Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πεφυζότες] καὶ τὴν μετὰ δέους κατάπληξιν οὕτω καλεῖ. [*](B -) ἔστιν οὖν δεδειλιακότες· φησὶ γοῦν “Τρῶες ἄφαρ κλονέοντο πεφυζότες” (Il. 21. 528). καὶ ἔστιν ὅμοιον τῷ “τίφθ᾿ οὕτως ἔστητε τεθηπότες ἠύτε νεβροί᾿ (Il. 4. 243). ἔστιν οὖν φύζα φυζῶ, ὡς κίσσα κισσῶ· καὶ μέσος παρακείμενος πέφυζα, οὗ ἡ μετοχὴ πεφυζώς.

ἠύτε νεβροί] ἐπὶ τὸ “νεβροί” βραχὺ διασταλτέον.

[*](A + B=)

νεβροί] οἱ νεωστὶ ἐπὶ βορὰν ἰόντες, ἢ ‘νέποροι’ οἱ μηδέπω [*](AB =) πορεύεσθαι δυνάμενοι.

2. ἱδρῶ ἀπεψύχοντο] ἀντὶ τοῦ τὸν ἱδρῶτα ἀνέμῳ ἀνέψυχον. [*](AB +) χαριέστερον δὲ τὸ “ἀπεψύχοντο.”

ἄλλως: ἱδρῶ] ὡς παρὰ τὸ εἰκῶ εἰκώς αἰδῶ αἰδώς, οὕτως “ἱδρῶ·” ὅθεν καὶ ἀναλογώτεροι Αἰολεῖς, θηλυκῶς λέγοντες.

ἀκέοντο] κυρίως ἀκεῖσθαι, τὸ ἄχος ἰᾶσθαι καὶ τὸ ὃ δή ποτε θερα- [*](B-) πεύειν· ὅθεν Φρύγες ἀκεστήν τὸν ἰατρὸν καὶ Ἀθηναῖοι ἀκέστορα. δίψαν] δίψα Ἰακῶς· δίψος Ἀττικῶς.

3. κεκλιμένοι—ἐπάλξεσιν] ἤτοι ἐπαναπαυόμενοι καὶ ἐπερειδόμενοι [*](B=) ταῖς ἐπάλξεσι διὰ τὸν κόπον τῆς μάχης, ὡς Αὐτόχθων καὶ Ἐπαφρό- διτος· χαρίεν γὰρ τὸ μὴ ἀναχωρεῖν ἀπὸ τοῦ τείχους εἰσδραμόντας εἰς τὴν πόλιν. ἢ ἐπάλξεσιν ἔφη ἀπὸ μέρους ἀντὶ τοῦ ‘ὅλῳ τῷ τείχει.᾿ §. “κεκλιμένοι” δὲ περιεχόμενοι, ὡς “〈ἐν γὰρ Τρώων〉 [*](A+) πεδίῳ—〈πόντῳ) κεκλιμένοι” (Il. 15. 739, 40).

[*](3. ἐμπειρίᾳ ‖ 4. post κ. suppl. W ex. gr. 〈τοῦ ἀλλήλων προνοεῖσθαι〉 ‖ 6. μὴ pro οὐ B 8. addidi: Ἰλίοδος Χ Ὁμήρου textui inscriptum ‖ 10. αὐτὰρ ‖ 11. τίπτʼ αὔτως B ‖ 13. κίσσα κισσῶ B: κνίσσα κνισσῶ ‖ 18. ἀνέψυχον Eust.: ἀνεψύχοντο B, ἵνα τὸ πνέοντο ‖ 21. ἀναλογώτερον coni. Bekker δὲ post θ. del. Bekker ‖ 23. ἀκέστορα D: ἀκέστριαν ut B ‖ 24. Ἰωνικῶς B)
372

5. Ἕκτορα δʼ αὐτοῦ] αὐτόθι, ἔνθα Σκαιαί εἰσιν· ἤδη δέ τι τῶν ἑξῆς προαναφωνεῖ, ὅτι κατέσχεν αὐτὸν ἡ μοῖρα ἐπὶ κακῷ μεῖναι.

