Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

252. ἐννέα τοῖς] ἢ τῶν ἐξ Ἑκάβης ιθ΄ οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα.

253. σπεύσατε] πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα, [*](B=) κἂν ᾖ ταχύ.

κατηφόνες] ὡς κηληδόνες σειρηδόνες· ἔστιν οὖν μᾶλλον θηλυκά, [*](Α~B-) εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος τοῦ πατρὸς ὡς στυγνίας αἰτίους. §. ἀπὸ τοῦ κατηφῶ κατηφών—ὅθεν φησὶ “στῆ δὲ κατηφήσας” (Il. 22. 293) —ὡς εἴκω ε〈ἰ〉κών· οἳ δέ, ἄξιοι τοῦ φονεύεσθαι· ὁ δὲ Νέστωρ ἐπὶ τῆς θυσίας εἶπεν ‘ἄγε δή μοι φίλα τέκνα’ (Od. 3. 418).

ἄλλως: κατηφών, παρὰ τὸ φῶ, οὗ παραγωγὸν φάω, ὁ κάτω [*](B+) ἔχων τὰ φάη δι᾿ αἰσχύνην ἢ δι᾿ ὀνειδισμόν.

254. ὠφέλετε] καὶ Καλλίμαχος (fr. 470) “ μὴ ὀφέλετ᾿ ἀλλή- λοισιν ἐπὶ πλέον ὄμματα δῦναι.”

255. μοι ἐγώ] ἠθικὴ ἡ μεταξὺ 〈ἀναφώνησις〉. ὀργιζόμενος [*](Β=) δὲ τοῖς λελειμμένοις ἀφορμὴν εἶχεν ἀποδύρεσθαι τοὺς τετελευτη- κότας. ἐλεεινὸν δὲ καὶ τὸ “ἐπ〈ε〉ὶ τέκον·” οὐ γὰρ δεινὸν τὸ μὴ γεννῆσαι ὡς τὸ γενομένους ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει, λοιδορεῖ.

* πανάποτμος] περὶ πάντα δυστυχής.

257. ἱππιοχάρμην] ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωίλῳ (p. 212 Ν.) [*](Α+) φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ τὸ Θυμβραῖον καὶ ἀποθανεῖν· ὑπονοήσειε δ᾿ ἄν τις τὸν Μήστορα [*](3. ἑκυρὸς textus Iliadis: ἕκτορος ‖ 9. ἔσται ‖ ἀγαθὸν ‖ 10. ἐξ -ης Bekker: εἰς -ην ‖ 14. ‘siredones etiam Ausonius 26, 2, 20’ W ‖ 15. αἰτίους B: αἴτιοι ‖ 18. καρπαλίμως μοι φ. τ. codd. Od. ‖ 19. κατηφῶν pro lemmate scriptum ‖ οὐ 21. ὠφέλετ᾿ coni. Naeke ‖ 23. supplevi ex B ‖ 24. ἔσχεν ὀδύρεσθαι B ‖ 25. ἐπεὶ τέκον Bekker: ἐπὶ τέκνων B, ἐπὶ τέκνῳ ‖ 26. γεννηθέντας B || ἀπολέσαι B: -έσθαι || 30. λοχηθῆναι scripsi, λογχευ- θῆναι coni. Welcker: ὀχευθῆναι)

462
πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν καὶ τὸν Τρωίλον οὐ παῖδα, δι᾿ ὧν τοῖς ἀρίστοις 〈συγ〉καταλέγεται.

[*](B=)

258. ὃς θεὸς ἔσκε] οὐ μόνον δι᾿ ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ πρόσφατον τῆς συμφορᾶς. ἠθικῶς δὲ κρείττονά φησι ὁ Πρίαμος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγε- νῆσθαι.

οὐδ〈ὲ〉 ἔῴκει ἀνδρός γε] Στησίχορος Ἀπόλλωνος αὐτόν φησιν, οὐ νοήσας τὴν ὑπερβολήν (fr. 69 B.).

261. 〈ὀρχησταί τε〉 χοροιτυπίῃσιν 〈ὁμοῖοι〉] οὐκ ἐν πολέμοις· ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει— “καὶ ὀρχηστήν περ ἐόντα” (Il. 16. 617)—τὴν δὲ ἁπαλὴν ἀποδοκιμάζει.

