Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

154. εἵως]ἕως, τοπικῶς· χρονικῶς δὲ “ἕως ὁ ταῦθ᾿ ὥρμαινε” (Il. 1. 193)· αἰτιωδῶς δὲ “εἵως Πηνελόπειαν ὀδυρομένην” (Od. 4. 800).

155. ἔσω κλισίην] εἰς κλισίην.

156. οὔτ᾿ αὐτὸς κτενέει] διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ [*](Β+) κατασκευάζει.

157. οὔτε γάρ ἐστ᾿ ἄφρων] τάχιστα συνέλαβε πόθεν ἴασιν ἄνθρω- [*](B=) ποι ἐπὶ τὸ ἀδικεῖν. ἢ δι᾿ ἀσυνεσίαν—ὃ διὰ τοῦ “ἄφρων—ἢ ἀκόντως —ὃ διὰ τοῦ “ἄσκοπος” —ἢ ἑκουσίως—ὃ διὰ τοῦ “ἀλιτήμων” πα- ρέστησεν, ὅ δηλοῖ τὸν ἑκουσίως ἁμαρτάνοντα.

ἄσκοπος] μὴ προορῶν τὸ συμφέρον.

[*](B=)

* ἀλιτήμων] ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. §. ἠθικῶς δὲ [*](B=) ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως δι᾿ ἃ εἶπεν Ἀπόλλων “ᾧ οὔτ᾿ ἂρ [*](B=) φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα” (40).

158. ἐνδυκέως] ἐπιμελῶς, ἢ διηνεκῶς καὶ ὁλοτελῶς.

[*](B=)[*](3. οἷον bis ‖ 4. οἷος ‖ 5. supplevi ex B ‖ 8. πολεμίων B ‖ 12. θερειτιάταται ‖ 20. δεῖ ὡς Π. ‖ 25. οὔτε textus: εὐδὲ ‖ διέλαβε B ‖ 32. ἐναίσιμοι textus Iliadis: ἔμπεδοι)
456

πεφιδήσεται] μετ᾿ ὀλίγον μέλλων, ἀπὸ τοῦ φιδῶ.

160. ἷξεν δ᾿ ἐς Πριάμοιο] ὅμοιόν ἐστι τῷ ‘ἐς διδασκάλου.’ [*](B=)ἐνοπήν] θρῆνον θορυβώδη.

162. δάκρυσιν εἵματ᾿ ἔφυρον] ἄξιον ἡρωικῆς σεμνότητος τὸ πένθος.

163. ἐντυπὰς ἐν χλαίνῃ] τινὲς γράφουσιν “ᾗ χλαίνῃ·” καὶ ἄμεινον.

[*](B-)

ἄλλως: ἐντυπάς] ἐντυπωδῶς, ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι τὸν τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, ὑπονοεῖν ἡμῖν κατα- λιμπάνων οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος, ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφ᾿ οὗ Ἕκτωρ ἐτεθνήκει· ἐντεῦθεν ὁ Σικυώνιος γραφεὺς μαθητευθεὶς τῆς ἐν Αὐλίδι Ἰφιγεν〈ε〉ίας γράφων τὴν σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα.

164. κόπρος] Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια. “αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον” (640). σημαίνει δὲ καὶ τὴν βούστασιν.

[*](A+ B=)

τοῖο] τοῦ γέροντος. οἳ δὲ τοιούτου, θαυμαστικῶς.

[*](B-)

165. καταμήσατο] ἄθρουν ἐπεσπάσατο, ὅθεν καὶ ἀμητός· καὶ “ἄφαρ δ᾿ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν” (Od. 5. 482). τὸ δὲ “ἀμητῆρ〈ες)” (Il. 111. 67) διὰ μακροῦ τοῦ α φησίν· καὶ “λει- μωνόθεν ἀμήσαντες” (451). “τέκνον, μὴ σύ γε μητρὸς ἀπ᾿ ἀνθε- ρεῶνας ἀμήσῃς” Εὐφορίων (fr. 51 M.).

[*](B-)

168. κέατο] τινὲς κεκαυμένοι ἦσαν. ὅθεν τὸ “κέδρου—εὐκεάτοιο” (Od. 5. 60).

[*](B=)

170. τυτθὸν φθεγξαμένη] πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέροντα. ὃ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.

[*](B-)

172. ὀσσομένη] προορωμένη· οἳ δὲ προαγγέλλουσα, παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας φωνῆς λέγει.

[*](B=)

173. ἀλλ᾿ ἀγαθὰ φρονέουσα] φρονῆσαί σε ποιήσουσα ἀγαθὰ ἦλθον.

[*](B=)

Διὸς δέ τοι ἄγγελός εἰμι] ὑπὸ Διὸς ἥκω σοι ἄγγελος.

[*](A+)

174. ὅς σευ ἄνευθεν ἐών] μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος (Il. 2. 27, 64)

[*](5. ὅ χλαίνῃ Nauck: ἡ χλαίνη 16. βούστ, 18. ἀθρόως B ‖ 21, 22. ἀνθερεῶνας Meinete: -ος 23. κεκαυμένοι scripsi, cf. Et. M. s. v. κείω: κεκαμένοι B, κεκακωμένοι ‖ 30. ποιοῦσα B ‖ 33. οἰκεῖοι)
457

189. ἅμαξαν—ὁπλίσαι] εὐτρεπίσαι· ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι [*](B=) παρὰ τὰ ἔντεα.

ἅμαξαν] τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν “ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην” (324).

190. πείρινθα] κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν πλα- [*](B-) κεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα.

ἄλλως: πείρινθα] τὸ τετράγωνον πλινθίον ἄνωθεν περιδούμενον [*](A-B=) ταῖς ἀμάξαις· οἳ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι καὶ εἶναι τουτὶ ῥίπινθα, ὅπερ ὁ Ξενοφῶν κάνναθρον (Ag. 8. 7). κάννη γὰρ ἡ ψίαθος, ἵν᾿ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον.

191. κατεβήσετο] κατέβαινεν.

κηώεντα] ἐν ᾧ ἐκοιμᾶτο· ἢ εὐώδη διὰ τὴν κέδρον.

[*](B=)

192. γλήνεα] χρήματα κατὰ Ἠλείους· οἳ δὲ ἀξιοθέατα· γλήνη δὲ [*](Β-) παρὰ τὸ γλάμυρον, ὅ ἐστι δίυγρον· ὅθεν καὶ “Ἀρχέδημος ὁ Γλάμων” (Aristoph. Ran. 588)· καὶ παροιμία “ἐν τυφλῶν πόλει Γλάμυρος βα- σιλεύει·” ἢ ἀπὸ μέρους εἴρηκεν· γλήνας γὰρ κυρίως τὰ κοροκόσμια λέγουσιν.

κεχάνδει] οὕτως Ἀρίσταρχος· ἔνιοι γράφουσι κεκεύθει.”

[*](A+)

193. ἐς δ᾿ ἄλοχον—ἐκαλέσ〈σ〉ατο] τὸ ἑξῆς ἐσεκαλέσατο.