315. αὐτίκα δ᾿ αἰετὸν ἧκε] ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ κρείτ- τονος προσχήματος. πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. μέλας δὲ ὢν τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται ἀλλ᾿ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα.

[*](B-)

τελειότατον πετεηνῶν] ἐπιτελεστικὸν εἰς ἂν ὀφθείη, ἢ τὸν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον θηρῶν, του- τέστι βασιλικώτατον· ἢ τὸν αἰετῶν τελειότατον τὸν πύγαργόν φησιν.

[*](B=)

316. μόρφνον] ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον ἢ μόρον [*](2. Ἥρον Robert Erat. Cat. 233: ῥέαν ‖ 8. seiunxi scholion a l. 7 et lemma supplevi ex textu codicis || 10. χέρνιβα legit scholiasta ‖ 12. αὐτῷ Bekker: -ὸ ‖ 14. ἐν τῷ μέσῳ τῆς αὐλῆς B, ἐν μεσάταις ταῖς αὐλαῖς ‖ sup- plevi ex B ‖ 24. ὅτι οὐ B: ὅπως ‖ συλληφῇ B: -είη ‖ ὢν B: ἦν ‖ 28. ὃ ἂν B ‖ 29. ἐν ante ἀξ. omisi ut B ‖ 30. ἢ τῶν ‖ αἰετῶν scripsi: αἰτιῶν ‖ πύγαργον scripsi cf. Β²: πύργαμον ‖ 31. μεμοιρῆσθαι B: μεμαρῆσθαι )

465
ἐπάγειν· οἳ δὲ εὔμορφον, οἳ δὲ μάρπτοντα. §. “περκνόν” δὲ μέ [*](B=) λανα ὡς βότρυν, ὃν καὶ περκάζειν φασίν.

*μόρφνον] μόρφνος ὡς ὕπνος.

[*](A+)

περκνός ὡς πυκνός.

[*](A+)

317, 8. ὑψορόφοιο θύρη 〈θαλάμοιο— ἀνέρος ἀφνειοῖο〉] τῶν γὰρ [*](B=) τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα καὶ φιλοτίμου ὄντος τοῦ κατασκευάσαντος.

319. πτερά] καταχρηστικῶς αἱ πτέρυγες. κυρίως δὲ πτερά εἰσι [*](AB=) τὰ πτίλα.

εἴσατο δέ σφιν] ἐφάνη.

[*](B=)

323. αἰθούσας τινὲς τὰ τῆς αὐλῆς τειχία· Σικελοὶ δὲ τὴν αὔλειον [*](B-) θύραν, Κύπριοι δὲ παστάδα ἀμφίθυρον.

αἰθούσης ἐριδούπου] μεγαλοήχου· καὶ ἀλλαχοῦ “κατὰ δώματα ἠχήεντα” (Od. 4. 72).

326. ἐφέπων] ἔμπειρος γὰρ ἡνιοχείας.

330. οἳ μέν] τούτῳ συναπτέον τὸ “παῖδες καὶ γαμβροί” (331).

332. προφανέντε] “καταβάντε” ἡ Χία.

[*](A=)

334. Ἑρμεία· σοὶ γάρ] ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς, [*](B-) προσθεὶς τὴν αἰτίαν διὰ τί νῦν τῷ Ἑρμῇ χρῆται διακόνῳ καὶ οὐ τῇ Ἴριδι· οὐ γὰρ ἀγγελίας μόνης ἔδει ψιλῆς, ὅπου γε οὐδὲ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλ᾿ ἐπὶ τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν. διὸ καὶ τὴν ῥάβδον ἔχει, ὥστε κοιμίσαι τοὺς φύλακας (445) καὶ ἐπεγεῖραι τὸν Πρίαμον (682)· ἐν δὲ Ὀδυσσείᾳ (5. 47, 24. 3) ἀλόγως.