Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

272. ἐμῶν ἑτάρων] Μυρμιδόνων οὐδένα ῥητῶς ἀνήρηκεν. ‘τῶν Ἀχαιῶν᾿ οὖν φησιν· ὁ δὲ νοῦς· νῦν δώσεις ἀθρόας δίκας ὑπὲρ τῆς λύπης τῆς ἐμῆς.

[*](4. ἰδύους W: δήους ‖ 14. δύο ‖ 17. οὔσας scripsi: σὐ τὰς ‖ 19. sup- plevi ex Plat. Phaedr. p. 211: et Diogeniano; οὔτως φιλοῦσι λύκοι τοὺς ἄρνας, ὡς φιλέουσιν ἀντερασταί B, cf. Haupt op. II. 404 ‖ 20. ad ἄρνα add. rec. τὴν ἐρωμένην ‖ 29. δῃὠσαντα ‖ 32. λυπήσεως τ. B )
391

274. καὶ τὸ μὲν ἄντα] ἐναγώνιον μὲν ποιεῖ τὴν στάσιν τὰ κατὰ [*](B=) δόξαν τῶν ἀκροατῶν ἐκκλίνων καὶ λογοποιῶν ἕτερα.

ἠλεύατο] κινεῖ τὰς ἐλπίδας τῶν ἀκροατῶν, ὡς τάχα ἂν περιγενη- σομένου τοῦ Ἕκτορος.

277. λάθε δʼ Ἕκτορα] ἐκεῖνον γὰρ ἐπιλειψάσης τῆς Μοίρας [*](B=) ἐῶσιν οἱ θεοί.

280. ἤτοι ἔφης γε] ἔφης γε μέν· διὰ τὸ “ἄφαρ δέ σε Παλλὰς [*](B+) Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ” 1270).

281. ἀρτιεπής] εὐεπής, ἀπηρτισμένος εἰς τὸ λέγειν ὥστε πιστεύ- [*](B=) εσθαι. §. σημειοῦται δὲ Ἀρίσταρχος, ὅτι οὐκ ἐπὶ ἐπαίνου τὸ “ ἀρ- [*](A+) τιεπής.”

ἐπίκλοπος] ἠσκηκὼς λόγοις ἀπατᾶν, οἳ δὲ ἐπιθυμητής—κλέπ- [*](A=B-) τεσθαι γὰρ τὸ ὀρέγεσθαι, “καὶ ἐπίκλοπος ἔπλετο τόξων” (Od. 21. 397)—ἢ ἀσκῶν διὰ λόγων παραλογίζεσθαι, ὡς τὸ “κλέπτε νόῳ” (Il. 1. 132).

283. οὐ μέν μοι φεύγοντι] ὅ ἐστιν ‘οὐκ ἀποτρέψεις με λόγοις.’

284. ἰθὺς μεμαῶτι] εἰς τοὔμπροσθεν κατὰ σοῦ χωροῦντι. ἀγαθὰ [*](B=) δὲ ταῦτα τοῖς νέοις πρός μίμησιν.

διὰ στήθεσφιν ἔλασ〈σ〉ον] εἰρωνεία τοῦτο, καὶ μόνον.

[*](A~)

285. *εἴ τοι ἔδωκε θεός] ὡς αὐτὸς ἔφη (271). ἄλευαι] προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρωνείᾳ δέ [*](AB=) φησι τοῦτο.

290. οὐδʼ ἀφάμαρτεν] οὐκ ἀφάμαρτε δέ.

291. χώσατο δʼ Ἕκτωρ] συνεχύθη τὴν διάνοιαν.

[*](A+)

293. κατηφήσας] κάτω τὰ φάη ἔχων.

[*](B=)

294. ἐκάλει] αἱ τῶν πόλεων “ἐβόα.”

λευκάσπιδα] ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν [*](A+B=) ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος.

295. ᾔτεέ μιν δόρυ] ἡδέως χρῆται τῷ ἀσυνδέτῳ· ἀλλὰ καὶ τῇ ἐπιφορᾷ ἐλεεινότατον.

300. νῦν δὲ δὴ ἐγγύθι μοι 〈θάνατος κακός⟩] βραχὺ διασταλ- [*](AB =) τέον εἰς τὸ “κακός·” στικτέον δὲ εἰς τὸ “οὐδέ τʼ ἄνευθεν” τὲ γὰρ “οὐδʼ ἀλέη” (301) καθʼ αὑτὸ προενεκτέον, λείποντος τοῦ ἔστιν.

[*](2. ἀκροατῶν W: ἀχαιῶν ‖ 7. δή σε ‖ 9. εἰς τὸ B: ἐν τῷ ‖ 12. *iteratur ἐπιθυμητής ‖ 17. χωροῦντι B: -ος ‖ 19. καὶ μόνον corrupta ‖ 30. ἐλεεινότατον W: -ἀτῃ)
392
[*](B-)

οὐδέ τʼ ἄνευθεν] “οὐδέ” οὐ γάρ· ἀεὶ δὲ δύο ἔχει δόρατα. “πάλλων δ᾿ ὀξέα δοῦρα” (Il. 5 495 al.), “δοιὰ δὲ χερσὶ δοῦρ᾿ ἔχεν” (Il. 12. 464, 5). πῶς οὖν οὐκ ἔχει νῦν δύο; ἢ κατὰ τὸ σιωπώμενον ἔοικε θάτερον ἀποβεβληκέναι ἐν τῷ δρόμῳ.

ἄλλως: οὐδέ τʼ ἄνευθεν] ὡς τὸ “οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα” (Od. 15. 494).

[*](B+)

301. οὐδʼ ἀλέη] ἀλέη δὲ οὔ, ἐστιν οὐδὲ ἄλυξις. πάλαι τότε] πάροιθέ γε. ἐν δὲ ταῖς εἰκαιοτέραις “πάλαι τό γε φίλτερον.”

[*](A+B=)

304. ἀσπουδί] δίχα ταλαιπωρίας.

[*](B-)

305. ἀλλὰ μέγα ῥέξας] λείπει ἀγαθόν· Ἀλκμὰν (fr. 50 B.) “μέγα γείτονι γείτων.” ἢ κακὸν εἰς τοὺς πολεμίους, ὡς “σύν τε μεγάλῳ ἀπέτισαν” (Il. 4. 161) καὶ “ἔπαθον μεγάλα.”

[*](B=)

καὶ ἐσσομένοισι πυθέσθαι] ὡς καὶ τοὺς ἐσομένους πυθέσθαι.

[*](B=)

307. τέτατο] ἀπὸ τελαμῶνος ἤρτηται.

[*](A+B-)

308. ἀλείς] ἀθρόον ἑαυτὸν συστρέψας· οἱ γὰρ εἰς δρόμον ἑαυτοὺς δόντες οὐκ ἀνειμένως πορεύονται ἀλλὰ συστρέφονται· κἀκεῖ οὖν “αἰετοῦ οἴματʼ ἔχων” (Il. 21. 252) οὐκ ὄμματα.

309. διὰ νεφέων] τινὲς “ἀπὸ νεφέων.”

[*](A+B=)