Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

223. καὶ ἐσέδρακον] ἐνῆν καὶ οὕτως εἰπεῖν ‘νῦν δὲ θεὸς ὁ εἰπών·’ ἢ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ αὐτοψίαν προβάλλεται· ἐνήλλαξε δὲ τὴν τάξιν.

226. αὐτίκα γάρ με κατακτείνειεν] τῆς τῶν ἀκουόντων διανοίας [*](Β=) ἥψατο ταῦτα λέγων.

227. ἐπὴν γόου ἐξ ἔρον εἵην] ἐπὰν κορεσθείην τῆς τοῦ πένθους [*](Β=) ἐπιθυμίας.

228. καὶ φωριαμῶν] φωριαμός· ἔχει γὰρ ἂ φοροῦμεν· οἳ δὲ [*](B-) παρὰ τὰ φάρη ἢ τοὺς φῶρας· Ἀρίσταρχος δέ φησι τὴν κιβωτὸν λέξιν νεωτέραν εἶναι· ἀγνοεῖ δέ, ὅτι καὶ Σιμωνίδης (fr. 239 B.) καὶ Ἑκαταῖος (fr. 368 Müller) μέμνηται αὐτῆς.

ἐπιθήματα] πώματα· καὶ ἐπιθεῖναι τὸ κλεῖσαι λέγουσιν.

[*](A~B+)

229. * πέπλους] πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον.

[*](Α+)

231. χιτῶνας] ὅτι διάφορα ταῦτα, νῦν ἐδήλωσεν· πέπλοι γάρ, [*](A+Β=) οὓς περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦντα—ιφησὶ γοῦν “πορφυρέοις πέπλοισι καλύψαντες” (796) τὰ ὀστᾶ Ἕκτορος, καὶ [*](1. κτείνας || 3. δίχα B: διὰ || 13. καλεῖται B 25. δὲ cf. Et. M. s. v.: γὰρ || 26. παρὰ scripsi cf. Apoll. Soph. Orion. Et. M. s. v.: περὶ || 31. ἐξεσίην (235) ante χιτών (sic) pro lemmate scriptum delevi et schol. ad v. 231 traieci || 32. οὓς Bekker: ἃ B, ἃς ‖ περιεβάλλοντο B )

460
τὰ Πατρόκλου “ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν” (Il. 18. 352) —χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα, φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν, χλαῖνα τὸ περίβλημα τῆς κλίνης.

[*](Α-)

232. δέκα πάντα τάλαντα] παρέλκει τὸ “πάντα·” ἢ τὰ πάντα δέκα.

234. ὅ οἱ Θρῇκες] ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται.

236. φείσατο] ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξενίων.

[*](B=)

238. αἴθουσαι 〈αἱ〉 στοαὶ παρὰ τὸ πῦρ ἐν αὐταῖς κάεσθαι.

* ἐνίσσων] Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων.

[*](B=)

ἔπεσ〈σ᾿〉 αἰσχροῖσ〈ιν〉] κακοῖς. καὶ “αἴσχιστος δὲ ἀνήρ” (Il. 30 216) ἀντὶ τοῦ κάκιστος.

239. * ἔρρετε] ἀπέρρετε.

[*](B-)

λωβητῆρες] ψεῦσται· “οὔτι σε λωβεύω τέκνον φίλον” (Od. 23. 26). οἳ δὲ ἐκ τῶν δύο ‘ἐπονείδιστοι.’ λώβη γὰρ ἡ ὕβρις.

[*](B=)

239, 40. οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος] ὡς οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε. ἐμοί φησι συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δὲ λέγειν, ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα.

240. κηδήσοντες] βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθησά- μενοι.

[*](Α+B=)

241. ἢ ὀνόσασθε] ἐκφαυλίζετε καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν, οὐδὲ κοινὸν εἶναι τὸ κακόν.

[*](B+)

242. ἀτὰρ γνώσεσθε] μαθήσεσθε γε μήν.

[*](B~)

243. ῥηίτεροι γὰρ μᾶλλον] “ῥηίτεροι” μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ “ῥηίτεροι.”

[*](B+)

247. *σκιπανίῳ] σκήπτρῳ.

[*](Α~B-)

δίεπ᾿ ἀνέρας] διὰ τῶν ἀνδρῶν ᾔει· καὶ δασύνεται ἡ β΄ συλλαβή· οἳ δέ, διεῖργε διίστα τοὺς ἄνδρας. οἳ δὲ “δί” ἐπ᾿ ἀνέρας,” ἵν᾿ ᾖ “δίε” ἐδίωκεν, ὅ ἐστιν ἐπεδίωκεν.

[*](B=)

248. σπερχομένοιο] ἐπειγομένου ἐν τῷ διώκειν ἢ σπέρχοντος. τοῦτο δὲ πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων εἰς τὰ βασίλεια.

[*](1. λεχέεσσι codd. Il. ‖ 2. ἀνδρῷον B ‖ 10. iteratur * κακοῖς ‖ 21. αὐτοὶ B: ἑαυτοὺς ‖ 26. σκηπανίῳ B ‖ 28. δί᾿ ἐπ᾿ scripsi: δίε διὼν ἔνεπ᾿ ‖ 29. δίε scripsi: δίεπεν ‖ 31, 32. ὠ. τῶν βασιλείων B ‖ τῶν ante εἰς et οἰκη- μάτων post β. del. Bekker)
461

υἱάσι] τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς.

ὁμόκλα] ἤπιος μέν ἐστιν, ὥς που φησὶν “οἷς δ᾿ ὁ γέρων μετέῃσι” [*](Β-) (Il. 3. 109) καὶ “ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος ἦεν” (770). δύσκολον δὲ νῦν αὐτὸν εἴργασται τὸ πένθος.

250. Πάμμονά τε] οἰκεῖον μὲν τῷ πάθει τὸ δυσχεραίνειν πρὸς [*](B=) πάντας, λεληθότως δὲ Ὅμηρος κατάλογον πεποίηται τῶν ὑπολει- φθέντων Πριάμῳ παίδων.

251. καὶ Δῖον 〈ἀγαυόν〉] Φερεκύδης τὸν Δῖον νόθον υἱὸν Πριάμου φησίν· ἔστιν οὖν τὸ “ἀγαυόν” ἐπίθετον.