Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

442. μέμνηαι] ἐνθάδε “μέμνηαι·” διπλῆ γὰρ ἡ χρῆσις (cf. Il. 23. 648).

[*](B-)

444. παρ Διός] τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου· “ἐν Διὸς εἰλεῖται ” Ἀρατος (222).

[*](A + B=)

θητεύσαμεν] οὐ παραδίδωσι τὴν αἰτίαν διʼ ἣν ἐθήτευσαν.

ἄλλως: θητεύσαμεν] ἠθέλησαν γὰρ συνδῆσαι τὸν Δία “Ποσει- δάων καὶ Φοῖβος Ἀπόλλων” (Il. 1. 400)· σἳ δὲ ἐπὶ τῷ πειρᾶ- σ〈θ〉αι τὴν ὕβριν Λαομέδοντος· “καί τε θεοὶ ξείνοισιν ἐοικότες” (Od. 17. 485)· ὡς ἀποθανόντος οὖν τοῦ αἰτίου, τιμώμενος νῦν ἐν Ἰλίῳ Κίλλῃ Χρύσῃ Τενέδῳ βοηθεῖ αὐτοῖς· οἳ δὲ δύο φασὶν ἐργασαμένους ἀμισθὶ ἀναθεῖναι Ἀπόλλωνι καὶ Ποσειδῶνι· οἳ δέ, ὅτι ἀπὸ τῶν ἱερατικῶν χρημάτων ᾠκοδόμησαν αὐτά.

[*](B+)

445. μισθῷ ἔπι ῥητῷ] καὶ αἱ ὡρισμέναι συνθῆκαι ῥῆτραι.

[*](A~B=)

447. ἵνʼ ἄρρηκτος πόλις εἴη] ἀσφάλιος γὰρ καὶ θεμελιοῦχος ὁ Ποσειδῶν· διαφωνεῖ δὲ ταῦτα τοῖς ἐν τῇ Τειχοποιίᾳ ἀθετουμένοις (Il. 7. 443–64).

[*](A+B=)

448. βουκολέεσκες] νόμιος γὰρ ὁ θεός· οἳ δὲ ἐπεὶ αἱ ἀρχαὶ τῶν λοιμῶν ἀπὸ τῶν τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν, ὅπως ἀνα- βαλλόμενος τούτων ἅπτεσθαι πολὺ μᾶλλον τῶν ἀνθρώπων ἀπέχηται.

[*](B=)

450. πολυγηθέες ὧραι] αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔξουσι γὰρ τοὺς καρπούς. εἰς πολ〈λ〉ὴν χαρὰν ἄγουσαι τοὺς καρπιζομένους.

[*](B+)

451. *ἐξέφερον] ἐμήνυον.

[*](B~)

βιήσατο μισθόν] ἀντὶ τοῦ ἀπεστέρησε μετὰ βίας.

[*](B=)

* νῶι βιήσατο μισθόν] παρὰ τὸ μεῖον. ἐβιήσατο ἡμᾶς τὸν μισθόν· μισθὸς ἐλαχίστη ἀμοιβὴ παρὰ τὸ μεῖον.

453. πόδας καὶ χεῖρας ὕπερθεν δήσειν] ἐξαγκωνίσαι.

[*](A=)

454. τηλεδαπάων] οὕτως Ἀρίσταρχος· αἱ δὲ ἀπὸ τῶν πόλεων “θηλυτεράων.”

[*](B-)

ἄλλως: τηλεδαπάων] τηλοῦ τὸ πέδον ἐχουσῶν ἢ μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν· καταχρηστικῶς οὖν ἐπὶ τοῦ αὐτοῦ ἐδάφους πραθῆναί φαμέν τινα.

456. *ἄψορροι] ὀπισόρμητοι εἰς οὐρανόν.

[*](2. εἶχες B: ἔχεις ‖ 12. οἳ Bekker: εἰ ‖ 14. ᾠκοδόμησαν W: -εν ‖ 23. ἢ B: αἱ ‖ 29. οὔτως A: οὗτος)
363

458. τοῦ δὴ—λαοῖσι] ἐν ἤθει ταῦτα.

