Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

539. ἀμύναι] οὕτως ἡ γραφή, παροξυτόνως· ἔστι γὰρ εὐκτική· τινὲς μέντοι “ἀλάλκοι” γράφουσιν.

[*](B=)

*ἀντίος] τῷ Ἀχιλλεῖ.

[*](B=)

541. δίψῃ καρχαλέοι] ξηραίνει γὰρ καὶ τραχύνει τὴν γλῶσσαν ἡ δίψα ἡ πολλή.

[*](B=)

κεκονιμένοι] ἄκρως ὑπέγραψε τὴν φυγὴν καὶ τὸ σχῆμα τῶν διωκομένων.

[*](A -)

542. ὃ δὲ σφεδανῶν] οὕτω “σφεδανῶν,” ἐπερρωμένος τῷ θυμῷ, καθάπερ τὸ φονῶν. περισπαστέον δὲ ὡς στεφανῶν.

[*](B +)

σφεδανῶν] κατεπείγων αὐτοὺς ἢ ἐπαιρόμενος τῷ θυμῷ ἢ φονευ- τικὸς παρὰ τὸ φονῶν.

*λύσσα] 〈ἡ〉 ἐκλύουσα τοὺς λογισμοὺς ἀνία.

[*](B=)

543. κῦδος ἀρέσθαι] τὸν Ἕκτορα, ἐφʼ φησιν “ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον” (Il. 22. 393).

[*](B=)

544. Τροίην] τὴν Ἴλιον· οὐκ ἔστι γὰρ 〈ἡ〉 χώρα, πύλας ἔχουσα, ἀλλὰ πόλις.

[*](A=)

ἄλλως: Τροίην] ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Ἴλιον εἴρηκεν.

[*](A-)

550. Ἀχιλλῆα πτολίπορθον] τινὲς “Ἀχιλλέα Πηλείωνα,” πρὸς τὸ ἐπίθετον ξενισθέντες. ἀλλʼ ἤδη αὐτὸς εἶπε “δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξα” (Il. 9. 328). ἐπὶ δὲ Ὀδυσσέως πλεονάζει τῷ ἐπιθέτῳ διὰ τὴν Ἰλίου πόρθησιν.

553. *ὑπὸ κρατεροῦ Ἀχιλῆος] λείπει ‘διωκόμενος.ʼ

554. *τῇ περ] ὅπου.

[*](B =)

555. αἱρήσει με καὶ ὥς, 〈καὶ〉 ἀνάλκιδα δειροτομήσει] καὶ οὕτως συλλήψεταί με καὶ οὐδʼ ἀμυνόμενον ἀναιρήσει.

[*](B=)

556. εἰ δʼ ἂν ἐγὼ τούτους μέν] διὰ τὸν “εἰ” σύνδεσμον ὑπο- στικτέον μετὰ τὸ “ ῥωπήια δύω,” τοῦ ἑξῆς συνδέσμου περιττεύοντος τοῦ “δέ.” δύναται δὲ στίζεσθαι ἐπὶ τὸ “δύω,” τοῦ “εἰ” συνδέσμου κειμένου ἀντὶ τοῦ ἆρα διαπορητικοῦ. οὕτω δὲ ἔσται ὁ “ἄν” περιττός.

[*](8. οἱ δέ σε δαφνῶν lemma ‖ ἐπαιρόμενος pr. in textu: ἐπερρωμένος pr. supra add. οὕτω ante ἐπ. del. W ‖ 10. στεφανῶν lemma ‖ ἐπαι- ρόμενος B: ἐπερρωμένος ‖ 15. ἔστι B: ἔνι ‖ supplevi ex B ‖ 18. πτολίπορθον (550) sec. in marg.: πελώριον (527) pr. ‖ schol. v. 527 adscriptum: traieci; v. 548–550 desunt in textu ‖ ad 26 *ἀνάλκιδα] δείξας δηλονότι scriptum: non intellego ‖ 28 τοῦ δύω B)
369

558. πεδίον Ἰλήιον] τὸ πρὸς τῷ τάφῳ Ἴλου. ὁ δὲ Κράτης [*](A + B=) “Ἰδήιον” γράφει, ἵν᾿ ᾖ τὸ τῇ Ἴδῃ ὑποκείμενον.

559. ῥωπήια δύω] λοχήσω ἐν τοῖς θαμνώδεσι τόποις.

[*](B=)

561. ἱδρῶ ἀποψυχθείς] πνεύμασι τὸν ἱδρῶτα ξηράνας.

[*](B=)

563. ἀπαειρόμενον] ἀντὶ τοῦ ἀπαίροντα· ἐκ μεταφορᾶς τῶν νηῶν [*](B -) τῶν ἐπαιρουσῶν εἰς τὸν πλοῦν τοὺς ἱστούς.

567. εἰ δέ κεν οἱ προπάροιθε] ἐνταῦθα ὁμολογουμένως ὁ ει [*](A =) διαπορητικός ἐστιν ἀντὶ τοῦ ἆρα κείμενος.

568. καὶ γάρ θην τούτῳ] ὁ διαλογισμὸς ἀνθρώπινος, ὅτι ἓν σῶμα [*](B=) καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν, μαχόμενοι ἔπειτʼ οὐκ ἂν ἔδεισάν ποτε τοὺς πολεμίους ἐπιόντας.

569. θνητὸν δέ ἑ φάσʼ ἄνθρωποι] “φασί.” τοῦτο εἰρωνευόμενός φησιν. δοκῶ, καὶ αὐτὸς θνητός ἐστιν.

570. ἀθετεῖται ὡς λύων τὸν ἐπιλογισμόν· κρέμασθαι γάρ τις [*](A+) νομίσας τὸν λόγον προσέθηκε τὸν στίχον.

571. Ἀχιλῆα ἀλεὶς μένεν] συστρέψας τὸ πρώην εἰς φυγὴν ὁρμώ- [*](B =) μενον σῶμα ἔμενεν.

573. ἠύτε πρόδαλις] θυμικὸν καὶ πολεμικὸν ζῷον μέχρι θανάτου.[*](B-) τοσοῦτον τῶν ἀγρίων προὔχει ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρ- δάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα (Aristot. H. A. p. 608 a 34). οὕτω δὲ ἐπιτέτευκται, ὅτι μηδὲ αὐτὸς Ὅμηρος ἄλλην μάχην παρδάλεως ἐτόλμησεν εἰπεῖν.

*πόρδαλις] διὰ τοῦ ᾱ “πάρδαλις.”

[*](A+)