Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πόρον ἷξον] τὸν πορευτὸν αὐτοῦ τόπον, οἳ δὲ τὸν ῥοῦν, οἱ δὲ πόρον [*](A+ B=) Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον. §. Ἀριστοφάνης γράφει “ῥόον.” [*](A=) ἐυρρεῖος] ἀπὸ τοῦ εὐρύς, καὶ κατʼ ἐπένθεσιν τοῦ ῑ· ἢ ἀπὸ τοῦ εὐρέης εὐρέ〈ε〉ος, καὶ κράσει.

2. Ξάνθου δινήεντος] “Ξάνθος” ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας, [*](B=) “δινήεντος” δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς ὕστερον μέν φησιν ἐπὶ τοῦ [*](B=) Ὠκεανοῦ “ἐξ οὗ περ πάντες ποταμοί” (190), νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ: ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς ὁ Ὠκεανός· “ἐξ οὗ περ πάντες ποταμοί” (196)· “πατὴρ ἀνδρῶν τε θεῶν τε.” διὰ δὲ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησιν· φησὶ γοῦν “ὀρόθυνον ἐναύλους” (312)· “ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα” (283).

ἄλλως: ὃν ἀθάνατος τέκετο Ζεύς] ὡς “υἱὸς Πειριθόοιο, τὸν [*](A +) ἀθάνατος τέκετο Ζεύς” (Il. 2. 741), καