Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

406. 〈τίλλε κόμην⟩, ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύπτρην〉] ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν.

[*](B=)

408. ᾤμωξεν —πατήρ] ἐπὶ δὲ τῆς θηλείας “κώκυσεν” (407)· ἣ μὲν γὰρ ἀνάρθρως, ὃ δὲ μετὰ λόγου. καὶ ἑξῆς (409), κωκυτῷ τʼ εἴχοντο γυναικείῳ καὶ οἰμωγῇ ἀνδρῶν.

[*](A+)

410. ώσεὶ ἅπασα] τινὲς τὸ “ὡσεί” διὰ τοῦ ῑ γράφουσι καὶ δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ ὡς αὐτή· ἀλλʼ οὐ χρῆται αὐτῇ ὁ ποιητής· Σοφοκλῆς Οἰνομάῳ (r. 427 N.) “ἣ μὲν ὡς ἳ θάσσον, ἣ δʼ ὡς ἳ τέκοι παῖδα·” ἔστιν οὖν δίφθογγος.

ἄλλως: ὡσεὶ ἅποσα] καὶ Θουκυδίδης (VII c. 75) “οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν.”

411. ὀφρυόεσσα] ἐπὶ ὀφρυώδους τόπου κειμένη.

[*](B+)

414. κατὰ κόπρον] “κόπρον” τὰ κόπρια· ἔστι δὲ καὶ ἐπί- γραμμα, ὃ εἰς Ἐπίχαρμον (fr. spur. 20 L.) ἀναφέρεται “εἰμὶ νεκρός, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δʼ ἡ γῆ θεός ἐστʼ. οὐ νεκρὸς ἀλλὰ θεός.”

415. ἐξονομακλήδην] οὐ κοινῶς ἀλλʼ ἰδίως.

[*](B=)

416. καί μʼ οἶον ἐάσατε] ὀνειδιστικῶς· εἰ καὶ ὑμεῖς οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε.

[*](A-)

κηδόμενοί περ] Ἀρίσταρχος “κηδόμενοι·” ὁ δὲ “πέρ” πλεονάζει.

418. λίσσωμαι] λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι.’

[*](B=)

〈λίσσωμαι⟩ ἀτάσθαλον] λοιδορῶν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.

[*](B=)

419. ἤν πως ἡλικίην] προμελετᾷ τὴν ἱκετηρίαν.

[*](11. ἀνάρθρως W: -ος ut B ‖ ὁ B: ἡ ‖ 16. ἢ μὲν ὡς ἳ θάσσονʼ ἡ δʼ ὡς ἳ τέκοι π. Dindorf: εἱ μὲν ὡσεὶ θάσσονα εἴδως εἰτέκοι π. Apollonius de pron. p. 70 B., ἡ μὲν ὡσεὶ θάσσονα ἡ δὲ ὡσιτέξου π. ‖ 19. ἐκπεπολιορκη- μένῃ Thuc. codd. ‖ 23. δʼ ἡ alt. Hartung: δέ ‖ 23, 24. κόπρος γῆ δʼ ἡ κόπρος ἡ δὲ γῆ νεκρός omissis ceteris B et Leidensis de quo cf. Herm. XIX p. 540 ‖ 24. θεὸς Cobet: νεκρὸς ‖ 29. λίσσομαι lemma )
399

420. καὶ δέ νυ τῷ γε πατήρ] τοῦτο πρῶτον ἱκετεύων προβάλλεται· [*](B=) “μνῆσαι πατρὸς σεῖο” (Il. 24. 486).

423. τηλεθάοντας] ἀντὶ τοῦ ‘θήλεα〈ς⟩ ὄντα〈ς)·’ οὐ γὰρ ἔγκειται τὸ ‘τῆλε.’

425. κατοίσεται] κατοίσει.

428. δυσάμμορος] δεδιπλασίακε πρὸς τὴν ἐπίτασιν· τὸ γὰρ δυς [*](B=) καὶ ᾱ ταὐτὸν δηλοῦσιν.

429. στενάχοντο πολῖται] στενάχοντο γέροντες·” ἄμεινον δέ· [*](A-) ἁρμόζοντα γὰρ πατράσιν εἴρηκεν.

430. ἀδινοῦ] οἰκτροῦ κατὰ Αἰτωλούς· Ἀρίσταρχος ἀθρόου.

[*](B +)

431. τέκνον] ἡ συνεχὴς ἀνάκλησις ἐπικουφίζει.

[*](B=)

τί νυ βείομαι] ⟨“βίομαι” ⟩ οὕτως Ἀρίσταρχος ‘πῶς ζήσομαι.’ [*](A-B=) §. τὸ δὲ “αἰνὰ τεκοῦσα” ὡς τὸ “δυσαριστοτόκεια” (Il. 18. 54). [*](B =) τινὲς δὲ “παθοῦσα.”

432, 3. ὅ μοι νύκτας τε καὶ ἦμαρ 〈εὐχωλὴ —πελέσκεο⟩] καθʼ [*](AB =) ἑκάστην οὖν ἡμέραν ὡς θεῷ σωτῆρι σοί ηὔχοντο· καὶ ὁ ζῶν ἰσόθεος (434) νῦν οὐδὲ νεκρὸς εὐτυχής.

433· εὐχωλή] ἐμοὶ μὲν δόξα, τοῖς δὲ πολίταις ὄφελος.

[*](AB=)