Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

120. διαπλήσσοντες] διακόπτοντες πρὸς τὴν συμμετρίαν· καὶ [*](A+B -) “τῷ οἱ ἀποπλήξας κεφαλήν” (Od. 10. 44o)· τὸ δὲ “διαπλίσσοντες” τοῖς ποσὶ διαβάντες.

121. ταὶ δὲ χθόνα ποσ〈σ〉ὶ δατεῦντο] διέκοπτον ταῖς ὁπλαῖς τὸ [*](AB=) ἔδαφος, ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· μερισμῷ γὰρ ὅμοιόν ἐστιν ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν.

123. πάντες—φιτροὺς φέρον] νόμος στρατιωτικὸς μὴ κούφους [*](AB=) ἐν ταῖς χρείαις διατελεῖν.

125. ἐπισχερώ] ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν [*](AB=) ἔχειν.

126. ἠρίον] παρὰ τὴν ἔραν.

ἠδέ οἱ αὐτῷ] ἴσως ἀφʼ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ ποιητής.

130. χαλκὸν ζώννυσθαι] Ἀριστοτέλης( Pol. fr. 476 R.) φησὶ τοὺς πρυλεῖς Ἀχιλλέως 〈εὕρημα⟩· τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται πυρριχίζων ὁ στρατός.

131. *ἐν τεύχεσσιν] ἀντὶ τοῦ εἰς τεύχη.

[*](B=)

132. * δίφροισι] ἀντὶ τοῦ εἰς δίφρους.

[*](B=)

παραιβάται] ὧδε μόνον αὐτοὺς ὠνόμασεν· ἐκεῖ δὲ σημαίνει, “Ἄντιφος αὖ παρέβασκε περίκλυτος” (Il. 11. 104).

133, 4. ** 〈μετὰ δὲ νέφος—πεζῶν μυρίοι⟩] πρὸς τὸ σχῆμα.

[*](A~)

135. καταείνυον] τὸ πλῆθος ἐμφαίνει τῶν κειρομένων.

[*](B +)

ἄλλως: καταείνυον] “εἴλυον” εἴλουν· “εἴνυον” δὲ περιεκάλυπτον [*](AB-) ἀντὶ 〈τοῦ〉 ἕννυον· δασύνεται δὲ τὸ “εἵνυον·” Ἀρίσταρχος δὲ “εἴνυσαν.”

[*](3, 4. εὐθύτομα B ‖ 9. διαπλίσσοντες Cobet: -ήσσοντες ut B ‖ 18. ἔραν scripsi: ἥραν ‖ 19. αὐτῇ in lemmate ‖ 20, 21. cf. schol. Pind. Pyth. II 127. ‖ 30. * καταείνυον] περιεκάλυπτον iteratur)
412

136. κάρη ἔχε] ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο.

[*](B-)

139. μενοεικέα—ὕλην] τὴν ἀρεσκομένην Ἀχιλλεῖ ἢ τὴν πρέπουσαν τῇ πυρᾷ. φησὶ γοῦν “παρά τε σχεῖν, ὡς ἐπιεικές” (50). μετ〈εν〉ή- νεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ ἂν εἴποι τις μενοεικὲς τὸ τῷ μένει ἀρεστὸν καὶ καταθύμιον.

[*](A=)

141. ξανθὴν — χαίτην] καὶ ὁ Πάρις εἶχε χαίτην, ἀλλʼ ἐπὶ γυναι- μανίᾳ καὶ ἀπάτῃ.

[*](A+B-)

142. τήν ῥα Σπερχειῷ] τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται· καὶ τοῖς γαμοῦσι δὲ τὸ λουτρὸν ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ τοῖς πρὸ γάμων τελευτῶ- σιν ἡ λουτροφόρος κάλπις ἐτίθετο· ὅτι δὲ τὸ ὑγρὸν αὔξει, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ· τινὲς δὲ τρόφιμόν φασι τὸ ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυσθαι.

ἄλλως: τήν ῥα Σπερχειῷ] ὡς συγγενεῖ —Πολυδώραν γὰρ εἶχε τὴν Πηλέως θυγατέρα —ἢ ὅτι ἀπὸ Φθίου τοῦ Σπερχειοῦ Φθία. [*](B-)δῆλον δέ, ὅτι ἐν Τροίᾳ ἤκουσε, διὰ τὸ περὶ αὐτοῦ λόγιον. §. “ἔνορχα” (147) 〈ἔθυον⟩ τοῖς ποταμοῖς, καὶ Ποσειδῶνι δέ, διὰ τὸ ἐκ τοῦ ὑγροῦ τὴν γένεσιν εἶναι, “Ὠκεανόν τε, θεῶν γένεσιν” (Il. 14. 201, 302). σκεπτέον δέ, μὴ “μῆλα” νῦν τοὺς ταύρους φησίν· τούτους γὰρ τοῖς ποταμοῖς καθʼ “Ομηρον θύουσι, “δηθὰ πολεῖς ἱερεύετε ταύρους” (Il. 21. 131) “ταῦρον —Ἀλφειῷ” (Il. 11. 728).

[*](B=)

143. ἰδὼν ἐπὶ οἴνοπα πόντον] ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερ- χειὸν ἀποβλέψας.

146. σοί τε κόμην κερέειν] καὶ Ἀντίμαχός φησι (fr. 60 K) τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην . . . .

152, 3. κόμην —θῆκεν] παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ ἐπέρριψεν.

[*](B=)

155. εἰ μὴ Ἀχιλλεύς] τοσοῦτος ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν.

[*](B=)

157. γόοιο μὲν ἔστι καὶ ἆσαι] λείπει τὸ ὕστερον. ἐνέφηνε δὲ διὰ τοῦ “νῦν δʼ ἀπὸ πυρκαϊῆς” (158).

ἄλλως: γόοιο μὲν ἔστι] ἐπαγγελτικῶς προενεκτέον τὸ “ἔστι, ” ὡς “ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκός” (549).

[*](1. σχέθε in textu ‖ Λινδίοις Bekker: κλινδίοις ‖ 3. πυρὰ B: πυρρᾷ ‖ 4. τε post τῷ omisi ‖ 6, 7. γυναιμανείᾳ ‖ 10. αὐτῶν scripsi: -ῆς 17. supplevi ex D ‖ 20. πολλεῖς ‖ 25. lacunam indicavi; deest nomen sacrificantis)
413

160. κηδεός] ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. [*](A+B-) οἱ δὲ πλείους “ λοχέοιο” ἀναγινώσκουσιν, ὡς ἀνθρώποιο.

ἄλλως: κηδεός] κηδεύσιμος ἢ κήδιστος. §. τὸ δὲ ἐξῆς ‘παρα- [*](B-) μενόντων.’

[*](A+B=)