Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

347. ἀποταμνόμενον] ἐκλύει τὴν ἔμφασιν τὸ “ἀποταμνόμενον,” εἰ μὴ ἀντὶ τοῦ ἀποσπαράσσοντα κεῖται.

[*](A-)

κρέα ἔδμεναι] κατὰ συστολὴν τὸ “κρέα,” ὡς καὶ ἐν τῇ συνηθείᾳ· ἐκτείνει δὲ Τυραννίων· ἀλλʼ οὐδέποτε ὁ ποιητὴς ‘κρέαα’ εἶπεν.

[*](1. ᾖ scripsi: εἴη ‖ 4. Ἀχιλλεὺς ‖ 7, 8. corrupta ‖ 13. ὄπισθεν ut B ‖ 18. αἰκέως scripsi: ἀικῶς A, ἀϊκακῶς ‖ 18. πεπονθώς ‖ 20. οἱ περὶ Ἀντίμαχον A, ubi Ἀρίσταρχον coni. Lehrs ‖ 22. τὸ B ‖ 27. ἀνήῃ B )
395

348. ὣς οὐκʼ ἔσθ᾿ 〈ὅς—⟩] οὐδὲ νεκρὸς ὢν ἔξεις τὸν βοηθήσοντα.

349. εἰκοσινήριτα] ὑφʼ ἓν ἀναγνωστέον, ὡς τὸ “ἐεικοσάβοια” [*](AB-) (Od. 1. 431). παραφυλακτέον δὲ ὅτι ὁ εἴκοσιν ἀριθμὸς εἰς ν λήγων συντέθειται· τὸ γὰρ ν τοῦ εἴκοσίν ἐστιν· καὶ ἔστι τὰ εἰκοσάκις ἐρίζοντα καὶ ἰσούμενα· “Νέστωρ οἶος ἔριζεν” (Il. 2. 555) “ἐριζέμεν οὐκ ἐθελήσω” (Od. 8. 223) καὶ “μεγήριτα τέκνα θεάων” (Hes. Th. 240) οἷον θεαῖς ἐρίζοντα.

ἄλλως: εἰκοσινήριτα] εἰκοσαπλᾶ, εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ [*](A + B=) σοῦ νοουμένοις δώροις· τὸ γὰρ ἐρίζειν καὶ ἐπὶ τοῦ ἐξισοῦσθαι τάσσεται.

349, 50. ἄποινα στήσωσι] παραστήσωσιν, ἢ ἰσόσταθμά σοι [*](B=) κομίσωσιν.

351. οὐδʼ εἴ κεν σʼ αὐτόν] οὐκ ἔστι σύνθετον, ἐπεὶ ἁμαρτήσεται. χρυσῷ ἐρύσασθαι] πρὸς χρυσὸν ἀντιστῆσαι. τοῦτο δὲ ὑπὲρ- [*](B +) βολικῶς εἶπεν. ὁ μέντοι Αἰσχύλος ἐν Ἕκτορος λύτροις (p. 65 N.) ἀληθὲς αὐτὸ ἐξεδέξατο.

354. κατὰ πάντα δάσονται] ὅλον κατέδονται. ἔμφασιν δὲ ἔχει [*](A-B=) τῆς διακοπῆς τὸ ὑπερβατόν.

355. τὸν δὲ καταθνήσκων] δαιμονίως τῶν καιρῶν στοχάζεται· [*](B=) ἔμπροσθεν μὲν γὰρ “ὀλιγοδρανέων” (337) παρʼ αὐτὴν τὴν τρῶσιν, νυνὶ δὲ ἤδη ἀποθνήσκων.

356. ἦ σʼ εὗ γινώσκων] περισπαστέον τὸν “η·” ἔστι γὰρ [*](A=) βεβαιωτικός.

προτιόσσομαι] προσφθέγγομαι, παρὰ τὴν ὄσσαν. ἀλλʼ οὐκ [*](B-) οἶδεν ὁ ποιητὴς τὸ ὄσσα ἐπὶ θνητῆς φωνῆς. ἔστιν οὖν ἀντὶ τοῦ προ〈σ〉ορῶμαι, ὡς “ὀσσόμενος πατέρʼ ἐσθλόν” (Od. 1. 115).

358. μή τοι τι θεῶν μήνιμα γένωμαι] μὴ ὁ ἐμὸς θάνατος τὸν ἐκ [*](B-) θεῶν φθόνον ἐπὶ σὲ ἐρεθίσῃ, ἐπεὶ καὶ αὐτόν σε δεήσει ὑπὸ Τρώων ἑλκυσθῆναι.

359. ἤματι τῷ] τῇ ἑξῆς μετὰ τὰς ταφὰς ἀνῃρέθη, “αὐτικα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος” (Il. 18. 96).

