Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

757. στὰν δὲ μεταστοιχί] διπλῆ καὶ ἀστερίκος· πῶς γὰρ κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχί, μετῆκται οὖν ἀπὸ τοῦ ἱππο- δρομικοῦ ἀγῶνος ὁ στίχος (358). δόλιχος δὲ ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις (758) ἀπὸ τῶν καμπτήρων.

[*](B+)

758. τοῖσι δ᾿ ἀπὸ νύσσης τέτατο δρόμος] ἐπεὶ μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος ἀλλ᾿ εὐθέως προπηδῶσιν.

[*](B-)

762. πηνίον] παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρέτης ὑφασμάτων. οἳ δὲ ὑφήνιον τὸ ὑπὸ τοὺς μίτους ὄν.

[*](B-)

παρὲκ μίτον] ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ τὴν γυναικωνῖ- τιν παραλαμβάνειν· “ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον” (Il. 12. 434).

[*](B=)

764. ἴχνια τύπτε] πολλὴ 〈ἡ〉 ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν.

[*](B-)

765. ἀυτμένα] τὴν ἀναπνοὴν καὶ τὸ ἆσθμα· τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.

[*](A+)

* ἀυτμένα] ὡς ποιμένα.

[*](3. cf. p. 440, 3 ‖ 6. ὃ δὲ scripsi, cf. B: ὅπερ ‖ ἢ post χ. omisi ut B ‖ 15. Ἐχιάδων ‖ 17. προσώρμισιν B ‖ 20. στῆ δὲ || 30. sup- plevi ex B ‖ 32. ἄδημα: corr. W)
439

ἀυτμένα] παρὰ τὸ ἀύω, ὅ ἐστι φωνῶ· φωνῆς δὲ γένεσις [*](B-) πνοὴ καὶ ἀήρ· καὶ θηλυκῶς δὲ ἀυτμὴ ἡ πνοή.

767. μάλα δὲ σπεύδοντι κέλευον] πρὸς τὸ εὐνοικὸν τῶν Ἑλλήνων. [*](B-) χρειωδέστερος γάρ· ὃ δὲ πρὸς πάντας ἀπηνής· καλῶς δὲ προσέθηκε τὸ “μάλα δὲ σπεύδοντι κέλευον·” τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνίζεσθαι.

768. ἀλλ᾿ ὅτε δὴ πύματον τέλεον δρόμον] τὸ ἔσχατον τοῦ [*](B=) δρόμου.

770. κλῦθι, θεά] συντόμως καὶ ἁρμοδίως τῷ καιρῷ· ἀσθμαίνει [*](Β=) γὰρ καὶ σπεύδει.

772. γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] φασὶ τοῖς προτρέχουσι δίκην πτερῶν εἶναι τὰς χεῖρας.

ἄλλως: γυῖα δ᾿ ἔθηκεν ἐλαφρά] περισσὸς ὁ στίχος καὶ λύων τὸ [*](A~B+) ἐναγώνιον· οὐδὲ γὰρ βεβαρημένα ἦν αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα· εἰ γὰρ τοῦτο ἦν, καὶ προει- λήφει ἂν αὐτόν· μετῆκται οὖν ἀπὸ τῶν περὶ Διομήδους (Il. 5. 122).

775. κέχυτ᾿ ὄνθος] ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς [*](AB=) τοῦ δέοντος δρόμου πίπτει.

777. πλῆτο στόμα] κεχηνὼς οὖν ἔτρεχεν· ὁ δὲ τὸν πρεσβύτην [*](ΑB=) λαβραγόραν εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.

783. μήτηρ ὣς Ὀδυσῆι] διὰ τοῦτο ἴσως φησὶ “καὶ ἐχθόμενός περ Ἀθήνῃ” (Od. 4. 502). ὅτι τὴν παρθένον εἴκασε μητρί· ὁ δὲ Ἴστρος ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἢ ἐστιν ἱερὰ Ἀθηνᾶς.

785. Ἀντίλοχος δὲ —λοισθήιον] πάντας τοὺς διαφέροντας ποιεῖ [*](B-) ἡσσωμένους· διὸ καὶ Ἀντίλοχον. ἢ ὅτι νέων ἐστὶ ποδωκέστατος.

786. μειδιόων] προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ [*](B=) φιλότιμον τῶν νικησάντων.

789. προγενέστερος] τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι γὰρ [*](Β=) Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς, εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ.

791. ὠμογέροντα] τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως· ἡ δὲ [*](Α=Β-) μεταφορὰ ἀπὸ τῶν κρεῶν· καὶ “ἐν ὠμῷ γήραϊ θῆκεν” (Od. 15. 357), ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φασίν.

[*](19. ad πρεσβύτην sec. superscripsit τὸν Ἰδομενέα ‖ 21. Ὀδυσσῆι ‖ 27. κατάγελον ‖ 34. φησίν A)
440

ἀργαλέον δέ] φησὶν οὖν “οὐχ ἥσκηται Ὀδυσσεῖ, ἀλλὰ τῇ Ἀθηνᾷ.’

792. ἐριδήσεσθαι] ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ “ἐριδαίνετον ὧδε” (Il 1. 574)· ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται “ἐριζήσασθαι” εἰ μὴ Ἀχιλλεῖ] “Ἀχιλῆι.” διὰ τοῦ η.

[*](B-)

793. κύδηνεν δὲ —Πηλείωνα] ὕψωσεν, γαῦρον ἐποίησεν. καὶ “ὑψοῦ δὲ κάρη ἔχει” (Il. 6. 509).

[*](B=)

794. τὸν δ᾿ Ἀχιλεύς] ὅσον ἐπιδέξιος ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν.

[*](A~)

795. οὐ μέν τοι 〈μέλεος〉] μάταιος, οὐκ οἰκτρός, ὡς οἱ τραγικοί.