Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

310. ἀμαλήν] ἁπαλήν, κατὰ συγγένειαν τῶν στοιχείων. οἳ δὲ ἅμα τῇ μητρὶ ἁλαμένην, οἱ δὲ τὴν μὴ ἔχουσαν μαλλόν, ὅ ἐστι ἰσχυρόν. ἢ πτῶκα] ἰδίως τὸ πτώξ ἐπὶ λαγωοῦ.

314. κόρυθι δʼ ἐπένευσε] οὗτός ἐστιν ὁ κορυθάιξ.

315. καλαὶ δέ] αἱ πλείους “δειναὶ δέ.”

[*](A=)

* ἔθειραι] νῦν καταχρηστικῶς αἱ χαῖται τῆς κόρυθος.

[*](B+)

317. νυκτὸς ἀμολγῷ] καὶ τὴν ἑσπέραν ἀμολγὸν καλεῖ· καὶ τότε γὰρ ἀμέλγονται 〈τὰ⟩ θρέμματα.

318. ἕσπερος] τὸν ἕσπερον Πέρσαι μὲν Τήρων, Ἕλληνες δὲ Ἀπόλλωνά φασιν.

[*](B+)

ἄλλως: ἕσπερος] “ἕσπερος” ἕω πέρας ὤν· καλεῖται δὲ ὁ ἕσπερος καὶ ἑωσφόρος κατὰ καιρῶν μεταβολάς· ὅταν μὲν προηγούμενος ἡλίου ἐπικαταδύνῃ αὐτῷ πρῶτος τῶν ἄλλων, ἕσπερος, ὅταν δὲ ἑπόμενος τῷ ἡλίῳ προανατείλῃ, τότε ἑωσφόρος καλεῖται. κάλλιστος [*](7. οὔτε ἄλ. ‖ 23. scholion scriptum post l. 24 et ἄλλως lemmati praefixum ‖ 24. lemma κόρυθι δʼ ἀνένευσεν delevi et καλαὶ δέ scripsi ut A ‖ 29. Ἀφροδίτην coni. W ‖ 32. συνδύνῃ B)

393
δέ ἐστιν, ἐπεὶ μέγας καὶ προσηνής, Ἀφροδίτης χάριτας ἀπο- λάμπων. θαυμασίως οὖν ὁ ποιητής, ὅτε μέν ἐστιν ἑωσφόρος, φησὶν “ἔρχεται ἀγγέλλων φάος ἠοῦς” (Od. 13. 94) καὶ “εἶσι φόως ἐρέων” (Il. 23. 226)— ὁρῶμεν γὰρ αὐτὸν ἀνατέλλοντα ὑπὲρ τὸν ὁρίζοντα—ὅτε δέ ἐστιν ἕσπερος, οὐδεὶς αὐτὸν ὁρᾷ ἀνατέλ- λοντα, ἀλλʼ ὑπὲρ τὴν γῆν μετέωρον ἱστάμενον ἐν τῷ δύνοντι τοῦ οὐρανοῦ μέρει.

ἵσταται ἀστήρ] καὶ μὴν τῶν πλανήτων ἐστὶν ὁ τῆς Ἀφροδίτης· [*](B=) ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται ἀνατέλλει ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.

319. εὐήκεος] καλὴν ἀκὴν ἐχούσης.

[*](B=)

321. ὅπῃ εἴξειε] ὅπου χωρήσειεν ἡ αἰχμή. καὶ ἀλλαχοῦ [*](B-) “πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος” (Il. 4. 468). φυλάσσεται γὰρ τὰ τοῦ Πατρόκλου ὅπλα τρῶσαι· ἐμφαίνει δέ, ὅσον ἐρεθισμὸν ἐνεποίει Ἀχιλλεῖ ἡ θέα αὐτῶν.

322. τοῦ δὲ καὶ ἄλλο τόσον μέν] ὅταν τὸ μὲν ἀπολειπόμενον [*](A~B-) ἔλασσον ᾖ, τό δὲ γεγονὸς πλεῖον, “τόσ〈σ〉ον” φησίν· “τό〈σ〉σον μὲν ἔχον τέλος” (Il. 18. 378) “τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν” (Il. 23. 454). ‘τὸ μὲν ἄλλο σῶμα κατείχετο κρυπτόμενον.’ οἱ δὲ γλωσσογράφοι “ τόσον” ἀντὶ τοῦ τὸ σῶμα.

324. φαίνετο δὲ κληῖδες] ἔν τισι “φαῖνον δʼ ᾗ κληῖδες,” ἵν᾿ [*](A+B-) ᾖ οὕτως· τὸ μὲν ἄλλο σῶμα ἔσκεπον τὰ τεύχη, ἐκεῖνον δὲ τὸν τόπον ἔφαινον, ὅπου αἱ κληῖδες τῆς λαυκανίης τὸν αὐχένα συνέχουσιν.

