Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

576. ψεύδεσσι] ὡς ψεύσμασιν.

[*](B~)

579. αὐτὸς δικάσω] ἔδειξεν, ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκέτι δεῖ 〈ἀντειπεῖν· ἴσον γὰρ τῷ〉 ἀπώσασθαι ἱκέτην.

581. διοτρεφές] περισσὸν τὸ ἐπίθετον, ὡς “δῖον Ἀλέξανδρον” (Il. 3. 352) “Ἀνδρομάχη λευκώλενος (Il. 6. 377) “ὄρσεο, κυλλο- πόδιον” (Il. 21. 331). §. ὁ δὲ στίχος περισσός· ἄλλοι φασί, “θωπεύει Νέστορα·᾿ ἀλλ᾿ οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι.

[*](B+)

582, 3. ἱμάσθλην—ῥαδινήν] λεπτήν, ἐπιμήκη.

[*](B=)

585. ὄμνυθι] εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλήθους γενομένης τῆς ἐπιθέσεως, οὐδ᾿ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου.

587. ἄνσχεο] οὕτως Ἀρίσταρχος· ὁ δὲ Σιδώνιος διὰ β΄ σσ, ὡς τὸ “καδδραθέτην” (Od. 15. 494).

[*](B=)

589. ὑπερβασίαι] παραβάσεις τοῦ δέοντος. ἔγνω δέ, ὡς οἱ εἴ- κοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπολο- γίαν φέρει, τὴν ἡλικίαν.

[*](B=)

590. κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆνις] ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν· ἡ δὲ βουλὴ ἀσθενής.

[*](B-)

591, 2. ἵππον δέ τοι —δώσω] φιλοτίμως τὴν μὲν νίκην προσ- ποιεῖται, τοῦ δὲ ἄθλου, φησίν, ἐξίσταται ἑκών· ὁ γὰρ λέγων “αὐτὸς δώσων” κατασκευάζει, ὅτι ἐμὴν οὖσαν λήψῃ αὐτὴν οὐκ ἐκ μέσου ἀλλὰ παῤ ἐμοῦ. τούτῳ συνᾴδει καὶ τὸ “εἰ καί νυ κεν οἴκοθεν ἄλλο” (592). διὰ γὰρ τοῦ “ἄλλο” διδάσκει, ὅτι καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον.

[*](B-)

593. μεῖζον ἐπαιτήσειας] ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.

[*](8. αὐτῶν B: -ῷ ‖ 9. suppl. W ex Eust. ‖ 12. suppl. W || οὐκ ἔστιν ὁ ἀντερῶν B ‖ 16. θωπεῦσαι Heyne: θῦσαι ‖ 19. γινομένης B ‖ 29. ἐξίστασθαι coni. W)
431

594. ἢ σοί γε, διοτρεφές] θεραπευτικῶς ἀγαθὸν 〈καὶ〉 θεοφιλῆ [*](B=) αὐτὸν καὶ ἰσόθεον ἀποδείκνυσιν. πρὸς μὲν οὖν Ἀχιλλέα τῇ δικαιο- λογικῇ στάσει ἐχρήσατο, νῦν δὲ τῇ παρορμητικῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείᾳ δὲ καὶ τιμῇ ὁμιλητικῶς ἀνακτώμενος.

595. ἐκ θυμοῦ πεσέειν] πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς φιλίας [*](B=) φησίν.

596. καὶ ἵππον ἄγων] ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παραδοῦναι.

597, 8. θυμὸς ἰάνθη] ἐπὶ τῇ τιμῇ.

598. ἰάνθη] καὶ οἱ γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ [*](B=) ἱλαρὰ εἶναι λέγουσιν.

ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση] ὥσπερ τὸ λήιον περιχυθὲν τῇ [*](B=) δρόσῳ φαιδρύνεται ἐκ τῆς πρωινῆς στυγνότητος μεταβαῖνον.

599. ὅτε φρίσσουσιν] ὅτε τελειοῦνται οἱ στάχυες· τότε γὰρ [*](B-) φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ἀνορθοῦνται, ἢ κινοῦνται. ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος.

603. ἀεσίφρων] ἀνεμώλια φρονῶν ἢ βλαψίφρων.

604. νεοίη] νεότης· οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι “νόημα.”

[*](Α+)

605. δεύτερον αὖτ᾿ ἀλέασθαι] δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ [*](B=) συγγνῶναι καθάπαξ ἁμαρτάνοντι, ἀσθενοῦς δὲ τὸ πολλάκις.

* δεύτερον] “ὕστερον.”

608. σός τε πατῄρ] διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν.

[*](B=)