Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

194. Διόθεν μοι—ἄγγελος] ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγ- [*](B=) μα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ κέκρικε μέν, ἐρωτᾷ δὲ εἰ σύμψηφος ἔσται αὐτῷ. ὅτι γὰρ τοῦτο ἤθελε, δῆλον· οὐ γὰρ πρὶν καταβῆναι (191) συμβουλεύεται τῇ γυναικί, ἀλλ᾿ ἐπὶ δεδογμένοις ἀναφέρει τὴν γνώμην τῇ γυναικί.

199. ἔσω στρατόν] 〈ἀν〉τὶ 〈τοῦ〉 ἐς στρατόν.

200. ἀμείβετο] Ἀρίσταρχος “ἀνήρετο.”

[*](A=)

201. ὤ μοι] γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῷ τηλι- καῦτα τολμᾶν.

ᾑς τὸ πάρος περ] ἐφ᾿ αἷς πρώην.

202. ἔκλεο] ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν “ἔκλεο,” προ- [*](AB+) παροξυτόνως.

205. ἐξενάριξε] τινὲς “ἐξήναξε” τῆς ἀρχῆς ἐξέβαλεν.

σιδήρειόν νυ τοι ἦτορ] τινὲς μετὰ τοῦτον γράφουσιν “ἀθάνατοι [*](Α+) ποίησαν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.”

[*](3. καὶ ante ἅμ. omisi || 9. ἐς post τ. omisi, ὡς coni. W ( 18. κεκεύθει A: κελεύθει ‖ 23. ἐ. τοῖς δ. B ‖ 27. τῷ, W: τῶν ‖ 28. τολμᾶν scripsi: τολμῶν || 27, 28. ἐπὶ τῶν τηλικούτων τολμῶν coni. Bekker)
458
[*](ΑB=)

206. εἰ γάρ σ᾿ αἱρήσει καὶ ἐσόψεται] ἀντιστρόφως. εἰ γάρ σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ ‘μόνον εἰ θεάσεται εὐθὺς αἱρήσει.’

[*](B+)

207. ὠμηστής] ὠμός, ἄγριος. ταῦτα δὲ ἀπολύτως.

[*](Α+B=)

208. οὐδέ τι σ᾿ αἰδέσεται] οὐχ ὡς ἱκέτην σε δέξεται· αἰδοῖοι γὰρ οἱ ἱκέται.

[*](B=)

νῦν δὲ κλαίωμεν] εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος, 〈ὅτι〉 κατεφρόνει υἱοῦ τοιούτου ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατος κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον.

208, 9. ἄνευθεν ἥμενοι] ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι τὸν υἱόν.

209. ὥς ποθι μοῖρα] μέμικται τούτοις λογισμὸς καὶ πάθος· “ὥς ποθι” δὲ οὕτω που.

[*](B=)

212. μέσον ἧπαρ ἔχοιμι] δαιμονίως τῇ ἐμφάσει 〈χρῆται〉· τόπος γὰρ λύπης τὸ ἧπαρ καὶ “μέσον, οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν παρατάσει τὸ ἐσθίειν (213). τό τε “ἐμφῦσα” ἐμφαντικώτα- τον· οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλ᾿ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, ὡς ἐπὶ σαρκοφάγου θηρίου.

[*](Β=)

ἄλλως: μέσον ἧπαρ] εἴγε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, ἀπαράδεκτον 〈ἂν〉 ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα μητρὶ καὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου.

[*](B-)

213. τότ᾿ ἄντιτα] ἀντιτιμώρητα. καὶ ἔστιν ὅμοιον τῷ “τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι” (Il. 13. 447). λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι.

[*](Α+B=)

ἄντιτα] τὸ τέλειον ἀντίτιτα· συγκέκοπται δὲ ἡ τι συλ- λαβή.

[*](B-)

214. ἐπεὶ οὔ ἑ κακιζόμενον] ἀντὶ τοῦ ἐπεὶ οὐχ ὁ τυχὼν ἦν οὐδὲ γύννις. τοιοῦτον δὲ καὶ τὸ “ἀνδρὶ πάρα κρατερῷ” (212)· ὃ πρὸς σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζο- μένῳ. τοιαῦτα καὶ ὁ Πρίαμος ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμέ- [*](2. εἰ μόνον B ‖ 4. αἰδέσσεται || 7. supplevi ex B ‖ καταφρονεῖ ut B || 8. ἀδύνατον ‖ 9. οὐ βούλεται B: προβάλλεται ‖ προσαποβαλέσθαι B ‖ 14. supplevi ex B || τόπος scripsi: τρόπος ‖ 16. ἐμφυσᾶ ‖ 20. μέ- γεθος B: πάθος)

459
νως· “τὸν δὲ σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης (500). §. αἱ [*](Α=) κοιναὶ δὲ “ἐπεὶ οὔτι κακιζόμενον.”

215. ἀλλὰ πρὸς Τρώων] “πρὸ Τρώων” δίχα τοῦ σ, ὡς τὸ“προστή- [*](A-Β=) σας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι (Il. 4. 156).

216. οὔτε φόβου μεμνημένον] φιλοστόργως ταῦτα, ἐπεί τοι φεύ- [*](Β=) γοντα ἀνεῖλεν.

ἀλεωρῆς] φυλακῆς.

219. * οὐδέ] ἀντὶ τοῦ ‘οὐ γάρ.’

[*](B=)

220. * ἄλλος ἐπιχθονίων] καὶ μὴ θεός.

[*](B=)

221. θυοσκόοι] οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάν- [*](A+Β=) τεις.

ἱερῆες] οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ [*](ΑΒ=) θυμιάματα θύη καλεῖ, τὰ δὲ σπλάγχνα ἱερά. §. κοινὸν δὲ τὸ [*](A=) “μάντεις.”

222. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον] ἢ παρέλκει [*](B=) τὸ “μᾶλλον” Ἀττικῶς, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς.