Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

466. τὴν δὲ κατʼ ὀφθαλμῶν] τῆς μὲν τὸ πάθος ἐμάρανεν ἡ κατ’ [*](B=) ὀλίγον ὄψις, τὴν δὲ ἡ αἰφνίδιος ὄψις ἐπάταξεν.

467. ἀπὸ δὲ ψυχὴν ἐκάπυσ〈σ〉εν] ὑπερβολικῶς ‘ἐξέπνευσεν.’

[*](B=)

468. τῆλε δʼ ἀπὸ κρατός] καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ [*](B +) σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περι- κοπαῖς ἐκφέρειν.

χέε] οὕτως αἱ κοιναί· Ἀρίσταρχος δὲ “βάλε.”

[*](A=)

δέσματα σιγαλόεντα] εἰς μνήμην ἄγει τῆς παλαιᾶς εὐδαιμονίας, [*](B=) ὅπως τῇ μεταβολῇ αὐξήσῃ τὸν οἶκτον. μὴ ἐῶν δὲ ἡμᾶς ἄσχημόν τι σκοπεῖν περὶ τὸ πτῶμα τῆς γυναικός, ἠσχόληκέ τε ἡμᾶς περὶ τὴν κεφαλὴν αὐτῆς καὶ περιέστησε τὰς συγγενεῖς. ὅρα δὲ καὶ ἐν τοῖς λεπτοτάτοις τὴν παρατήρησιν τοῦ ποιητοῦ. ἐπὶ μὲν γὰρ τῆς Ἑκά- βης διὰ συντόμων εἶπεν “ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην” (406) — ἑνὸς γὰρ ἔδει καλύμματος τῇ πρεσβύτιδι—ἐπὶ δὲ ταύτης ὡς ἂν νέας καὶ γυναικὸς τοῦ μάλιστα εὐδοκιμοῦντος ἐπεξεργασίᾳ κέχρηται.

469. ἄμπυκα 〈κεκρύφαλόν τε〉] κεκρύφαλος ὁ κροκύφαντος. ἀναδέσμη σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται.

[*](A =B-)

καλεῖται δὲ ὑπʼ ἐνίων καλαυδέκη. κρήδεμνον δὲ τὸ μαφόριον· “σχομένη λιπαρὰ κρήδεμνα” (Od. 1. 334).

473. γαλόῳ] πρὸ μιᾶς ὁ τόνος· οὐδέποτε γὰρ παρὰ τῷ ποιητῇ [*](A~) συμφώνου προηγουμένου τοῦ ω τρίτη ἀπὸ τέλους εὑρέθη ἡ ὀξεῖα· τοῦτο δέ φημι πρὸς τὸ παρʼ Ἀττικοῖς φιλόγελως καὶ δύσερως.

ἄλλως: γαλόῳ] οὕτω τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί. [*](AB=) “εἰνατέρες” δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας.

474. μετὰ σφίσιν] ὀρθοτονητέον τὴν “σφίσιν·” εἰς σύνθεσιν [*](A +) γὰρ λαμβάνεται.

ἀτυζομένην] ταρασσομένην, ἄτῃ συνεχομένην· ἢ 〈ἑαυτὴν〉 ἀπορ- [*](B=) ρῖψαι τοῦ τείχους θέλουσαν· ἔλεγε γὰρ “ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι” (Il. 6. 410). ἔστι δὲ ἰδεῖν οἰκτροτά- την ὄψιν, ἐκεῖθεν μὲν κατεχόμενον ἐξελθεῖν θέλοντα ἐπὶ Ἀχιλλέα [*](3. ‘τῆς scil. Hecubae’ W ‖ 7. σύνηθες B: συνήθης ‖ 8. ταῦτα post ἐκφ. delevi; natum videtur ex αὐτὰρ quod in B subsequitur ‖ 9. αἱ κοιναί A: ἡ καινὴ ‖ 17. μᾶλλον B ‖ 19. ἀναδέσμη pro lemmate scriptum ‖ 20. καλαυ- δέκη vel καλανδέκη legi, καλαυδάκη A ‖ μαφόριον etiam Eust., maforte Serv. Aen. 282: ὠμοφόριον Leidensis ‖ 29. supplevi ex B ‖ 32. Πρία- μον post μὲν omisi)

402
καὶ θανατῶντα τὸν γέροντα, ἐντεῦθεν δὲ τὴν Ἀνδρομάχην ὑπὸ τῶν γυναικῶν διειλημμένην.

