Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

712. ὡς δ᾿ ὅτ᾿ ἀμείβοντες] οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ λ στοιχείου, οἳ δέ, 〈ὅτι〉 τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς.

[*](B=)

ἄλλως: ὡς δ᾿ ὅτ᾿ ἀμείβοντες] παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ 〈ἀντ〉α- γωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατῶν τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ “ἀγκάς” περιβολὴν χειρῶν δηλοῖ.

[*](B=)

714. τετρίγει δ᾿ ἄρα νῶτα] τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.

[*](B=)

716. πυκναὶ δὲ σμώδιγγες] τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ [*](1. φρίχ᾿ ὑπαλύξαι ‖ 3. schol. l. 1 post ὑπ. insertum: discrevi ‖ 6. τὸ ante ἔθος om. B ‖ 8. σιέλῳ ut B ‖ 19. Ὀδυσσεὺς ‖ 23, 26. ἀμείνονες 24. suppl. || 28. κρατῶν scripsi: κρατεῖ)

437
δὲ ὡς ἡ αὐτὴ μὲν ἦν αὐτοῖς τάσις, μετέστησαν δ᾿ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· ἐπεὶ πῶς 〈ἂν〉 ὁ πολὺς ἱδρὼς ἔρρει:

718. τρίποδος περὶ ποιητοῖο] οὐκ ἀναστρεπτέον τὴν “περί·” [*](Α+ B=) δύναται γὰρ ἰσοδυναμεῖν τῷ περισσῶς· ἀντὶ τοῦ ἐξαιρέτως πεποιημένου.

720. ἲς Ὀδυσῆος] ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα· ἔστι γὰρ ὁ [*](B-) Ὀδυσσεὺς παλαιστής, εἴγε καὶ τὸν Φιλομηλ〈ε〉ίδην κατεπάλαισεν (Od. 17. 134).

721. ἀλλ᾿ ὅτε δή ῥ᾿ ἀνίαζον] οὐδὲν γὰρ ἀηδέστερον θεαταῖς ἐστιν [*](B=) ἢ παλαισταὶ δι᾿ ὅλης τῆς ἡμέρας ἐφαμίλλως ἰσορροποῦντες.

ἐυκνήμιδες Ἀχαιοί] ἡ γραφὴ “ἐυκνήμιδας Ἀχαιούς.’ καὶ τὸ [*](Α ~) “ἀνίαζον” εἰς ἀνίαν ἦγον, ὡς “Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς” (Od. 9. 59) εἰς κλίσιν ἦγον.

724. ἢ μ᾿ ἀνάειρε] εἰκότως προκαλεῖται· πέποιθε γὰρ ἂν καταγω- [*](B=) νίσασθαι τῇ ἰσχύι. εἰώθασι δὲ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν ὃ καλεῖ- ται λαβὴ καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ τὸν πόδα πολλάκις.

725. ὣς εἰπὼν ἀνάειρε] ὡς εἰωθότων τῶν πρώην ἰσχύι κατα- γωνίσασθαι καὶ οὐ δόλῳ.

726. κώληπα τυχών] “κώληπα” τὴν ἰγνύην. §. ὑπτιασθέντος δ᾿ [*](Β+) Αἴαντος Ὀδυσσεὺς (726) ἐπὶ τὰ ἴδια στήθη πίπτει. δύναται δὲ καὶ [*](B=) ἐπὶ τὰ τοῦ Αἴαντος.

728. θάμβησάν τε] τὸν βουγάιον (Il. 13. 824) ὑπὸ τοῦ ὡμο- [*](B=) γέροντος (791) ὁρῶντες νικώμενον.

729. δεύτερος αὖτ᾿ ἀνάειρε] τὸ σχῆμα πρῶτος εὗρε Κερκυών· καλεῖται δ᾿ ἰγνυῶν ὑφαίρεσις, ὥς φησι Σώπατρος.

730. κίνησεν δ᾿ ἄρα τυτθόν] εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος [*](Β-) οὐ δύναται καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ, ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως παρακινῆσαι τῷ δεξιῷ γόνατι παρατρίψας τὸ ἀρι- στερὸν αὐτοῦ σκέλος ἔπεσεν· καὶ πλάγιοι πίπτουσιν· ἔστιν οὖν τὸ δεύτερον πτῶμα Ὀδυσσέως (cf. 72)· οἳ δέ, ὅτι καμὼν τῇ ἐντάσει τοῦ βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον· εἰ δὲ εἰς ὕψος αὐτὸν ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν· τὸ μέντοι σχῆμα οἳ μὲν παράπλαστον, οἳ δὲ παρακαταγωγὴν ὀνομάζουσιν.

[*](1. τάσις W: στάσις ‖ 4. τῷ B: τοῦ ‖ 5. Ὀδυσσῆος ‖ 13. ἂν καταγ. scripsi ex l. 17. 8: ἀγ. B, αὐτὸν ἀγ. ‖ 25. δὲ ἰγνύων Eust., δὲ τοῦ ὢν ‖ ἀφαίρεσις Eust. ‖ 30. καμὼν B: κ.ιτ᾿ ὤμων ‖ 33. μεταπλασμόν Eust.; παραπλαγιασμόν coni. Heyne)
438
[*](A+)

731. ἐν δὲ γόνυ γνάμψεν] πάντες τὴν “ἐν” πρόθεσιν ἐδέξαντο· Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ.

735. ἐρίδεσθον] λείπει ἡ διά, οἷον ‘διερίδεσθε.ʼ §. “τρίβεσθ.” [*](B=) δὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς.

[*](B-)

736. νίκη δʼ ἀμφοτέροισιν] τινές φασιν, ὅτι τὸ πρῶτον Ὀδυσ- σέως, τὸ δεύτερον κοινόν. ὃ δὲ χαρίζεται ὡς συγγενεῖ, καθὰ καὶ Εὐμήλῳ (536)· ἔστι δὲ ψεῦδος.

741. κρητῆρατετυγμένον]ὡς “ξεστὴν— τράπεζαν” (Od. 1. 138) καὶ “τρίποδος περί ποιητοῖο” (718)“Τίρυνθά τε τειχήεσσαν” (Il. 2. 559). ἓξ δ᾿ ἄρα μέτρα] ὡρισμένον ἴσως ἦν τὸ μέτρον.

[*](B=)

742. ἐνίκα πᾶσαν ἐπ᾿ αἶαν] ἐνίκησε τοὺς ἄλλους δηλονότι κρατῆρας.

[*](B-)

743. ἐπεὶ Σιδόνες] ἄριστοι τεχνῖται οἱ Σιδόνες· “ἔργα γυναικῶν Σιδονίων” (Il. 6. 289) καὶ “Σιδόνος πολυχάλκου εὔχομαι εἶναι” (Od. 15. 425)· τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν, ὡς τὸ “Δου- λιχίοιο Ἐχινάων θ᾿ ἱεράων νήσων” (Il. 2. 625)· πρῶτοι δὲ Φοίνικες τὰ μέγιστα διεπέρασαν πελάγη.

[*](B+)

745. στῆσαν δ᾿ ἐν λιμένεσσι] ὥρμισαν.

751. λοισθῆι᾿ ] ἡ συνήθεια “λοισθήιον ἔκφεῤ ἄεθλον” (785)· οὐ γὰρ κλίν〈στ〉αι λοισθεύς, ὥς τινες· γέγονε δὲ παρὰ τὸ λείπω.

[*](Α-)