ὅτε κέν σε Πάρις] οἳ μέν, ὅτι μαντεύονται περὶ ἀποβίωσιν. §. [*](B+) ἀριστεύσει . . . παρέχουσι δὲ καὶ Ἀπόλλωνα, ἐπεὶ καὶ αὐτὸς Τένεδον ἀνεῖλε τὸν Ἀπόλλωνος.

[*](19. δὲ B: καὶ ‖ τὸν καιρὸν B ‖ 26. προορῶμαι B, -ώμην ‖ 27. μή τι τοι ‖ 27, 28. τὴν ἐκ θ. μῆνιν B ‖ 28. φθόνον W: θάνατον ‖ 32. αἱ ψυχαὶ post ἀπ. add. B ‖ 33. lacunam indicavi ex B supplendam )
396

362. ἐκ ῥεθέων] Αἰολεῖς τὸ πρόσωπον ῥέθος.

[*](B=)

365. τέθναθι] ὑπερβολὴ ὀργῆς τὸ καὶ πρὸς νεκρὸν διαλέγεσθαι.

[*](B=)

κῆρα δʼ ἐγὼ τότε δέξομαι] καλὸν τοῖς νέοις μεμνῆσθαι τῶν ἐπῶν· ὁ δὲ Ἕκτωρ φιλοψυχῶν πρὸς τὸν Πάτροκλόν φησι “τί νυ μοι μαντεύεαι αἰπὺν ὄλεθρον” (Il. 16. 859).

367. καὶ ἐκ νεκροῖο εἰρύ〈σ〉σατο] ἔστι πάλιν ὡς ἐπὶ γραφῆς τὸ πᾶν σκοπῆσα.

[*](B=)

369. περίδραμον] ὡς γὰρ ἐπὶ παράδοξον πρᾶγμα συνθέουσιν.

[*](B=)

370. οἳ καὶ θηήσαντο] καὶ ταῦτα εἰς οἶκτον τοῦ ἀνῃρημένου.

[*](B-)

371. οὐδʼ ἄρα οἵ τις ἀνουτητί] δημώδους πλήθους τὸ πάθος· αὔξει δὲ τὴν ἀρετὴν τοῦ κειμένου· ὃ εἰδυῖα Ἀνδρομάχη φησὶ “χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ” (Il. 24. 736). δύο δὲ συνέχονται πάθεσιν, ἐκπλήξει τε καὶ μίσει.

ἀνουτητί] εἰ μὴ ἔτρωσεν αὐτόν.

[*](B-)

373. ἦ μάλα δή] ὁ λόγος σαρκαστικός, ὅταν ἐν ἐπαίνῳ λεγόμενος ψόγον ἔχῃ, ὡς τὸ “ἦ μάλʼ ἐλαφρὸς ἀνήρ” (Il. 16. 745) καὶ “ὄφῤ ἐπὶ νηυσὶ συνώμεθα” (Il. 13. 381).

[*](B=)

375. 〈εἴπεσκε καὶ⟩ οὐτήσασκε] ἅμα λέγοντες καὶ ἐτίτρωσκον. τὸ δὲ ὁμοιοτέλευτον σχῆμα οὐκ ἐπὶ τέλους· ἔνθεν λανθάνει τὸν ἀκροατὴν προσέχοντα ταῖς αἰκίαις Ἕκτορος.

[*](A~)

379. ἐπειδὴ τονδʼ ἄνδρα] σημειῶδες, ὅτι καὶ ἀκεφάλοις χρῆται ὁ ποιητής· ὥστε οὐ δεῖ προπερισπᾶν τὸ “φίλε κασίγνητε” (Il. 21. 308).

[*](B + A-)

ἄλλως: ἐπειδὴ τόνδʼ ἄνδρα] τὴν αἰτίαν τοῦ πράγματος προὔθηκεν· ἔδει γὰρ εἰπεῖν ‘δεῦτε, πειραθῶμεν, εἰ καταλείψουσι πόλιν ἄκρην· ἐπειδὴ τόνδε ἄνδρα·’ ἔστι δὲ ὅμοιον τῷ “πολλοὶ γὰρ τεθνᾶσι καρη- κομόωντες” (Il. 7. 328).

[*](B=)

ἄλλως: ἐπειδὴ τονδʼ ἄνδρα] παιδευτικὸν καὶ τοῦτο πρὸς εὐσέ- βειαν· ἐπὶ τηλικούτῳ γὰρ κατορθώματι οὐδὲν ἀλαζονεύεται.

[*](B=)

381. εἰ δʼ ἄγετε] στρατηγικῶς μὲν τὸν καιρὸν συνίησι, κατα- πλήσσων τοὺς πολεμίους παρὰ τὴν πτῶσιν τῶν ἀπολωλότων, φιλοστόργως δὲ μετάγεται τὸ φιλέταιρον προτιθεὶς τοῦ φιλοτίμου.