Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

458. οἶος ἐγὼν—αὐγάζομαι] καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσιν· [*](B=) θρύπτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες καὶ ἐν ἤθει καταλαζο- νεύονται τῶν πολλῶν.

ἠὲ καὶ ὑμεῖς] τοῦτο ἠθικῶς.

459. παροίτεροι] παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ῑ, ὡς ἐν τῷ [*](A~B=) “μυχοίτατος” (Od. 21. 146). οἳ δὲ ἀπὸ τοῦ πάροιθεν το- πικοῦ.

461. κεῖσέ 〈γε⟩] εἰς ἐκεῖνον τὸν τόπον πορευόμ〈εν〉αι· ἔστι δὲ ὡς τὸ “τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν” (Il. 4. 455) ἀντὶ τοῦ τηλόθι, καὶ “〈πεύθετο γὰρ⟩ Κύπρονδε” (Il. 11. 21). §. Ζηνό- [*]() δοτὸς δὲ γράφει “κεῖθί γε.”

462. τὰς πρῶτα ἴδον] καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι [*](AB -) δὲ μετὰ τὸ κάμψαι. ἐκεῖ γὰρ αὐτὸς ἔπεσεν.

[*](3. τῶν ὤμων B ‖ φερομένου B ‖ 7. sequitur schol. quod etiam ad v. 454 ut in B adscriptum est lemmate τόσσον ἐπιδραμέτην praefixo ‖ 26. μυχοίτατοι ‖ 32. πρῶτα B: πρώτας)
426
[*](B=)

463. νῦν δʼ οὔ πω] περισσὸν τὸ “πώ·” τὸ δὲ “κῄ” τὴν εἰς τόπον δηλοῖ σχέσιν.

[*](A =)

464. παπταίνετον] Ἀρίσταρχος “ παπταίνεται.” ἠὲ τὸν ἡνίοχον] ἐρω〈τη〉ματικῶς· διὸ περισπᾶται.

*ἡνίοχον] τὸν ἱππέα.

[*](B+)

466. καὶ οὐκ ἐτύχησεν ἑλίξας] ἀπέτυχε τοῦ ἑλίξαι.

[*](B=)

468. ἐξηρώησαν] ἔξω ὥρμησαν τοῦ δρόμου κουφισθεῖσαι τοῦ ἡνιόχου.

[*](A=)

471. Αἰτωλὸς γενεήν] ἀθετεῖται ὡς ληρώδης. καὶ 〈πῶς⟩ πρὸς τέλει τῆς ποιήσεως γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδην παρʼ αὐτοῦ.

[*](AB=)

473. τὸν δʼ αἰσχρῶς] πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησιν· διὸ ἐπὶ τῇ γλώσσῃ κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ (Od. 4. 504).

[*](B=)

474. τί πάρος λαβρεύεαι] λάβρως καὶ οὐ μετʼ ἐπιστάσεως λαλεῖς.

475. * δίενται] ἐλαύνονται.

[*](B=)

476. οὔτε νεώτατός ἐσσι] ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μι- μεῖται διαθέσεις θεατῶν· δέδοται τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν.

[*](B=)

477. ὀξύτατον] τμητικὴ γὰρ ἡ θέα τοῦ ὑποκειμένου ἀέρος.

478. μύθοις λαβρεύεαι] ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν λάβρως ἐσθιόντων.

479. πάρα γὰρ καὶ ἀμείνονες] εἰς τὸ λαβρεύεσθαι. §. τινὲς δὲ “οὔτε τοι ὀξύτερον κεφαλῆς—πάρα γὰρ καὶ ἀμείνονες” (477— 9). καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι συγκριτικόν;

ἄλλως: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι] ἀπὸ κοινοῦ τὸ λαβρεύ- εσθαι· ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον.

[*](A+)

480. * παροίτεραι] τοπικῶς.

*“πάρος” χρονικῶς.

[*](AB+)

481. εὔληρα] ἅπαξ χρῆται. ὁ δὲ Παριανός φησι καὶ ἐπὶ ἱματίων καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ εἴληρα.

[*](A=)

483. νείκει ἄριστε] Ἀρίσταρχος “νεῖκος ἄριστε,” ὡς “εἶδος ἄριστε” (Il. 3. 29).

[*](B +)

κακοφραδές] κακὰ ἐπιλογιζόμενε.

[*](1. δὲ scripsi: γὰρ ‖ 4. suppl. sec. ‖ 7. ἐξερώησαν ‖ 9. suppl. W ‖ 13. τῆς γλώσσης ‖ 18. δέδοκται B ‖ 30. scil. Neoptolemus: Ἡρωδιανὸς B )
427

485. δεῦρό νυν] “δεῦρο” καὶ εἰς τοῦτον τὸν τόπο—“ἢ δεῦρο μὲν [*](B-) ἕποντο” (Il. 3. 240)—καὶ ἐγκελευστικῶς, “δεῦῤ ἄγ᾿ ἰὼν” (Od. 12. 184). §. συσταλτέον δὲ ἐνθάδε τὸ “νύν” διὰ τὸ μέτρον.

[*](ΑB=)

περιδώμεθα] συνθώμεθα. καὶ λείπει ἡ περί, περὶ τρίποδος.

[*](A~B=)