Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

385. ἀλλὰ τίη μοι ταῦτα] ἐνταῦθα ἀνακύπτει τὸ δεξιὸν τῆς οἰ- κονομίας τὸ πρὸ τῆς Πατρόκλου ταφῆς ἐξιέναι τὸν Ἀχιλλέα.

[*](11. αὔξει scripsi: αὔξων ‖ 15. ὁ λόγος B: /// κτερος ‖ 21. σημειωτέον D ‖ 32. προθεὶς B)
397

ἄλλως: ἀλλὰ τίη μοι ταῦτα] οἱ περὶ Ἡρόδικόν φασι προφασί- ζεσθαι αὐτὸν τὸν περὶ τὰς Σκαιὰς πόλεμον.

390. αὐτὰρ ἐγῶ καὶ κεῖθι] ἀμέλει καὶ ἐν Ἅιδου συνὼν αὐτῷ [*]() ὁρᾶται (Il. 11. 468). κάλλιστον οὖν πρὸς φιλεταιρίαν.

391. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα] πῶς τὸν πολέμιον Ἀπόλλωνα [*](B -) ἀδει; ἤ, ὡς Τρῶες Ἀθηνᾶν (Il. 6. 87 sqq.), εὐμενίζονται τὸν θεόν, ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως δὲ εἰς αὐτὸν ὁ ὕμνος· μετὰ δὲ τὴν νίκην τοῦ δράκοντος αὐτὸν ἐξεῦρεν.

παιήονα] ὅτι οὐ μόνον συμποτικὴ ἡ πάλαι μουσικὴ ἀλλὰ καὶ εἰς [*](B -) θρήνους 〈ἐπιτηδεία⟩· ἥτις καὶ μέχρι τῶν Πυθαγορ〈ε〉ίων ἐθαυμάζετο, καλουμένη κάθαρσις· περὶ δὲ τὴν ἐαρινὴν εἰς ταὐτὸν συνιόντες ἤκουον ἑνός, ὃς μέσος καθήμενος ᾖδε λύριον ἔχων ταῖς ἠρεμαίοις ἁρμονίαις· Ἀχιλλεὺς δὲ μόνος (Il. 9. 189) καὶ Πάρις (Il. 3. 54) ᾄδει παῤ Ὁμήρῳ, ὃ μὲν ὑπὸ Χείρωνος τοῦ καὶ Ὀρφέα παιδεύσαντος, ὃ δὲ ἐν Ἴδῃ τραφείς, οὗ διέτριψαν οἱ Ἰδαῖοι δάκτυλοι μουσικώτατοι γεγονότες καὶ πολλὰ εἰς τήνδε τὴν τέχνην 〈συμβαλόμενοι⟩, ὧν ἕνα Κρινόεντά φασιν, ὃς πρῶτος Μούσαις ἔθυσεν, οὗ ἀπόγονος Τέρπανδρος ὁ Ἀντισσαῖος. ἐπὶ δὲ τοῦ “ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι” (Od. 14. 464) οὐκ ἀποδοκιμάζων τὸ ᾄδειν φησίν, ἀλλὰ τὸ “μάλα·” τό τε “ἁπαλὸν γελάσαι” (ib. 465), ἐστι καγχάσαι· ἡ δὲ ἁπαλὴ ὄρχησις μόθων καὶ βαυκισμὸς καὶ σχεδισμὸς ἅπαντα τοῖς μαλακοῖς δίδοται.

ἄλλως: παιήονα] τὸν ἐπὶ καταπαύσει κακῶν ᾀδόμενον ἢ ἐπὶ τῷ μὴ γενέσθαι.

393. ἠράμεθα] Ἑλληνικῶς κοινοποιεῖ τὴν νίκην καὶ ἀναζωπυρῶν τὸ [*](B=) συμμαχικὸνοἴχεταί φησι Τρωσὶ τὰ πράγματα μετὰ τελευτὴν Ἕκτορος.

395. *ἀεικέα] αἰκιστ〈ικ〉ά.

[*](B+)

396. μετόπισθε ποδῶν] ἐκ τοῦ ὑποκάτωθεν μέρους τοῦ κατὰ τὴν [*](B-) πτέρναν ἕως ἐπὶ τὸ σφυρόν, ὥστε ὅλην λύσασθαι τὴν ἀγκύλην· Λεπτίνης δὲ κακῶς φησιν “ἐκ πτέρνης” (397) τοῦ ἅρματος.

401, 2. χαῖται—πίμπλαντο] “πίτναντο” ἐξεπετάννυντο διὰ τοῦ B + τ. §. τινὲς δὲ “πίλναντο.”

[*](10. supplevi ex B ‖ 12. μέσος Bekker: -οις ‖ 13. ᾄδει scripsi: οἶδε ‖ 15. Ἰδαῖοι Bekker: Ἰουδαῖοι ‖ μουσικώτατοι Bekker: -τεροι ‖ 16. suppl. W ‖ 18. Bekker: οὗ ‖ 20. διὰ post ἀλλὰ del. W ‖ τε W: δὲ ‖ 21. καγχάσαι scripsi: καὶ ᾆσαι ‖ 22. σχεδιασμός coni. Heyne ‖ 25. ἀναζωπυρῶν B: ἀναζωοποιῶν ‖ 27. supplevi ex B ‖ 29. ἕως scripsi: ὡς ‖ 32. πίδναντο: corr. Ludwich)
398

403. τότε δὲ Ζεύς] πῶς ὁ καὶ παρὰ τὴν εἱμαρμένην θέλων σῴζειν οὐκ ἤμυνεν: ἢ ὅτι παρείπετο τῷ θανάτῳ ἡ αἰκία. ἐάσας οὖν ἀποθανεῖν καὶ αἰκισθῆναι εἴασεν. ἢ τὸ “δῶκεν” ἀντὶ τοῦ ‘οὐκ ἦμυνεν.’

