Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

137. ὀπίσω] φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα [*](B=) εἰς τὰ δεξιὰ τῆς πόλεως· ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀναστρέφει. ἢ “ὀπίσω” ἀντὶ τοῦ κατὰ νώτου, καὶ “πύλας” ἐφʼ ὧν ὁ Πρίαμος εἱστήκει.

*βῆ δέ] βῆ γάρ. “φοβηθείς” δὲ φεύγων· ἢ ἔβη ὥστε φεύγειν.

[*](B-)

139. ἠύτε κίρκος] ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ [*](B=) τὸ τάχος τῆς πτήσεως.

140. *οἴμησε] ὥρμησεν, ὡς τὸ “οἶμα λέοντος ἔχων” (Il. 16. 752).

141. φοβεῖται] ἀντὶ τοῦ φεύγει, καὶ τὸ “ὕπαιθα” ἀντὶ τοῦ [*](AB +) ἔμπροσθεν.

142. τάρφε’ ἐπαΐσσει] ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις [*](B =) ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι, ὡς τὸ κλάζειν.

143. * ἰθύς] πάλιν ‘κατ’ εὐθεῖανν.’

*τρέσε] μετὰ δέους ἔφυγεν.

[*](8. post δόρυ add. Ἰωνικῶς ἀπὸ μειζόνων γενέσθαι corrig. ex l. 10 ‖ Ἰωνικὸς ἀπὸ μείζονος γίνεται ‖ 10. Ἰωνικῶς: corr. Bekker ‖ 12. suppl. apogr. V ‖ 14. διασκεδάσει ut B ‖ 17. add. sec. διὰ τοῦτο ὑγρὰ λέγονται τὰ φωνήεντα )
384

144. *λαιψηρά] ἀντὶ τοῦ λίαν ταχέως.

145. παρὰ σκοπιήν] “σκοπιήν” τὸ Αἰσυήτου μνῆμα· φησὶ γοῦν “τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο” (Il. 2. 793).

[*](B=)

ἐρινεόν] τὸν παρὰ τῷ Ἴλου μνήματι ἐρινεόν.

[*](B-)

146. τείχεος—ὑπὲκ κατʼ ἀμαξιτόν] ἐμφαντικώτατα κεῖνται αἱ προθέσεις, τοῦ μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντος, τοῦ δὲ ἐξωθοῦντος αὐτόν· ὁ δὲ λόγος ‘κατὰ τὴν ὑπὸ τὸ τεῖχος ἀμαξιτὸν ἔτρεχον.’

[*](B=)

τείχεος αἰέν] τὸ ἑξῆς, κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. δηλοῦσι δὲ αἱ προθέσεις τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπουδάζοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν.

[*](B=)

ὑπὲκ κατʼ ἀμαξιτόν] Ἀττικῶς πεπλεόνακε ταῖς προθέσεσι τὸ δυσ- έλικτον τοῦ δρόμου παριστάς.

[*](B +)

*κατʼ ἀμαξιτόν] τὴν λεωφόρον· “ᾗ περ ἅμαξαι ἄστυδʼ ἀφʼ [*](A+B-)ὑψηλῶν ὀρέων” (Od. 10. 103). §. βραχὺ δὲ διασταλτέον μετὰ τὸ “ὑκές·” τὸ γὰρ ἐξῆς ‘ὑπὲκ τείχεος κατ’ ἀμαξιτόνν.’

[*](B=)

147. κρουνὼ δʼ ἵκανον] δαιμονίως τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλʼ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησίν, αὐτὸς δὲ ψυχαγωγεῖ τὸν ἀκροατήν.

[*](B -)

κρουνοὶ καὶ οἱ ἀπὸ τῶν ὀρέων μέτα ψόφου καὶ κρούσεως νάοντες 〈χειμάρροι〉· “κρουνῶν ἐκ μεγάλων” (Il. 4. 454)· αἱ δὲ ἀληθιναὶ πηγαὶ Σκαμάνδρου κατὰ ἀνατολὰς τῆς Ἴδης πρὸ τ΄ σταδίων τῆς Ἰλίου εἰσίν· ἴσως δὲ ὑπόγεως ῥέων ἐξ Ἴδης ὧδε ὁρᾶται.