[*](B=)

6. πυλάων τε Σκαιάων] ἐν ἀριστερῷ κεῖνται τοῦ τείχους αἱ πύλαι, καλοῦνται δὲ Δαρδάνιαι.

10. *ἀσπερχές] ἀδιαλείπτως, εἴγε καὶ θεὸν διώκεις.

[*](B-)

11. Τρώων πόνος] τὸ κατὰ τῶν Τρώων ἔργον· ἢ ἆρα οὐ κεκό- πωσαι διώκων τοὺς Τρῶας:

[*](A+B=)

* ἐφόβησας] εἰς φυγὴν ἔτρεψας.

12. εἰς ἄστυ ἄλεν] λείπει τὸ ‘ἀφικόμενοι,’ ἐπεὶ ἔδει εἶναι ἦλον· ἢ τὸ “ἄλεν” ἀντὶ τοῦ ἐξέκλιναν.

[*](B=)

σὺ—δεῦρο λιάσθης] σοῦ ὧδε ἀποκλίναντος ἐκεῖνοι ἐσώθησαν.

13. σύνδεσμος ὁ “τοί”· φησὶ δὲ ‘οὐ γὰρ φονεύσιμός εἰμι.ʼ

[*](B+)

15. ἑκάεργε] στοχάζεται ἢ ἀπὸ τοῦ “ μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων” (Il. 16. 94) ἢ τοῦ “λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσ〈σ〉ιν” (Il. 21. 278) ἢ ἀπὸ τῆς τοξικῆς σκευῆς. ἅμα γὰρ λέγων ἀνέφηνεν ἑαυτὸν τῇ στολῇ οἷος ἦν.

[*](B-)

ὀλοώτατε] ὀλέθρου παρασκευαστικέ· ἢ ὁ λοιμῶν αἴτιος· οἳ δὲ γρά- φουσι “δολοώτατε” διὰ τὸ “δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων” (Il. 21. 604). ἐκθύμως δὲ παρρησιάζεται, ἀφῃρημένος ὑπʼ αὐτοῦ ἑταῖρον καὶ νίκην. καὶ ἔστιν ὡς τὸ “δικαιότατος Κενταύρων” (Il. 11. 832).

*ὀλοώτατε] ἐμοὶ δηλονότι.

18. ἐμὲ—κῦδος ἀφείλεο] ‘ἐμὲ ἀφείλεο’ Ἀττικῶς, ὡς τὸ “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1. 299). §. τὸ δὲ “ἀφείλεο” διὰ τοῦ εο γράφεται.

[*](B=)

20. ἦ σʼ ἂν τισαίμην] ἐτισάμην σε ἄν. γενναῖος ὁ μὴ καταπλησ- [*](A=)σόμενος τὸν φονέα. §. ἀπʼ ἄλλης δὲ ἀρχῆς τὸν στίχον ἀναγνω- στέον ψιλουμένου τοῦ η.

[*](B -)

εἴ μοι δύναμίς γε παρείη] δύναμις ἴση τῇ σῇ· προφέρεσθαι δὲ ταῦτα δεῖ οὐ τεθαρρηκυίᾳ φωνῇ, ἀλλʼ ὡς ἂν εἴποι ἀνὴρ γενναῖος μεγαλόφρων ἀπειλῶν θεῷ.