ἄλλως: φαίνετο δὲ κληῖδες] ἐφαίνετο δὲ κατὰ τὴν λαυκανίαν, [*](B +) περ αἱ κληῖδες αἱ ἀπὸ τῶν ὤμων διήκουσαι συνέχουσι τὸν αὐχένα.

326. ἐπί οἱ] ἐπὶ αὐτῷ. §. ὀρθοτονητέον δὲ τὴν “οῑ.”

328. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον] ἴσως ἐκκλίναντος αὐτοῦ πλαγία [*](B-) γέγονεν ἡ τομή· εἴωθε δὲ τὰ ἐκ τύχης ὡς ἐξ αἰτίας λέγειν. “ἦλθε δʼ ἐπὶ νότος ὦκα— ὄφρ᾿ ἔτι τὴν ὀλοήν” (Od. 12. 427, 8) “ὦρσαν —νύμφαι—ἵνα δειπνήσειαν ἑταῖροι” (Od. 9. 154). οἰκονομικὸν δὲ [*](4, 5. πρὸ τοῦ ὁρίζοντος B ‖ 14. Πατρόκλου scripsi: πατρὸς ‖ 15. αὐτῶν W: -οῦ ‖ 17. ᾖ scripsi: εἴη ‖ 21. κληῖδες ἴνʼ A: κληίδεσιν ‖ 23. ἔφαινον scripsi: ἔσκεπον ‖ 29. ἀσφάραγος B ‖ 30. ψυχῆς B ‖ 32. ὄφρα δειπν. )

394
καὶ τοῦτο, ἵνα καὶ ἀποθνήσκων μὴ ἀπροσφώνητος ᾖ· ἔστι δὲ πρό- ληψις ὁ τρόπος.

331. ἀτάρ που ἔφης] “ἄφαρ ” ἀντὶ τοῦ εὐθέως, κούφως, ἀφρόνως. ἴσως ἐπεὶ ἔλεγε “τίς δʼ οἶδʼ, εἴ κʼ Ἀχιλεὺς—φθήῃ ἐμῷ ὑπὸ δουρί” (Il. 16. 860).

332. σῶς] τινὲς ἐκ τοῦ σόος· ἀλλʼ ἔδει σοῦς. τινὲς δὲ ἀπὸ τοῦ σαούς· Ἀλκαῖος δὲ καὶ τὰ β΄ οο εἰς ω συναλείφει. ἐπὶ νηῶν δέ τινες ἐπὶ νέας τε καί εἰσιν αὗται ἀντὶ τοῦ νεῶν.

οὐδέν] ψιλῶς, ἵνα παρέλκῃ τὸ δεν· δύναται δὲ καὶ δασέως. §. ἔστι δὲ τὸ “ἐμέ” ⟩ ἀντὶ τοῦ ἐμοῦ.

[*](B=)

333. μέγʼ ἀμείνων] “ἀμείνων” σοῦ δηλονότι· οὐ γὰρ φιλῶν Πάτροκλον συνέκρινεν ἂν αὐτὸν ἑαυτῷ.

[*](B=)

334. μετόπισθε] ἢ τοπικῶς, ὡς τὸ “νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι” (Od. 11. 66), ἢ χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα.

[*](B=)

335. σὲ μὲν κύνες] ἀφορμὴν αὐτῷ δέδωκε δεήσεως ἀπειλήσας περὶ τῆς οἰκίσεως· πολλὴν γὰρ πρόνοιαν εἶχε τοῦ θάπτεσθαι.

[*](B-)

336. ἀικῶς] οἳ μὲν δισυλλάβως αὐτὸ προφέρονται, οἳ δὲ συνε- στάλθαι φασίν. περισπᾶται δέ· ἔστι γὰρ ἐκ τοῦ αἰκέως πεπονθός, ὃ σημαίνει τὸ αἰκιστικῶς καὶ χαλεπῶς.

ἀικῶς] “αἰκέως” Ἀντίμαχος, κακῶς.

[*](B=)

337. ὀλιγοδρανέων] ὀλίγον τοῦ δρᾶν ἔχων. πολὺς δὲ ἔλεος τοῦ πρὸς τῷ τελευτᾶν φωνὴν ἀφιέντος.

[*](B=)

338. λίσσομʼ ὑπὲρ ψυχῆς] κατὰ ψυχῆς, ὡς τὸ “καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος (Il. 24. 466).

[*](B-)

346, 8. αἰ γάρ πως αὐτόν με] τὸ ἑξῆς, ἀνδρῶν οὐκ ἔστιν ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι· αὐτόν με μένος καὶ θυμὸς ἀνείη ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι. μεταξὺ δὲ ἀνεφώνησε τὸ “οἷά μʼ ἔοργας.” ἔστι δὲ ὡς “ὠμὸν βεβρώθοις” (Il. 4. 35) καὶ “ἐσθέμεναι προσφῦσα” (Il. 24. 213).

[*](B=)