[*](B=)

262. ἐπιδήμιοι ἁρπακτῆρες] ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι· ἔνθεν τὸ “οἴκοι μὲν λέοντες, ἐν μάχῃ δ᾿ ἀλώπεκες” (Ar. Pac. 1189).

[*](A=)

264. ἐπιθεῖτε] ὡς “διακρι〈ν〉θεῖτε τάχιστα” (Il. 3. 102). * ἐπιθεῖτε] ἐπιθείητε.

[*](B=)

265. ὑποδδείσαντες] δέοντως σιωπῶσιν. οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι.

[*](B=)

266. ἐκ μὲν ἅμαξαν] “ἐκ μέν” ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητικῶν λέξεων ποικιλίᾳ.

[*](B=)

267. πρωτοπαγέα] πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως· ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν. ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιό- τητος.

[*](A=)

269. πύξινον ὀμφαλόεν] οὐκ ἦν παρὰ Ζηνοδότῳ ὁ στίχος. §. “ὀμ- [*](Α~B=)φαλόεν” δὲ ὑπεροχὰς ἔχον ἐν μέσῳ τινάς, αἷς περιειλοῦνται οἱ ἱμάντες. οἳ δέ. ἐν μέσῳ ὀμφαλὸν ἔχον, προσδεῖται ἰἱμᾶσιν ὁ ῥυμός.

[*](B=)

οἰήκεσσιν] κρίκοις, δι᾿ ὧν ἐνειρόμεναι αἱ ἡνίαι τοὺς ἵππους οἰακί- ζουσιν. ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος.

[*](B+)

270. * ζυγόδεσμον] ἱμάντα ἢ σχοινίον.

[*](B=)

271. *τὸ] τὸ ζυγόδεσμον.

[*](B=)

272. πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός, φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος.

[*](1, 2. διὸ ἐν τοῖς coni. W ‖ 4. ἀλλὰ καὶ B: ὅλον || πρόσφατον Bekker: πρόσφορον ut B ‖ 5, 6. γεγεννῆσθαι B ‖ 10. ὀρχηστύν ‖ 11. ἁπαλήν W: ἀπαλλαγὴν || 19. ἐκ μ. ἔ. scripsi: οὐ μ. ἔ. ‖ 21. πρωτοπαγῆ B ‖ 30. σχοῖνον B || 32. ἢν λυθῇ scripsi, ὅτε λυθῇ Eust.: ἧν ῥύθη)
463

ἕστορι] τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσάλῳ, περὶ [*](ΑB=) ὃν ὁ κρίκος ἐνηλωμένος τῷ ζυγῷ ἐντίθεται, ὃς καλεῖται ἕστωρ. δασύ- νεται δὲ ἀπὸ τῆς ἕσεως.

273. τρὶς δ᾿ ἑκάτερθεν ἔδησαν] ἑκατέρωθεν ἔδησαν ἀμφαλλάσ- [*](B=) σοντες τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ ἑτεροκλινὴς ᾖ.

274. ὑπὸ γλωχῖνα δ᾿ ἔκαμψαν] ἔκοψαν ὑπέκοψαν ἀπετερμάτισαν, [*](B+) ἵνα μὴ κρέμηται ὁ ἱμάς.

277. ἡμιόνους—ἐντεσιουργούς] μὴ τοὺς νωτοφόρους ἢ τὸ νωτοφόρον [*](A+ B-) φέροντας κανθήλιον, ἀλλ᾿ ἅμαξαν· καὶ Πίνδαρος (Ol. 13. 20) τὰ ἅρματα ἔντεα φησιν “ἱππείοις ἔντεσι μέτρα·” ἢ τοὺς ἑτοίμους πρὸς τὰ ἔργα.

*ἡμιόνους] ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς.

278. 〈τοὺς—〉 Μυσοὶ δόσαν] Μυσοὶ πλησίον ὄντες Ἐνετῶν· ὅθεν. ἡμιόνων γένος (Il. 2. 852)· ἢ ὡς καὶ παρὰ Μυσοῖς διαφόρων ὄντων· Ἀνακρέων “ἱπποθόρον δὲ Μυσοὶ εὑρεῖν μῖξιν ὄνων” [πρὸς ἵππους] (fr. 35 B.), ἐξ ὧν ἡμίονοι· καὶ νῦν μὲν ἀρσενικῶς εἶκεν, ἑξῆς δὲ “τὰς Ἰδαῖος ἔλαυνε δαίφρων” (325).