οὐδὲ μεθʼ ἡμέων] λείπει γενόμενος.

462. οὐκ ἄν με σαόφρονα] τινές φασιν ἐγγὺς γεγονότος Ποσει- δῶνος μηκέτι δύνασθαι τὸν τοξότην πολεμεῖν.

* σαόφρονα] συνετόν.

464. δειλῶν] ἀτυχῶν· Δείλας γὰρ πρῶτος τὸν εἰς φόνους κλῆρον [*](B +) εὗρεν, ὥς φησι Θεόκλυτος.

465. ζαφλεγέες] μεγαλόφρονες· καὶ ταῦτα θνητήν φησι τροφὴν [*](B-) ἐσθίοντες, οὐ σιτούμενοι ἀμβροσίαν ὡς ἡμεῖς· ὅταν δὲ ἀποβλέψῃ εἰς τὴν θείαν φύσιν ὁ ποιητής, τότε τὰ ἀνθρώπινα πράγματα ἐξ- ευτελίζει.

*ζαφλεγέες] λαμπροί.

466. *ἀκήριοι] νεκρούμενοι.

467. δηριαάσθων] τὸ δεύτερον α ἐκτατέον ὥσπερ ἐπὶ τοῦ ἀδιαι- [*](A+B =) ρέτου.

468. αἴδετο γάρ ῥα πατροκασιγήτοιο] ἄλλως τε ὁ ἥλιος ἐκ [*](B=) θαλάσσης τρέφεται. πῶς οὖν ἔδει μάχεσθαι,

469. πατροκασιγνήτοιο] τοῦτον οἱ μὲν πάτρωα, οἳ δὲ θεῖον καλοῦσιν. μιγήμεναι] συμβαλεῖν· ἔστι δὲ παιδευτικά, ὡς τὸ “Λητοῖ, ἐγὼ [*](B -) δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον γάρ” (498) καὶ “ἀλλά τοι οὐκ ἐθέλουσα Ποσειδάωνι μάχεσθαι” (Od. 13. 341).

*μιγήμεναι] τινὲς γράφουσι “δαμήμεναι.”

470. πότνια θηρῶν] δεσπότις. μεταβαλὼν οὖν φησιν Ἀνακρέων [*](A+B-) “δέσποιν’ Ἄρτεμι θηρῶν” (fr. 1 B.). οἰκεῖον δὲ ταύτῃ τὸ προπετές, διὸ καὶ περιπίπτει βλάβῃ. ὥστε καὶ τὰ πεπραγμένα ἐν τῇ Θεο- μαχίᾳ τολμηρότερον ἀφορμὰς ἔχει Ἄρην καὶ Ἄρτεμιν.

471. Ἄρτεμις ἀγροτέρη] περισσὸς ὁ στίχος. §. οὕτω δὲ παρὰ[*](A+) Συρακοσίοις καὶ Ἀθηναίοις τιμᾶται· “τῆ δʼ Ἀγροτέρᾳ παρῄνεσα κατὰ χιλίων εὐχὴν ποιήσασθαι” (Ar. Equ. 660).

ὀνείδειον] ὡς τέλειον καὶ ὄρειον· οὕτω γὰρ ἐκπίπτει καὶ τὰ τῆς [*](A+) παραγωγῆς, εἰ μὴ τὸ ᾱ παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα κατὰ διάστασιν, οἷον ἕλος ἓλειος, ὄρος ὄρειος· παρῃτη- σάμεθα δύο σύμφωνα διὰ τὸ ἕρκος ἕρκιος τὸ ᾱ διὰ τὸ πέλαγος [*](6. Δείλας Eust.: δειλὰς ‖ πρῶτος Eust.: -ον ‖ 23. μεταβαλὼν B; μεταλαβών ‖ 24. Ἄρτεμι B et codd. Hephaestionis: -ις ‖ 28, 29. κατὰ χιλίων παρήνεσα codd. Ar.)

364
πελάγιος, ἅγος ἅγιος· τὸ γὰρ Ἀργεῖος οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλως τε καὶ ἔχει δύο σύμφωνα.

[*](B+)