Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

88. ἀμφʼ ἀστραγάλοισι χολωθείς] αἱ πλείους “ἀμφʼ ἀστραγά- [*](A+) λῃσιν ἐρίσσας·” καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη.

89. ἱππότα] οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον.

90. ὀνόμηνεν] καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· “σὴ παρά- [*](B-) κοιτις κέκλημαι” (Il. 4. 60) ἀντὶ τοῦ εἰμί.

91. σορός] ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα. ἅπαξ δὲ χρῆ- [*](A-) ται τῇ λέξει.

92. χρύσεος ἀμφιφορεύς] τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαί- [*]() στου λαβόντα ἐν Νάξῳ Θέτιδι χαρίσασθαι, ἐπειδὴ διωκόμενον ὑπὸ Λυκούργου ἐδέξατο (cf. Od. 24. 74).

[*](5, 6. versum ignotum om. Schneider post Callim. II ‖ 9. δὲ ante ὁ omisi ut A ‖ 11. καὶ ante ὅπως omisi ‖ 15. ἐπέτελλεν ‖ 21. Αἰανῆ Bekker: Αἰάνην Eust., Ἑανῆ ‖ 23. Ἀστραγαλισταῖς Meinete ex v. 88: ἀστρολογι- σταῖς ‖ 25. ἐρύσας A)
410
[*](A+ B-)

ἄλλως: χρύσεος ἀμφιφορεύς] σορὸν δέδωκεν ἡ μήτηρ—δυσοιώνισ- τον γὰρ ἐπὶ πόλεμον ἐξιόντι—ἀλλʼ ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν γενέσθαι. ἐν πάσαις δὲ οὐκ ἦν ὁ στίχος· καὶ Ἀρίσταρχος ἐκ τῆς 〈δευτέρας⟩ Νεκυίας αὐτὸν ἐσπάσθαι φησίν “δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα ” (Od. 24. 73, 4). ἀλλʼ ἐκεῖ εὔλογος πρὸς ὕψωσιν τῆς ταφῆς.

[*](B=)

94. τίπτε μοι, ἠθείη] βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύ- δοντα πρὸς τὴν ἀμοιβήν· μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται. ἠθείη] Χαμαιλέων γράφει “ὦ θείη·” γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ “θείη.”

97. ἀμφιβαλόντες] ἀμφιχυθέντες· “ἀμφιχυθεὶς πατέρʼ ἐσθλόν” (Od. 16. 214).

99. ὠρέξατο] ἐπεθύμησε, τὰς χεῖρας ὤρεξεν.

[*](B-)

100. ἠύτε καπνός] διὰ τὸ λεπτὸν καὶ πνευματῶδες· ἢ πρὸς τὴν κίνησιν· Ζωίλος δέ φησιν, ὅτι “ἀλλ᾿ ὁ καπνὸς ἄνω φέρεται.”

[*](B=)

101. τετριγυῖα] ἐλεεινὰ βοόωσα, ὡς ἐπὶ τῶν νεοσσῶν (Il. 2. 314).

[*](B=)

102. 〈συμ〉πλατάγησεν] ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.

[*](B-)

ἔπος δʼ ὀλοφυδνόν] ὁ μετὰ τίλσεως τῶν τριχῶν οἶκτος· “ὥλοψας δὲ βίηφι” (Callim. in Dian. 77).

[*](A~B=)

104. ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν] “φρένες ” τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβεν. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν. ἐμέμφετο γὰρ ὡς ἠμελημένος· καὶ μὴν οἱ ἄταφοι προμαντεύονται· ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν. §. γράφεται δὲ καὶ “πᾶσαι.”

[*](B=)

107. θέσκελον αὐτῷ] θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατα- σκευάσαντος.

[*](B=)

108. ὑφʼ ἵμερον ὦρσε] ὑπερβολὴ πένθους ἐστίν· ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται τῶν δακρύων.

110. ἀμφὶ νέκυν] Ἀττικῶς ἐξέτεινε τὸ “νέκυν.”

111. οὐρῆάς τʼ ὤτρυνε] “οἳ δʼ, ὡς ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσ〈σ〉αν ἀταρπόν ” (Il. 17. 742, 3).

[*](4. supplevi ex A ‖ 5. εὔλογος W: εὐλόγως ‖ 32. οἶδ᾿ ὥστ᾿ ἡμ.)
411

ἄλλως: οὐρῆάς τε] ἐν πολλοῖς χωρὶς τοῦ “τέ.”

[*](A=)

113. Μηριόνης] Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος.

116. πάραντά τε] μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ ἰθύ- [*](B=) τομα.

117. πολυπιδάκου] “πίδακος ἀμφʼ ὀλίγης” (Il. 16. 825). [*](A+) οὕτως οὖν “πολυπίδακος.”

119, 20. κτυπέουσαι πῖπτον] ἤλλακται ἡ τάξις

[*](A+B =)