Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

521. πεδίοιο θέοντος] λείπει ἡ διά.

[*](Α~B-)

523. δίσκουρα] τινὲς δύο μέρη κατὰ συναλ〈ο〉ιφήν, ἐπειδή φησιν “ὅσ〈σ〉α δὲ δίσκου οὖρα” (431). ἄμεινον δὲ τὸ σύνθετον· καὶ γὰρ ἀπὸ τῶν κατὰ τῶν ὤμων φησὶ “κατωμαδίοιο” (ib.).

524. ὀφέλλετο γὰρ μένος ἠύ] ὡς τὸ “ἦ γάρ τε μάλιστά τε θυμὸν ὄφελλεν.”

[*](B+)

529. λείπετο—δουρὸς ἐρωήν] τὴν ἔκτασιν, ὡς τὸ “ἐρωήσει περὶ δουρί” (Il. 1. 303, Od. 16. 441).

[*](Α+Β-)

531. ἤκιστος] παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ. ἀφ᾿ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα· οἳ δὲ παρὰ τὸ ἔχω, ὅ ἐστιν ἐπέχω· τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς.

[*](ΑB=)

ἤκιστος δ᾿ ἦν αὐτός] παρὰ τῷ ποιητῇ τὸ “ἤκιστος” ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδ᾿ ὅλως.

[*](Α~B=)

533. ἕλκων ἅρματα 〈καλὰ ἐλαύνων πρόσσοθεν ἵππους〉] 〈ἐκ〉 τῶν ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων, καὶ τῇ μάστιγι τοὺς αὐχένας τύπτων.

[*](ΑΒ=)

πρόσσοθεν] συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς τόνος.

[*](B-)

536. λοῖσθος ἀνὴρ ὥριστος] διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυ- [*](3. ὠτώεντα textus: ὠτόεντα ‖ 13. δαβαίνει B: ἐτιβαίνει ‖ 19, 20. ‘an τῆ γάρ ῥα μάλιστά γε θ. ὄφελλεν (Od. 4. 366), ubi traditur ὄρινα’ ‖ 29. supplevi ex A ‖ 30. αὐτοὺς ἕλκων post ἀγ. iteratum: omisi)

429
χοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς ἐᾶν ὑπερτερεῖν τὴν τύχην· ἄλλως τε καὶ Θεσσαλὸς ὁ Εὔμηλος.

537, 538. ἀέθλιον—δεύτερα] ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει [*](B-) διὰ τὴν ὑποψίαν τὴν φθάσασαν ἐγγενέσθαι αὐτοῖς· καὶ ἐν τῇ πρὸς Aἴαντα μάχῃ τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτοὺς δίδωσι τὸ ξίφος αὐτῷ (824).

538. δεύτερα] φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην παρέξειν ἐν τούτῳ. §. τινὰ δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς [*](A+) εὐτελεῖς φέρει β΄ στίχους “〈τὰ τρίτα δ᾿ Ἀντίλοχος, τέτρατα ξαν- θὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης θεράπων ἐὺς Ἰδομενῆος.”

543. ὦ Ἀχιλεῦ] Νέστορος υἱός ἐστι λέγειν τε καὶ πράσσειν [*](B) δυνατός· τὸ μὲν γὰρ “κεχολώσομαι” ἁπλουστάτης διαθέσεως ἐστι καὶ φιλεταιρίας, τὸν δὲ Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν τρόπον ὁ ποιητής.

544. ἄεθλον] εὐδετέρως· εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής.

[*](B=)

546. ἀλλ᾿ ὤφελεν ἀθανάτοισιν] ἐναντιώσῃ οὖν τοῖς θεοῖς, εἰ, ὃ ἀφήρηνται ἐκεῖνοι, αὐτὸς δώσεις.

548. καί τοι φίλον] “φίλος” ὀφείλει.

549. ἔστι τοι] ἐπαγγελτικῶς τὸ “ἔστι·” διὸ ὀξέως.

556. χαίρων Ἀντιλόχῳ] λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς [*](B=) αὐτόν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς εἰς αὐτὸν ἑταιρίας, καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον.

561. πέρι χεῦμα—κασσιτέροιο] ἐδήλωσε τὸν ἐπικεχυμένον τε [*](Α+B) καὶ πεπηγμένον τῷ θώρακι κασσίτερον. ἴσως οὖν περισσεύει ἡ “περί·” διὸ οὐκ ἀναστρεπτέον αὐτήν.

566. θυμὸν ἀχεύων] οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος [*](Α=B-) ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος οὖν ἐστι περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος. μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωικὴν ἁπλότητα κακουργήσαντι. καὶ Ἀχιλλεὺς “ἐκ—δή μ᾿ ἀπάτησε καὶ ἤλιτεν” (Il. 9. 375).

[*](1. τύχην sec. ut B: δίκην || 3. δεύτερον ‖ 8. παρέξειν Bekker: ἕξειν ‖ τινὰ scripsi: τινὲς ‖ 9. φέρει scripsi: φασὶ ‖ supplevi ex A ‖ 11. Ἀχιλλεῦ ‖ πράσσειν scripsi: πρᾶξαι ‖ λόγῳ καὶ πράξει B ‖ 16. ἐναν- τιώσῃ B: -σει ‖ 19. ἐπαγγελματικῶς coni. Bekkerr ‖ sequitur schol. quod etiam ad v. 593 p. 430, 34 adscriptum est, eodem lemmate praefixo: omisi ‖ 20. διατέταται B: -ακται ‖ 23. ἐπικεχ. W: ἐκκεχ ut B ‖ 24. δόρατι B)
430
[*](B-)

568. σκῆπτρον ἔθηκε] σκῆπτρον δέχεται διὰ τὸ δημηγορεῖν, “σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ κῆρυξ Πεισήνωρ” (Od. 2. 37, 8), ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται.

[*](B=)

570. πρόσθεν πεπνυμένε] φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν, ὡς ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται.

[*](B=)

574. ἐς μέσον—δικάσ〈σ〉ατε] μέσοι γένεσθε, μὴ ἑτεροβαρεῖς.

[*](B=)

ἄλλως: ἐς μέσον] ἐξ ἴσου καὶ ἐκ παραλλήλου· ἐπιφέρει “μηδ᾿ ἐπ᾿ ἀρωγῇ.” καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὐτῶν καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ δόξῃ διὰ τὸ ἀξίωμα 〈πλεονεκτεῖν〉.