Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. λῦτο] εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι. ὥσπερ ἤδη ἐπίσταται λέγων “νῦν δ᾿ ἐλύμην” (Il. 21. 80) καὶ “τῆς—αὐτοῦ λύτο γούνατα” (Il. 21. 425), ἔκτασις ἂν εἴη· εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο “λῦτο” ὡς τὸ ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15. 141). ἢ ἀπὸ τοῦ λέλυτο, ὡς “βλῆτο” (Il. 17. 598).

[*](B-)

ἀγών] ἢ τὸ πλῆθος, “θεῖον δύσονται ἀγῶνα” (Il. 18. 376)· ἢ [*](2. διὰ τοῦ B: δι᾿ οὖ ‖ 3. λίασσεν A ‖ 9. ἀπὸ B: ἀντὶ || 10. ἐντε- τορευμένων B: ἐντετορνευμένων ‖ 12. schol. ad l. 19 adnexum: seiunxi et traieci ‖ ἀγῶνα scripsi et ad lemma traieci: ἄγων ‖ 13. ὑπέρβαλον ‖ 24. addidi: Ἰλιάδος ω Ὁμήρου ῤαψῳδίος textui inscriptum ‖ 26. ‘an ὄνπερ ?’ W || 26, 27. καὶ ἐκ τῆς, cf. A ‖ 27. αὐτοῦ scripsi: κλαιούσης A, οὔσης ‖ 28. ῥύσεσθαι ῥύσθαι)

445
αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν 〈ἡ〉 ἀγορά· καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσιν· καὶ “ἀγωνίους θεούς” Αἰσχύλος (Ag. 491) τοὺς ἀγοραίους. καὶ Ἡσίοδος “ἐρχόμενον δ᾿ ἀν᾿ ἀγῶνα” (Th. 91). “ἀγών” δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος· οἳ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος· οἱ δὲ ἀπὸ τοῦ συνάγεσθαι· οἳ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών ὡς ἀείδω ἀηδών.

λαοὶ δὲ θοὰς ἐπὶ νῆας] τὸ ἑξῆς· ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι.

2. δόρποιο μέδοντο] προεν〈ο〉οῦντο, ἢ ἐφρόντιζον.

[*](B=)

ἄλλως: δόρποιο] δ〈αύ〉ορπον, μεθ᾿ ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ [*](B=) ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν· ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους· ἢ δόροπόν τι ὂν τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων.

3. ὕπνου —ταρπήμεναι] τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ “μέδοντο.” [*](B=) λεληθότως δὲ δεδήλωκεν, ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών.

3, 4. αὐτὰρ Ἀχιλλεὺς κλαῖε] ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ [*](B=) ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν ἀκροατήν, ὥσθ᾿ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται.

5. ᾕρει πανδαμάτωρ] ᾕρει μέν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. [*](B=) ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω (Il. 23. 62) τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν. πανδαμάτωρ] Σιμωνίδης δαμασίφωτα τὸν ὕπνον καλεῖ (fr. [*](B+) 232. B.).

6. Πατρόκλου ποθέων] δεξιῶς ὑπόκειται τίνα ἦν τὰ ἀναμιμνῄ- [*](Α~B+) σκοντα αὐτὸν πένθους. οὐ γὰρ ὅτι συνέπαιζεν, οὐδ᾿ ὅτι αὐτὸν ἐκολάκευεν, οὐδ᾿ ὅτι ἡδὺς συμπότης, ὡς ὁ τοῦ Ἕκτορος “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής” (Il. 17. 577), ἀλλ᾿ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους (6—9) πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες; ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων ἀλλ᾿ οὐδὲ ἡμιγυναίκων ἄξιον· εἰ γὰρ ὅλως τοῦτο ὑπονεῖν δεῖ, ἐραστὴς ἂν εἴη [*](1. ἀγωνίσεις B ‖ 2. ἀγωνόρχην Eust.: ἀγῶν᾿ ἀρχὸν || 4. γωνίαν Et. M.: ἀγωνίαν ‖ 5. ἡνιόχου Eust.: ἡνιόχ᾿ ‖ Ἀγώνου Eust. ‖ 10. δαύορπον Apoll. Soph: : δόρπος B, δόρπον ‖ δαύειν etiam Et. M.: ἰαύειν B || 11. δαρῶν W, δερμάτων Et.. M.: δώρων ‖ 14. παρετάθη B ‖ 18. μονωθεὶς B: μονώσας ‖ 27. οὐδ᾿ sec. ut B: ἢ pr. ‖ 30. κοκοσχόλων B)

446
Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου· ἀθετοῦνται δὲ διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις. εἶπε δὲ “κοὶ μένος ἠύ.” καὶ “τολύπευσε” (7) δ᾿ οὐκ ἄκαιρον· ἄλλως τε σὺν αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις αὐτοῦ μέμνηται “ἦ ῥά νυ μοί ποτε καὶ σύ, δυσάμμορε” (Il. 19. 315).

[*](A=)

ἄλλως: Πατρόκλου ποθέων] προηθετοῦντο οἱ δ᾿ (6—9) καὶ παρὰ Ἀριστοφάνει.

καὶ μένος ἠύ] προθυμίαν, ὁμόνοιαν· ποθεῖ οὖν αὐτοῦ ἀρετὴν καὶ ὁμονοίαν.

