Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

425. κατοίσεται] κατοίσει.

428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς [*](B=) καὶ ᾱ ταὐτὸν δηλοῦσιν.

429. στενάχοντο πολῖται] στενάχοντο γέροντες·” ἄμεινον δέ· [*](A-) ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν.

430. ἀδινοῦ] οἰκτροῦ κατὰ Αἰτωλούς· Ἀρίσταρχος ἀθρόου.

[*](B +)

431. τέκνον] ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει.

[*](B=)

τί νυ βείομαι] ⟨“βίομαι” ⟩ οὕτως Ἀρίσταρχος ‘πῶς ζήσομαι.’ [*](A-B=) §. τὸ δὲ “αἰνὰ τεκοῦσα” ὡς τὸ “δυσαριστοτόκεια” (Il. 18. 54). [*](B =) τινὲς δὲ “παθοῦσα.”

432, 3. ὅ μοι νύκτας τε καὶ ἦμαρ 〈εὐχωλὴ —πελέσκεο⟩] καθʼ [*](AB =) ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρι σοί ηὔχοντο· καὶ ὁ ζῶν ἰσόθεος (434) νῦν οὐδὲ νεκρὸς εὐτυχής.

433· εὐχωλή] ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφελος.

[*](AB=)

437. ἄλοχος δʼ οὔ πω] ἅμα πάντα γέγονεν—ἀμέλει καὶ ἐξελθοῦσα ἀκμὴν εὑρίσκει αὐτὸν ὑπὸ τῶν ταχέων ἵππων ἑλκόμενον—ἀλλʼ ἀδύνατον πάντα ὑφʼ ἓν διηγήσασθαι.

οὔπω τι πέπυστο] ἢ τὰ αὐτὰ γὰρ ἂν εἶπε τοῖς γονεῦσι καὶ περισσὴ ἐφαίνετο, ἢ ἐλεεινότερον εἰποῦσα καὶ ἐλύετο 〈ἂν⟩ ἡ ὑπόθεσις.

440. ἱστὸν ὕφαινε] οἰκείως ἔχει ὁ μυχὸς πρὸς τὸ μὴ ῥᾳδίως [*](B=) αἰσθέσθαι.

441. δίπλακα 〈πορφυρέην⟩] διπλοίδα, ἣν οἷόν τε διπλῆν περι- [*](B=) βάλλεσθαι. §. γράφεται καὶ “μαρμαρέην.”

θρόνα] τὰ βαπτὰ ἔρια, κατὰ μετωνυμίαν, ὁμοίως τοῖς ποιοῦσι τὲ [*](A=B -) ποιούμενα.

ἔπασσεν] πάσσειν Κύπριοι τὸ ποικίλλειν· ἀφʼ οὗ καὶ ὁ παστός.

[*](AB=)

443. τρίποδα] αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν [*](AB=) τι τῶν συμβεβηκότων, ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ ὁρῶσα αὐτόν· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ “νηπίη οὐδʼ ἐνόησεν” (445), ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς.

[*](3. suppl. Bekker ‖ 4. τῆλε Et. M. s. v.: τῇδε ‖ 12. supplevi ex B ‖ 17. εὐτυχής B: -εῖς ‖ 23. ἡ ὑπόθεσις W : ἢ ὑπὸ θεοῦ ‖ 24. μυχὸς cf. B: μῦθος ‖ 26. οἷόν τε B: οἴονται ‖ 26, 27. περιβαλέσθαι B ‖ 28. μετωνυ- μίαν scripsi: μετουσίαν ut A)
400

445. τῆλε λοετρῶν] εἰώθαμεν λέγειν, ὅτι ‘οὐκ ἐν τούτῳ ὁ παρών ἐστι καιρός.’

446. χερσὶν Ἀχιλλῆος δάμασεν] τὸ γὰρ προακουόμενον πάθος ἐκλύεται, τὸ δὲ παράδοξον ἀνιᾷ.

[*](B=)

448. τῆς δʼ ἐλελίχθη γυῖα] ἀνυπέρβλητον τὸ πάθος· ἐννοεῖν γὰρ χρὴ ποδαπὴ ἔσται ἐπιγνοῦσα τὴν συμφοράν, ὁπότε ἐν ἀμφιβόλῳ τῇ ὑπονοίᾳ κατείληπται μὲν τρόμῳ, ὅπερ σημαίνει διὰ τοῦ “τῆς δʼ ἐλελίχθη γυῖα,” ἀκρατὴς δὲ γέγονε τῶν ἐν χερσίν. οὐ γὰρ ἐκβάλλει τὴν κερκίδα ὡς ἐγνωκυῖα τὸ κακόν, ἀλλὰ χαλασθέντων αὐτῇ τῶν μελῶν ἐκπίπτει τῶν χειρῶν.

ἐλελίχθη] τρόμῳ περιεσείσθη.

κερκίς] παρὰ τὸ κρέκειν· ἐπῇδον γὰρ αὐταῖς.

450. ὅτινʼ ἔργα] ἄμεινον “ἅτι〈ν⟩” ἀντὶ τοῦ ἅτινα.

[*](B =)

451. ἑκυρῆς] διʼ ἔθους μὲν γὰρ οἰμωγῆς ἤκουε, τὸ δὲ τῆς Ἑκάβης ἐξένισεν αὐτήν.

[*](B=)

452. πάλλεται ἦτορ] ἐμφαντικῶς δηλοῖ τὴν ψυχὴν ἐκπηδῆσαι βιαζομένην.

[*](B=)

452, 3. γοῦνα πήγνυται] Καλλίμαχος “ἐκόλλησαν γὰρ ἀνῖαι γο〈ύ〉νατα” (Lav. Pall. 83).

[*](B=)

455. θρασὺν Ἕκτορα] οἶδε γὰρ αὐτοῦ τὸ φιλότιμον· φησὶ γοῦν “φθίσει σε τὸ σὸν μένος” (Il. 6. 407). §. ὅτι εἴωθεν ὁ ποιητὴς τὸ ἓν ἐν δύο περικοπαῖς φράζειν.

457. ἀγηνορίης ἀλεγεινῆς] τῆς ἐμοὶ λυπηρᾶς.

459. προθέεσκε] ἐβόα γοῦν “δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι” (Il. 7. 75).

τὸ ὃν μένος οὐδενὶ εἴκων] οὐδενὶ παραχωρῶν τὴν ἑαυτοῦ ψυχικὴν δύναμιν.