[*](B -)

ἄλλως: καὶ πῶς ἐν τῇ M (19) ἀπὸ τῆς᾿ Ἴδης φησὶν ἔχειν αὐτὸν τὰς πηγάς; ῥητέον οὖν, ὅτι νῦν φησι τὰς πηγὰς ταύτας ἀναβλύζειν ἀπὸ τοῦ Σκαμάνδρου, ἵνα λείπῃ ἡ ἀπό, ‘ἀπὸ Σκαμάνδρου·ʼ οἳ δὲ τοπικώτερον ἱστοροῦντες δύο λιβάδας εἶναι ἑτέρας τῶν ἀπὸ τῆς Ἴδης πηγῶν, ἃς εἰς τὸν Σκάμανδρον ἐμβάλλειν· μεταξὺ δὲ αὐτῶν καὶ τοῦ τείχους τρέχει ὁ Ἕκτωρ ἴσως, ἀναστηριζόμενος ἀπὸ τοῦ τείχους ὑπὸ Ἀχιλλέως.

[*](B-)

149. ὕδατι—ῥέει] ἢ ῥεῖται ὕδατι, ἢ ὕδωρ ῥέει· προσληπτέον δὲ τὸ ‘χειμῶνι.’ φασὶ δὲ καὶ τὰς ἐν Ἴδῃ πηγὰς τοῦτο πάσχειν.

151. εἰκυῖα χαλάζῃ] ἀντὶ τοῦ εἰκότος ἢ εἰκός.

[*](B=)

152. ἢ χιόνι ψνχρῇ] ψυχροτέρα γὰρ χαλάζης χιών· καὶ θέρους [*](13. τῆ περ ‖ 15. post ὑπέκ prius omisi κατʼ ἀμαξιτὸν ut A B ‖ 16. κρουνῶν ‖ 19. lemma κρουνῶν ἐκ μεγάλων omisi ut B, cf. l. 20 ‖ 20. supplevi ex B ‖ 21. τριακοσίων Eust., γ΄ B ‖ 23. schol. cum l. 25 coniunctum et ἀλλὰ scriptum: corr. Schrader ‖ 31. εἰκότος -ως )

385
γὰρ γίνεταιχάλαζα. ὁ δὲ κρύσταλλος καὶ τῆς χιόνος ψυχρότερος. §. ὑγρὸν δὲ ἐποίησε τὸν στίχον τῇ ἐπὶ τὸ αὐτὸ τῶν φωνηέντων παραλήψει.

153. * ἐπʼ αὐτάων] ἀντὶ τοῦ παῤ αὐταῖς.

[*](A+)

ἐγγὺς ἔασιν] οὐ τῆς πόλεως ἀλλʼ ἀλλήλων, ἐπεί τοι ἔδει καὶ 〈ἐν〉 τῷ πολέμῳ ἀδεῶς ἐξιέναι αὐτάς· §. “ἔασι” δὲ ἀντὶ τοῦ ἦσαν.

154. καλοί] ἐκ καλῶν λίθων γεγονότες ἢ διαυγὲς ὕδωρ ἔχοντες.

[*](B=)

158. πρόσθε μὲν ἐσθλός] ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε καὶ τῷ ἀντιθέτῳ σχήματι χρῆται.

δίωκε δέ μιν] ἀεὶ τὸ διώκειν ἐπὶ τοῦ φεύγοντός τινος κατόπιν [*](B=) ἐπιτρέχοντος τίθησιν.

159. ἐπεὶ οὐχ ἱερήιον] καὶ νῦν Οἰταῖοι Ἡροκλεῖ πεντετήριον ἀγῶνα ποιοῦντες βύρσας διδόασιν. §. καὶ ἱερεῖον μὲν πᾶν θῦμα, [*](B=) ἰδίως δὲ παῤ Ἀττικοῖς τὸ πρόβατον.

160. ἀρνύσθην] ἄρνυσθαι τὸ ἀντί τινος λαμβάνειν τι.

[*](B=)

161. ἀλλὰ περὶ ψυχῆς] ἐλεεινὸν τὸ θατέρου ἴδιον κοινὸν ἆθλον [*](B +) αὐτοῖς παρέχειν. καὶ ἦν τῷ Ἀχιλλεῖ ἐκ περιουσίας ὁ κίνδυνος.

*Ἕκτορος] λείπει ἡ περί.

162. ἀεθλοφόροι] οὐχ ἁπλῶς δρόμον ἵππων παρέλαβεν, ἀλλʼ [*](A ~ B=) ἀγωνιστῶν, καὶ οὐ καθολικῶς δρόμον ἀλλὰ τὸν περὶ 〈τὰ〉 τέρματα, ὅτε ὀξύτερον θέουσι πλησιαζούσης τῆς νίκης. εἰς δὲ τὴν προθυμίαν καὶ τὸ τοῦ ἄθλου ὅτι “μέγα” (163)· ὡς περὶ μεγάλων γὰρ πάσῃ προθυμίᾳ χρῶνται.

περὶ τέρματα] τὰ τέλη τῆς νίκης.