Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

486. * ἴστορα] συνθηκοφύλακα.

[*](AB+)

487. ἵνα γνώῃς] γνῴης, πότεροι ἵπποι πρῶτοι.

[*](ΑB=)

490. προτέρω 〈ἔτ᾿ 〉 ἔρις γένετο] εἰς τοὔμπροσθεν ἂν διέβη τὰ [*]() τῆς ἔριδος.

491. εἰ μὴ Ἀχιλλεύς] ὡς ἀγωνοθέτης γὰρ προίσταται τῆς εὐκοσ- [*](Β=) μίας.

493. κακοῖς] ἄμεινον ἀντ᾿ αὐτοῦ γράφειν “ἄναξ·” προεῖπε γὰρ “χαλεποῖσι” (492).

497. τότε δὲ γνώσεσθε] τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσι τινὲς πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταὶ μηδὲν πρὸ τοῦ καιροῦ προλαμβά- νειν ἀξιοῦντες.

500. μάστι] ἀπὸ τῆς μάστιος Ἰωνικῶς, ὡς“Θέτι καὶ “μάστι〈ν) [*](Α-) βάλεν” φησιν (Od. 15. 182).

κατωμαδόν] κατὰ 〈τῶν ὤμων〉 τῶν ἰδίων ἵππων τὴν μάστιγα [*](B-) ἐπαίρων, ὡς τὸ “κατωμαδίοιο” (431).

501. ἀειρέσθην] τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔρυθμον τῶν ποδῶν.

[*](B=)

502. αἰεὶ δ᾿ ἡνίοχον] “ἡνίοχον” τὸν Διομήδην, ὡς “θρασὺν [*](B-) ἡνίοχον φορέοντες Ἕκτορα” (Il. 8. 89)· τί οὖν ἄτοπον, εἰ καὶ τοὺς ἡνιόχους ἱππῆας ἐν τῇ Λ (52) καλεῖ, ἔστι δὲ τὸ “αἰεί” ὡς τὸ “αἰεὶ δὲ πυραὶ νεκύων καίοντο” (Il. 1. 52).

503. ἅρματα δὲ χρυσῷ] διὰ τῆς πολυτελείας θαυμαστὴν δεί- κνυσι τὴν θέαν· ψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων αὐτο- κινήτως.

504. οὐδέ τι πολλὴ —ἁρματροχιή] ὡς μὴ πάνυ χαράσσειν τὴν [*](Β=) γῆν. §. μέτρον δὲ ἔχουσα ἡ ὑπερβολὴ πιστεύεται.

506. ἐν λεπτῇ κονίῃ] μᾶλλον ἐμφαίνει τὴν κουφότητα.

507. στῆ δέ] ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο.

[*](B=)

μέσῳ ἐν ἀγῶνι] τῷ ἀθροίσματι.

[*](B=)

509. ἐκ δίφροιο—παμφανόωντος] ὥστε καὶ ἐκεῖ τὸ “πρὸς ἐνώπια [*](A+) παμφανόωντα” (Il. 8. 435) τῶν ἁρμάτων ἐπίθετον.

[*](6. γνῶς in lemmate ‖ 16. μάστιγ᾿ in lemmate ‖ μάστιος A: -ιγος ‖ 18. supplevi ex B ‖ 19. κατωμαδίους ‖ 20. ἁβρὸν B pro γαῦρον)
428
[*](B=)

510. οὐδ᾿ ἐμάτησεν] οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἄεθλον. ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφ᾿ οὗ τὸ οὐκ ἠμέλησε νοητέον.

[*](A=)

512, 513. δῶκε δ᾿ ἄγειν — γυναῖκα καὶ τρίποδ᾿ ὠτώεντα φέρειν] ὅτι διεσάφησε τὸ “ἄγειν” πρὸς τὸ “φέρειν.”

[*](A+)

514. Ἀντίλοχος Νηλήιος] ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ· τὸ οὖν “τίσις ἔσσεται Ἀτρείδαο” (Od. 1. 40) Ἀγαμέμνονος, οὐκ Ὀρέστου, καὶ τὸ “μέγ᾿ ἄρισται ἔσαν Φηρητιάδαο” (Il. 2. 763) τοῦ Ἀδμήτου.

[*](B=)

515. κέρδεσιν, οὔ τι τάχει] Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσει- δῶνος παρατρέχει, ὃ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν.

[*](B=)

517. τροχοῦ ἵππος ἀφίσταται] προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ γὰρ διαστήματα τῶν ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα.

[*](B=)

520. ἄγχι—τρέχει] ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον ἕπεται ὁ τροχός.

[*](Α+B=)