[*](B -)

22. ἀεθλοφόρος] νικητής. πρὸς τὸ τάχος καὶ τὸ σοβαρόν· καὶ μᾶλλον κέλητι αὐτὸν εἰκάζει· εἷς γὰρ ὄχημα οὐ φέρει. κέλητα [*](1. Σκαιαί sec.: Σκεαί pr. ‖ 8. ἔστρεψας ‖ 9. ἦλον scripsi, cf. Et. M. s. v.: τί ᾶλεν ‖ 12. lemma ἐπεὶ οὔτι (19) omisi et ad v. 13 scholion traieci ‖ 18. γὰρ ἔθ. B ‖ 19. ὑπʼ αὐτοῦ W: ἑαυτοῦ ‖ 22. ἐμὲ alt. W: ἐμεῖο ‖ 25, 26. καταπτησσόμενος ut B)

373
οὖν φησιν ἁμιλλώμενον ὀχήματι, ὥστε καὶ τὸ νικᾶν. Ἀλέξανδρον δὲ στατῷ ἵππῳ 〈εἰκάζει〉 (Il. 6. 506).

23. *πεδίοιο] διὰ τοῦ πεδίου.

[*](A+B=)

24. λαιψηρά] ἀντὶ τοῦ λαιψηρῶς.

[*](B+)

25. τὸν δʼ ὁ γέρων—ἴδεν] ἡ γὰρ περὶ τὸν υἱὸν εὔνοια παραιρεῖτσι [*](B-) τὴν ἀμβλυωπίαν τοῦ γήρως. ἄλλως τε προτρέχει τῶν αἰσθήσεων ὁ νοῦς· καὶ “νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει” (Epich. fr. inc. 2 Lor.)· ὡς καὶ “Νέστωρ—πρῶτος κτύπον ἄιε” (Il. 10. 532)· ὀξυτέρους γὰρ περὶ τὰς αἰσθήσεις τοὺς προήκοντας ποιεῖ.

26. * πεδίοιο] πάλιν διὰ πεδίου.

27. ὅς ῥα τʼ ὀπώρης εἶσιν] ἄνεισιν. ἔδει δὲ πρὸ ὀπώρας εἰπεῖν· [*](AB=) τότε γὰρ ἡ τοῦ κυνὸς ἐπιτολή.

28. ἀστράσι] οἳ μὲν ὡς δέρμασιν, οἳ δὲ ὡς κεμάσιν. §. οἳ μὲν κατὰ μεταπλασμὸν ὡς ἔγκασι πρόβασι, οἳ δὲ ἀπὸ τοῦ ἀστήρ, ὡς πατράσιν.

[*](A + B-)

32. ὣς τοῦ χαλκός] ἔδει χρυσὸς ἔλαμπεν, ἀπὸ κρείσσονος καὶ [*](B-) λαμπροτέρου, εἰ μὴ ὅτι καὶ χαλκὸς ἐκέκρατο· φησὶ γοῦν “χαλκὸν δʼ ἐν πυρὶ βάλ〈λ〉εν” (Il. 18. 474).

ἄλλως: ὣς τοῦ χαλκὸς ἔλαμπε] συμφωνεῖ τοῦτο τῷ περὶ τὴν [*](B =) ἐπιφάνειαν τῆς ἀσπίδος εἶναι τὴν χαλκῆν πτυχήν.

34. ὑψόσʼ ἀνασχόμενος] πρῶτον τοῖς θεοῖς ἄρας τὰς χεῖρας [*](B =) οὕτω κόπτει τὴν κεφαλήν.

μέγ〈α δʼ〉 οἰμώξας 〈ἐγεγώνει〉] ἄδηλον τίνος τὸ “μέγα.” §. ἄξιον δὲ ζητήσεως πῶς μηδεὶς πολεμεῖ Ἕκτορι. §. . . . ἀλλὰ καὶ διὰ τοῦ [*]() σχήματος, ἵνʼ, εἰ τύχοι μὴ ἀκούσας τῶν λεγομένων, ἀλλʼ οὖν τὸ [*](B +) σχῆμα τοῦ πατρὸς ὁρῶν οἰκτείρῃ τὸν γέροντα· γραφικῶς οὖν κεῖται τὸ σχῆμα.