[*](AB+)

475. ἄμπνυτο] “ἔμπνυτο” διὰ τοῦ ε, ἀντὶ τοῦ ἔμπνους ἐγένετο, ἐν ἑαυτῇ τὸ πνεῦμα συνῆξεν.

[*](B=)

θυμὸς ἀγέρθη] ἠθροίσθη ἡ ψυχὴ ἐσκορπισμένη.

[*](B=)

476. ἀμβλήδην] ἀντὶ τοῦ οὐκ ἀπὸ τῶν παρεστώτων, ἀλλʼ ἐκ προοιμίων.

[*](B=)

477. Ἕκτορ, 〈ἐγὼ δύστηνος⟩] ἠθικὸς ὁ λόγος καὶ ἁρμοδιος γυ- [*](AB=)ναικί. §. στικτέον δὲ μετὰ τὸ “Ἕκτορ” καὶ “δύστηνος.”

[*](B=)

ἐγὼ δύστηνος] ὁ γὰρ ἀποθανὼν πάντων κακῶν ἀπήλλακται.

[*](A=)

478. κατὰ δῶμα] αἱ κοιναὶ “ἐνὶ οἴκῳ.”

[*](A+)

480. τυτθὸν 〈ἐοῦσαν⟩] ἀντὶ τοῦ τυτθήν, ὡς “θερμὸς ἀυτμή” (Hes. Th. 696).

[*](A=)

481. 〈δύσμορος⟩ αἰνόμορον] οὕτως “αἰνόμορον,” ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, “αἰνόμορον” δὲ τὴν Ἀνδρομάχην.

[*](A+)

484. νήπιος αὔτως] ὡσαύτως νήπιός ἐστιν ὡς καὶ πρότερον.

[*](B=)

ἄλλως: νήπιος αὔτως] “αὔτως” ὡς ἐγὼ χήρα καὶ οὗτος νήπιος, ἢ ματαίως γεγενημένος, 〈ἵν᾿⟩ ᾖ ὃν αὕτως ἐτέκομεν. σύνηθες δὲ γυναιξὶν ἐν τῇ μνήμῃ τῶν ἀνδρῶν τῆς ὀρφανίας τῶν υἱῶν μνημονεύειν καὶ τὴν κοινὴν παιδοποιίαν ἀπολοφύρεσθαι.

[*](B=)

485. τέκομεν σύ τʼ ἐγώ τε] οἶδεν ὅτι πρὸς τὴν γένεσιν τῶν παίδων γυνὴ καὶ ἀνὴρ σπέρμα καταβάλλονται.

οὔτε σὺ τούτῳ] τὸ σχῆμα ἀντιμεταβολή. §. δαιμονίως δὲ [*](B=)ἔμιξε τὸ πάθος, ἐφʼ ἑκατέρῳ οἶκτον κινοῦσα, ἐπί τε τῷ ἀπολειφθέντι τῆς τοῦ πατρὸς ἀρετῆς ἐπί τε τῷ μὴ ἀπολαύσαντι τοῦ παιδός.

[*](A+B =)

487. ἤν περ γὰρ πόλεμόν γε] ἕως τοῦ “δακρυόεις δέ τʼ ἄνεισιν” (499) ἀθετοῦνται στίχοι ιγ΄, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ σύνηθες γυναιξὶ φλυαρεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.

[*](B=)

488. πόνος καὶ κήδεα] ἡ ἀτυχία πάντα τὰ χείρω προσδοκᾶν ἐπάγεται.

[*](B=)

489. ἄλλοι γάρ οἱ] ὁ μὲν γὰρ Πρίαμος ἐσχατογήρως, ἔργον δὲ σῶσαι χρήματά ἐστιν ὀρφανοῦ παιδός.

[*](17. αὖτος νήπιος B: τοῦτο νήπιον ‖ 18. γεγενημένον ‖〈ἵν᾿⟩ ᾖ W: ἢ ‖ 23. ἀντὶ μεταβολῆς ‖ δὲ scripsi: γὰρ ‖ 24. ἑκατέρῳ B: -ων ‖ 29. πένθεσι B: πάθεσι ‖ 30. πάθεσι pro παισὶ B ‖ 33. ἔργον ἐσχάτου γήρως B pro ἐσχ. )
403

ἀπουρίσσουσιν] ἀφαιρήσονται.

[*](B=)