Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

506. δακρυόεσσα δέ] ἀφελὴς ἡ διάθεσις καὶ παρθένῳ πρέπουσα· [*](B +) Ἀφροδίτη δὲ ὡς γεγαμημένη τῆς Διώνης ἐκεί〈νη〉 “δʼ ἐν γούνασι πῖπτε” (Il. 5. 370) διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ.

[*](5. supplevi ex B ‖ 12. suppl. W ex B ‖ 16. ἐπ᾿ W: ἐν ‖ 28. τόξα alt. ‖ 29. γὰρ χ. B ‖ 32. γεγαμημένη B: -ης ‖ lacunam indicavi: ‘de interceptis cf. B’ W ‖ suppl. W ex B ‖ 33. διὰ τὸ B: δία τῷ )
366
[*](B=)

507. ἑανὸς τρέμε] καιρίως διὰ τῆς ἐσθῆτος 〈τὸ〉 σῶμα ἐνέφηνε τρέμον.

[*](A=)

τὴν δὲ προτὶ οἷ〈εἷλε〉] ὀρθοτονητέον τὴν “εἷ,” ἐπεὶ εἰς σύνθετον 〈μεταλαμβάνεται〉. §. προσελάβετο ἑαυτῷ, τουτέστιν προσεπε- πτύξατο.

508. *ἡδὺ γελάσσας] ἠθικῶς.

[*](B +)

509. τίς νυ σε] ἀγνοεῖν προσποιούμενος.

[*](B=)

511. ἐυστέφανος] στέφανος ἐπικεφάλιος γυναικῶν κόσμος. §. [*](B+)“κελαδεινή” δέ τινες παρὰ τὸ κῆλα. ἢ ὅτι Ἐγκέλαδον σὺν Ὠρίωνι ἀνεῖλε βιαζόμενον αὐτήν.

[*](A +)

ἄλλως: ἐυστέφανος κελαδεινή] ἠρκέσθη τοῖς ἐπιθέτοις· περιττὸς οὖν κἀκεῖ ὁ “Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον” (471).

512. σή μʼ ἄλοχος] πιθανῶς καὶ αὐτὸν πιθανοποιεῖται διὰ τῆς ἀλόχου.

[*](AB+)

513. νεῖκος ἐτύχθη] “νείκεʼ ἐτύχθη” πληθυντικῶς· καὶ “ἐφῆπ- ται” ἀντὶ τοῦ ἐπισυνδέδεται ηὔξηται.

[*](B=)

514. ὣς οἳ μὲν τοιαῦτα] οὔτε γὰρ ἀπολύσασθαι 〈θέλει〉 Ἥραν τοῦ ἐγκλήματος, ἵνα μὴ λυπῇ τὴν ὑβρισθεῖσαν, οὔτε ἐγκαλεῖν [τῇ ἀπολυθείσῃ].

515. αὐτὰρ Ἀπόλλων] προοικονομεῖ πάλιν εἰς τὰ ἑξῆς, ἵνα ὑπολειφθεὶς μόνος πλανήσῃ τὸν Ἀχιλλέα ἀπὸ τοῦ τείχους.

516. μέμβλετο γάρ οἱ] διασταλτέον μετὰ τὸ “οἵ.”

*πόληος] Αἰολικῶς, ὡς “ἀκτῆνας” καὶ ψημύθιον.

[*](A +)

519. χωόμενοι] συγκεχυμένοι.

[*](B=)

522. ὡς δʼ ὅτε καπνὸς ἰὼν—ἄστεος αἰθομένοιο] πηλίκον δέ ἐστι τὸ πῦρ οὗ τὸ τέλος ἄπτεται τοῦ οὐρανοῦ ; καὶ τοῦτο θεόπεμπτον (523), ἵνα μὴ ταχέως σβεννύηται. τὴν ἐπὶ πλεῖστον δὲ νέμησιν τοῦ Ἀχιλλέως ἡ παραβολὴ τοῦ πυρὸς ἐνέφηνεν.

