Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

473. * μέλεον] ἄμοχθον.

[*](B=)

474. *ἀνεμώλιον αὔτως] ἀνεμωλίως ἀπράκτως.

[*](A~)

475—7. μή σευ νῦν ἔτι] παραπεποίηνταί πως ἐκεῖθεν οἱ στίχοι “πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης” (Il. 1. 396)· τί δὲ καὶ βουλόμενος συνεχῶς τοῦτο ἐκαυχᾶτο ὁ Ἀπόλλων

[*](B-)

478. τὴν δʼ οὔτι προσέφη] προείρηκε γὰρ τὴν αἰτίαν τῆς παραι- τήσεως “αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλά- μῃσιν” (469)· ὥστε δισσολογεῖν οὐκ ἐχρῆν αὐτόν.

[*](A=B-)

479. ἀλλὰ χολωσαμένη] ἀπὸ κοινοῦ τὸ “προσέφη·” οὕτως οὖν κἀκεῖ “παῖδά τε σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1. 443)· ἀπὸ κοινοῦ γὰρ τὸ “ἀγέμεν.” καὶ περιττὸς ὁ ἑξῆς “ῥέξαι ὑπὲρ Δαναῶν” (ib. 444).

[*](B=)

482. χαλεπή τοι ἐγῶ μένος ἀντιφερίζειν] ἐξ ἐναντίας τὸ ἐμὸν μένος φέρειν. ἐπεὶ δὲ εἶσε “τί νυ τόξον ἔχεις,” φησὶν ὅτι, εἰ καὶ τοξοφόρος εἶ, χαλεπή σοι πολέμιος ἔσομαι.

[*](B=)

483. λέοντα] λέαιναν· οὐδέποτε δὲ παρʼ Ὁμήρῳ εἴρηται τὸ λέαινα.

* ἐπεί σε λέοντα] ἐπεὶ λέαινάν σε.

[*](B +)

484. κατακτάμεν ἥν κʼ ἐθέλῃσθα] προίσταται γὰρ ἡ Ἄρτεμις τοκετῶν, ἐπεὶ περὶ τὰς πανσελήνους εὐτοκώταται αἱ γυναῖκες, ὥς φησι Χρύσιππος.

[*](B +)

485. θῆρας ἐναίρειν] φονεύειν ἢ σκυλεύειν. περιάπτεται γὰρ νεβρίδας· Ἀλκμᾶν “ἑσσαμένα πέρι δέρματα θηρῶν” (fr. 18 B.). §. σημειοῦνται δέ τινες, ὅτι ἔναρα ἐπὶ ἀλόγων ζῴων οὐκ ἔστιν.

486. ἀγροτέρας] τινὲς τὰς μὴ ταχέως γηρώσας.

*ἀγροτέρας] ἀγριωτέρας.

[*](A+B=)

487. εἰ δʼ ἐθέλεις, πολέμοιο δαήμεναι] στικτέον εἰς τὸ “δαήμεναι·” ἔστι γὰρ ἀντὶ τοῦ δάηθι.

[*](B=)

489. ἐπὶ καρπῷ χεῖρας] “ἐπὶ καρπῷ” τῆς Ἀρτέμιδος· ἔμφασιν δὲ ἔχει πολλῆς δυνάμεως.

[*](6. εὐχομένου ‖ 19. εὕρηται ‖ 26. ἐσσαμέναι; ἐπαμέναι apogr. V, unde ἐπαμμέναι coni. Welcker, ἐπαμμένα Bergt, ἐπειμένα Hartung ‖ πέρι Bergk ceteri: παρὰ ‖ 31. δάηθι B: δαῆναι iteratur* δαήμεναι] ἀντὶ τοῦ δάηθι )
365

490. ἀπʼ ὤμων αἴνυτο τόξα] ποιητικῶς ἀντὶ τῶν βελῶν “τόξα” [*](B=) φησίν. ἢ τὴν πᾶσαν τοξικὴν κατασκευήν.

*τόξα] τὰ τοξεύματα.

492. ἐντροπαλιζομένη] ἐξ ὑποστροφῆς ἀνθισταμένη. αἱ δὲ [*](A-B=) πλείους κατʼ αἰτιατικήν, ἵνʼ ᾖ ‘ἐκτρέπουσα〈ν〉 τὰς ὄψεις πρὸς τὰς τῆς χειρὸς καταφοράς.’

493. * ὕπαιθα] ἔμπροσθεν.

πέλεια] Ἀριστοτέλης (H. N. 544b 2) φησὶ μικροτέραν τῆς περιστερᾶς εἶναι καὶ ὑπέρυθρον καὶ ταχύπουν.

ἄλλως: πέλεια] ὡς κράτεια· ἔστι δὲ καὶ πελειάς ὀξυτόνως, [*](A +) ὡς μαῖα καὶ μαιάς.

495. χηραμόν] ἀπὸ τοῦ χωρεῖν, 〈πέτραν〉 διαγωγὰς ἔχουσαν [*](B=) πολλάς, ὥς τι χωρεῖσθαι. §. σημειωτέον δέ, ὅτι προεξηγήσατο [*](AB-) τίς ἡ χηραμός, κοίλη πέτρα, ἐπεξηγεῖσθαι εἰωθώς, οὐ προεξη- γεῖσθαι· “νεβρὸν ἔχοντʼ ὀνύχεσσι, τέκος ἐλάφοιο” (Il. 8. 248).

οὐδ᾿ ἄρα τῇ γε ἁλώμεναι] καὶ ἐπʼ ἀλόγοις μοιρίδιον οἶδεν, οὐ μόνον ἐπὶ ἀνθρώποις.

498. ἐγὼ δέ τοι οὔ τι μαχήσομαι] ἄτοπον γὰρ τὸν λόγιον καὶ [*](B -) εἰρηνικὸν θεὸν μάχεσθαι. ἢ ὡς φιλῶν μίξεις· καὶ γὰρ μετʼ Ἀφροδίτης ἐθέλει δεθῆναι (Od. 8. 342), καὶ Πελασγοὶ δὲ ἐντετα- μένον τὸν Ἑρμῆν ἱδρύονται· ἄλλως τε ἄνοπλος ἑκάτερος, καὶ ἄτοπος ἡ δίχα ὅπλων μάχη.

499. πληκτίζεσθαι] μάχεσθαι. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις.

[*](B=)

501. εὔχεσθαι ἐμὲ νικῆσαι] ἄτυφος· διὸ λογικὸς θεὸς ὃς οὐδὲ [*](B+) ἀδοξίας φροντίζει.

502. Λητὼ δὲ συναίνυτο] ἴσως πρὸς τὸ σκῦλα μὴ μεῖναι τῆς [*](B ~) θυγατρός, ὅπερ ἐκ περιουσίας ὁ ποιητὴς προσῆψεν.

καμπύλα τόξα] μεταφορικῶς ἀπὸ τοῦ τόξου τὰ βέλη· ἢ συλληπ- [*](A + B=) τικῶς τὰ τόξα καὶ τὰ βέλη· ὡς δὲ χοῖνιξ τὸ μετροῦν καὶ μετρού- μενον, οὕτω καὶ τόξα ἐπὶ ἑκατέρου δεκτέον.