[*](B=)

405. ἡ δὲ νυ μήτηρ] οὐ λειποψυχεῖ ὡς ἐθὰς φόνων υἱῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν (81). τῇ δὲ Ἀνδρο- μάχῃ ἀθροῦν προσέπεσε τὸ πάθος.

406. 〈τίλλε κόμην⟩, ἀπὸ δὲ λιπαρὴν 〈ἔρριψε καλύπτρην〉] ἤλλαξε τὴν τάξιν· ῥίψασα γὰρ ἔτιλλεν.

[*](B=)

408. ᾤμωξεν —πατήρ] ἐπὶ δὲ τῆς θηλείας “κώκυσεν” (407)· ἣ μὲν γὰρ ἀνάρθρως, ὃ δὲ μετὰ λόγου. καὶ ἑξῆς (409), κωκυτῷ τʼ εἴχοντο γυναικείῳ καὶ οἰμωγῇ ἀνδρῶν.

[*](A+)

410. ώσεὶ ἅπασα] τινὲς τὸ “ὡσεί” διὰ τοῦ ῑ γράφουσι καὶ δασύνουσιν, ἀντωνυμίαν ἐκδεχόμενοι τρίτου προσώπου ἀντὶ τοῦ ὡς αὐτή· ἀλλʼ οὐ χρῆται αὐτῇ ὁ ποιητής· Σοφοκλῆς Οἰνομάῳ (r. 427 N.) “ἣ μὲν ὡς ἳ θάσσον, ἣ δʼ ὡς ἳ τέκοι παῖδα·” ἔστιν οὖν δίφθογγος.

ἄλλως: ὡσεὶ ἅποσα] καὶ Θουκυδίδης (VII c. 75) “οὐδὲν γὰρ ἄλλο ἢ πόλει ἁλισκομένῃ ἐῴκεσαν.”

411. ὀφρυόεσσα] ἐπὶ ὀφρυώδους τόπου κειμένη.

[*](B+)

414. κατὰ κόπρον] “κόπρον” τὰ κόπρια· ἔστι δὲ καὶ ἐπί- γραμμα, ὃ εἰς Ἐπίχαρμον (fr. spur. 20 L.) ἀναφέρεται “εἰμὶ νεκρός, νεκρὸς δὲ κόπρος, γῆ δʼ ἡ κόπρος ἐστίν· εἰ δʼ ἡ γῆ θεός ἐστʼ. οὐ νεκρὸς ἀλλὰ θεός.”

415. ἐξονομακλήδην] οὐ κοινῶς ἀλλʼ ἰδίως.

[*](B=)

416. καί μʼ οἶον ἐάσατε] ὀνειδιστικῶς· εἰ καὶ ὑμεῖς οὐ δοκεῖτε ἐξελθεῖν, ἐμὲ μόνον ἐάσατε.

[*](A-)

κηδόμενοί περ] Ἀρίσταρχος “κηδόμενοι·” ὁ δὲ “πέρ” πλεονάζει.

418. λίσσωμαι] λείπει ὁ ἵνα, ‘ἵνα λίσσωμαι.’

[*](B=)

〈λίσσωμαι⟩ ἀτάσθαλον] λοιδορῶν ἱκετεύει, ἐπεὶ στασιάζει ἐπʼ αὐτῷ τῷ πάθει.

[*](B=)

419. ἤν πως ἡλικίην] προμελετᾷ τὴν ἱκετηρίαν.

[*](11. ἀνάρθρως W: -ος ut B ‖ ὁ B: ἡ ‖ 16. ἢ μὲν ὡς ἳ θάσσονʼ ἡ δʼ ὡς ἳ τέκοι π. Dindorf: εἱ μὲν ὡσεὶ θάσσονα εἴδως εἰτέκοι π. Apollonius de pron. p. 70 B., ἡ μὲν ὡσεὶ θάσσονα ἡ δὲ ὡσιτέξου π. ‖ 19. ἐκπεπολιορκη- μένῃ Thuc. codd. ‖ 23. δʼ ἡ alt. Hartung: δέ ‖ 23, 24. κόπρος γῆ δʼ ἡ κόπρος ἡ δὲ γῆ νεκρός omissis ceteris B et Leidensis de quo cf. Herm. XIX p. 540 ‖ 24. θεὸς Cobet: νεκρὸς ‖ 29. λίσσομαι lemma )
399

420. καὶ δέ νυ τῷ γε πατήρ] τοῦτο πρῶτον ἱκετεύων προβάλλεται· [*](B=) “μνῆσαι πατρὸς σεῖο” (Il. 24. 486).

423. τηλεθάοντας] ἀντὶ τοῦ ‘θήλεα〈ς⟩ ὄντα〈ς)·’ οὐ γὰρ ἔγκειται τὸ ‘τῆλε.’