[*](B=)

526. εἱστήκει δʼ ὁ γέρων] ἐναργῶς ὁ τῆς ἀγωνίας μεστὸς δείκνυται γέρων ἐπιβεβηκὼς τοῖς τείχεσιν. μεταγαγὼν δὲ ὁ ποιητὴς τὴν στρατιὰν ἐπὶ τὰ ἔνδον οὐκ ἄλλῳ πιθανὸν ἐνόμισε προσκεῖσθαι [*](1. supplevi ex B 4. supplevi ex A ‖ 8. κόσμος B: κοινός ‖ 9. τὸ B: τὰ ‖ κῆλα Eust.: κοῖλα ‖ 14. σῆμʼ ‖ πιθανολογεῖται coni. Bekker ‖ 17. iteratur *ἐφῆπται] ἐπισυνδέδεται ‖ 19, 20. inclusa om. B ‖ 23. τοῦ οι ‖ 24. ψημύθιον Et. M. p. 603, 56: ψιμύθιον ‖ 28. νέμεσιν B )

367
τὰ τῆς διατάξεως ἢ τῳ Πριάμῳ· βασιλεὺς γάρ ἐστι καὶ συνε- τός, τῶν δὲ ἔργων διὰ τὴν ἡλικίαν ἀπεχόμενος.

*θείου] παρόσον θεοποίητόν ἐστι τὸ τεῖχος.

[*](AB=)

528. *ἄφαρ] ταχέως.

πεφυζότες] ὅθεν ἄφυζαν τὸν λέοντα Ἥσίοδος εἶπεν (fr. [*](A=B+) 238 M.).

530. ὀτρυνέων] τοῦ καιροῦ ἐπείγοντος καὶ ὁ γέρων στρατηγεῖ ἐπὶ [*](B=) τῇ σωτηρίᾳ τῶν φευγόντων.

ἄλλως: ὀτρύνων παρὰ τεῖχος] χωρίς τοῦ ε, ἤδη ἐνεργῶν καὶ [*](A+) οὐ μέλλων.

*ὀτρυνέων] ὡς μέλλων περισπᾶται καὶ διῄρηται.

531. ἐν χερσὶ πύλας] πᾶσαν φιλοφροσύνην τὴν πρὸς τοὺς φύλακας [*](B=) ὁ καιρὸς ἀφαιρεῖται· Νέστωρ δʼ “εὕτω νῦν, φίλα τέκνα, φυλάσσετε” (Il. 10. 192). §. “πύλας” δὲ νῦν τὰς θύρας, ὡς τὸ “εἴ τινʼ ἑταίρων ἐκ πολέμου φεύγοντα” (Il. 12. 122).

533. * κλονέων] καὶ κλόνις ἡ εὐκίνητος ὀσφύς.

λοίγιʼ ἔσεσθαι] πρεσβυτικῶς ὁρᾷ τὸν καιρόν, ὅτι εἰς κσκὸν προχω- [*](B=) ρήσειν εἰκὸς τὰ πράγματα, καὶ ὀλοθρευθήσεσθαί φησι τοὺς Τρῶας.

534. *ἀλέντες] ἐκκλίναντες ἢ συστραφέντες.

536. μὴ οὖλος ἀνήρ] καὶ Καλλίμαχος (fr. 507) “οὔλου μητέρʼ [*](B=) Ἄρηος,” ὀλοθρευτικοῦ.

〈οὖλος—〉εἰς τεῖχος ἄληται] ἄθρους ὁρμήσῃ ἢ μετὰ πλήθους.

ἄληται] ψιλῶς· ἔστι γὰρ μέσος ἀόριστος ὑπερσυντελικὸς [*](A +) ἀκόλουθος τῷ ἀλῆναι ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ ἀορίστῳ καὶ μετοχῇ τῇ “αὐτὰρ ἐπεὶ—ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες” (534).

537. ἀπῶσαν ὀχῆας] ἀπεκρούσαντο ὡς συνεκτικοὺς ὄντας τῶν [*](B=) πυλῶν.

538. τεῦξαν φάος] παρέσχον τοῖς φεύγουσιν, ὡς ἐκεῖ “φόως δʼ [*](AB +) ἑτάροισιν ἔθηκεν” (Il. 6. 6). οὐ δεόντως οὖν ἀθετοῦνται ὑπὸ Ζηνοδότου.

* φάος] σωτηρίαν τοῖς φεύγουσι Τρωσίν.

[*](5. ἄφυζαν Bekkcr: ἀφύζαν ‖ Ἴωνες ἐκάλουν B pro Ἡσίοδος εἶπεν ‖ 8. τῆς σωτηρίας ‖ 14. iteratur *θύρας ‖ 18. εἶκος ‖ 20. μητέρα ‖ 22. ὁρμήσει ‖ 26. ἀπεκρούσαντο B ; ἀνεκρούσαντο ‖ 28. παρέσχον B: -οντο)
368
[*](A=)