[*](B=)

7. τολύπευσε] εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ σφαῖρα τῶν ἐρίων· ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφα- λαιοῦν τολυπεύειν λέγεται.

[*](B=)

καὶ πάθεν ἄλγεα] “ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. u. 31). §. αἱ δημώδεις “καὶ πάθεν ἔργα.”

[*](Α+)

8. κύματα πείρων] ὡς κείρων.

[*](A+B-)

πείρων] βαρυτόνως· φησὶ γοῦν “καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2. 434). εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησὶν “ἄλλα τ᾿ ἔπειρον” (Od. 3. 33) καὶ “περὶ δουρὶ πεπαρμένη” (Il. 21. 557). καὶ ὡς σπείρω σπόρος φθείρω φθόρος, οὕτω πείρω πόρος· “πόρους ἁλὸς ἐξερεείνων” (Od. 12. 259) “θαλάσσης εὐρυπόροιο” (Il. 15. 381. al.) “Ἀλφειοῖο πόρον” (Il. 2. 592)· καὶ “ἀκροπόρους” (Od. 3. 463) τοὺς πείροντας κρέα τοῖς ἄκροις. καὶ “ὠκύπορος νηῦς” (Od. 15. 473) ἡ περωμένη, “ποντοπόρος” δὲ ἡ περῶσα· καὶ ὡς κείρω κορμός, πείρω πορμός καὶ πορθμός.

[*](B~)

11. πρηνής] οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ “προπρηνέα τύψῃ” (Od. 22. 99):

[*](B=)

τότε δ᾿ ὀρθὸς ἀναστάς] ἀντὶ τοῦ ἄλλοτε.

[*](B+)

12. δινεύεσκ᾿ ἀλύων] περιήρχετο ἀλώμενος τὴν ψυχήν, ἀστατῶν. [*](A+)§. ψιλωτέον δὲ τὸ “ἀλύων.”

12, 13. οὐδὲ μὲν ἠὼς φαινομένη] ἐμφαίνει ἀδημονεῖν αὐτὸν ἐπὶ τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα “ὦ νὺξ ίερά” (Eur. Andr. fr. 114 Ν.)

13. ὑπεὶρ ἅλα] τὸν Ὠκεανόν φησιν.

[*](1. περισαλλεστέρου ‖ 8. εὐμένειαν coni. W || 13. ῥέξοντα B ‖ 28. πεπαρμένος || 19. πείρω B: πόρθω ‖ 22. νηῦς scripsi: ἠὼς ‖ 23. ἡ prius W: καὶ ὡς ‖ 30. μιν textus ‖ ἀδημονεῖν αὐτὸν ἄδηλον εἶναι τὸν)
447

15. Ἕκτορα δ᾿ ἕλκεσθαι] περισσὸς ὁ “δέ,” ὥστε καὶ ἐν τῷ [*](A-Β+) “τοιῃδ᾿ ἀμφὶ γυναικί” (Il. 3. 157) οὐ δεῖ προπερισπᾶν τὸ “τοίῃδε.”

16. τρὶς δ᾿ ἐρύσας] ἀντὶ τοῦ πολλάκις. ἔστι δὲ ὡς τὸ “οἳ δὲ [*](Β-) τρὶς περὶ νεκρόν” (Il. 23. 13)· περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν· φησὶ γοῦν “ἕλκε〈ι〉 ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ” (417).

17. ἐνὶ κλισίῃ παυέσκετο] παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο, [*](B-) ἢ ἀνεπαύετο καὶ ἔκειτο.

τόνδε δ᾿ ἔασκεν] ἕν ἐστι τὸ “τόνδε,” ὡς “τένδε δ᾿ ἐγὼν ἐπιόντα [*](Α+B=) δεδέξομαι” (Il. 5. 238). τινὲς δὲ “δέασκεν” ἀντὶ τοῦ ἐδέσμευεν.

18. ἐν κόνι] ὡς “Θέτι.”

προπρηνέα] πλεονάζει ἡ “πρό,” ὡς “νῆάς τε προπάσας” (Il. [*](B=) 2. 493).

τοῖο δ᾿ Ἀπέλλων] καλῶς προτρέπει ἡμᾶς πρὸς τὴν τῶν νεκρῶν [*](B-) ἐπιμέλειαν, εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ (Il. 16. 679).

19. πᾶσαν ἀεικείην ἄπεχε χροι] χροός.

[*](B=)

20. αἰγίδι —χρυσείῃ] “αἰγίδα χρυσείαν” κατ᾿ αἰτιατικήν· καὶ ἔστιν ὁμηρικώτερον, ὡς τὸ “τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω” (Il. 14. 343) καὶ “τόσσην οἱ ἄσιν καθύπερθε καλύψω” (Il. 21. 321).

23. τὸν δ᾿ ἐλεαίρεσκον] ἀπὸ τούτου ὀκτὼ (23— 30) ἀθετοῦσι, καὶ [*](Α~B=) τοὺς μὲν ἑξῆς οὐκ ἀλόγως, ὁ δὲ πρῶτος ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι, ὥστε τὴν συναφὴν εἶναι “τόνδ᾿ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες 〈—ἀλλ᾿ ὅτε δή〉.”

24. Ἀργειφόντην] κλέπτης γὰρ οὗτος καθ᾿ Ὅμηρον.