Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

646. κτερέιζε] γεραρὸν αἰτοῦ τὸν νέκυν ἄθλοις ποίει· παρὰ τὸ [*](B=) κτέρας, ὅ ἐστι κτῆμα. “τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον” (Il. 10. 216).

648. ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος] ἀντὶ τοῦ ἐνηῶς· ἢ ὡς τὸ “οἶκον ἄτιμον ἔδεις” (Od. 16. 431) μετὰ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσηνείας.

649. τιμῆς, ἧς τέ μ᾿ ἔοικε τετιμῆσθαι] ὕψωσεν ἑαυτὸν ὡς ὀφεί- [*](B-) λοντα τιμᾶσθαι, εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς χάριν δὲ φίλων στρατεύων νῦν, ἐπ᾿ ἀξιώματος δὲ ὢν τοιούτου καὶ παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης; ἴσως δὲ τὸ “τιμῆς” νῖν ὡς ἐπὶ ὠνίων.

652. ἐπεὶ πάντ᾿ αἶνον ἐπέκλυε] εὖ τὸ ὑπομεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν.

αἶνον] τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ ἐδόκει [*](B=) αὐτῷ ἐν ὑπονοίᾳ εἶναι· νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ “αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας” (Od. 14. 508). οὐ γὰρ τὸν ἔπαινόν φησιν.

653. πυγμαχίης ἀλεγεινῆς] πολυφρόντιδος καὶ ἐπισκέψεως δεο- [*](Β=) μένη〈ς〉.

654. ἡμιόνον ταλαεργόν] πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ [*](Β=) ἆθλος.

ταλαεργόν] ὑπομένουσαν πρὸς τὰ ἔργα. διὸ καὶ τὸ “ἀλγίστη δαμάσασθαι” (655)· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ.

656. τῷ δ᾿ ἄρα νικηθέντι —δέπας] οἰκείως τὸ “δέπας” τῷ νικω- [*](Β=) μένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφ᾿ οὗ μάλιστα νικῶνται· ἢ ὅτι οἱ πόται ἡσσῶνται ἔργων τοιούτων.

658. Ἀτρείδη τε καὶ ἄλλοι—ἄνδρε—ὥπερ ἀρίστω] τοὺς ἀρί [*](A~Β+) στους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον ἐπὶ μεγάλῳ ἀγωνιῶμεν· ἴσους δὲ τῶν κειμένων καλεῖ, ὅπως μηδὲ εἷς ἀτιμάζηται δίχα ἐπάθλου ἀναχωρῶν.

660. πὺξ μάλ᾿ ἀνασχομένω 〈πεπληγέμεν〉] δυνατωτέρα γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη· τὸ δὲ “πεπληγέμεν” πλήσσειν.

[*](6. αἰεὶ ‖ ἐνηνέος ‖ 21. supplevi ex B || 24. περὶ D ‖ 25. cf. p. 434, 5 || 27, 28. οἱ πόται B: ὁπότε ‖ 29. ᾦπερ ‖ 30. ἐπὶ ἰδ. scripsi: ἐπεὶ ἰδ. ‖ 32. ἀτιμάζοιτο)
484
[*](Α+)

661. καμμονίην] τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι αὐτὸ ἐπὶ δρομέων.

664. ἠύς τε μέγας τε] τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ σφοδρὸν τῆς ἄνωθεν πληγῆς.

665. 〈Πανοπεὺς〉 στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῦν ἐκ τῶν κοινῶν λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς ὑδροφόρει τοῖς Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ . . . ἐν τοῖς χορευ- ταῖς . . . “φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον” ἀντὶ τοῦ ὃς νίκην μὴ περιποιήσαι “τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ” ζημίαν (Simonid. fr. 173).

[*](B=)

Ἐπειός.] οὐκ ἄρα τῶν ἀρχόντων μόνων ὁ ἀγών. ἦν δὲ ὡς ἔοικεν καὶ τέχνη παῤ αὐτοῖς τῆς πυγμῆς, οὐ μόνον ἡ δύναμις.

[*](B-)

666. ἅψατο δ᾿ ἡμιόνου] πολὺ τὸ ἦθος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσω- πον πρὸς τὴν τοῦ ἵππου κατασκευήν· ἢ τάχα ὅτι αἱ χεῖρες τετυ- λωμέναι τῶν τοιούτων.

[*](ΑB=)

670. μάχης ἐπιδεύομαι] τὸ ὁμολογεῖν ἐμ᾿ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.

[*](B=)

674. κηδεμόνες] οἱ κηδόμενοι αὐτοῦ.

[*](Β=)

675. ἐξοίσουσιν] φοράδην δηλονότι.

[*](B=)

676. ἀκὴν ἐγένοντο σιωπῇ] διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.

[*](B=)

677. Εὐρύαλος] τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομήδην καὶ Σθένελον. ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος Ταλαοῦ παῖδες γεγόνασιν.

οἶος ἀνίστατο] οὕτως ἔχει καὶ τὸ “Ἀγκαῖον δὲ πάλῃ Πλευρώ- νιον, ὅς μοι ἀνέστη” (635).

[*](A~)

679. ὅς ποτε Θήβας〈δ᾿ ἦλθε δεδουπότος Οἰδιπόδαο〉] ὅτι βασι- λεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι· καὶ Ἡσίοδος δέ φησιν (fr. 45 M.) ἐν Θήβαις αὐτοῦ ἀποθανόντος Ἀρ- γείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν τοῦ Οἰδί- ποδος.

[*](Α~)

δεδουπότος Οἰδιπόδαο] ἢ ὡς ὑπερπαθήσαντος καὶ ῥίψαντος ἑαυτὸν [*](4. ἄνωθεντῆς ‖ 6. Λαγορίιιν Meineke ad Steph. Byz. s. v.: Ἐλαγάρειαν || 5. schol. post ζυγῷ p. 433, 25, adiungitur: traiecit Bekker ‖ 7, 8. lacunas indicavi ex Athenaeo X 456e explendas ‖ 8. φέρ ιν Ath.: φορεῖν || 9. μὴ W: μοὶ ‖ Πανοπηιάδῃ δώσειν μέγα Ath.: Πανοπῆι δη ὠσειν μετὰ || 13. ἦθοε W: ἦδος B, εἶδὸς ‖ 23. δὲ B pro γὰρ)

435
ἐξ ὕψους, ἢ καταχρηστικῶς ἀποθανόντος, ὡς τὸ “ὃ δ᾿ Ἀτρείδην ἐναρίζοι” (Il. 1. 191) κυρίως δὲ τὸ σκυλεύοι.

ἄλλως : ὅς ποτε Θήβασδε] ὁ Μηκιστεύς· πρὸς γὰρ τὸ δεύτερον [*](A+B=) ὑπαντᾷ, καὶ συνᾴδει ἡ ἡλικία.

680. ἐς τάφον] ἐπιτάφιον.

[*](B=)

πάντας ἐνίκα] ἢ τοὺς πύκτας ἢ τὸν ἄριστον νικήσας πάντων περι- γέγονεν.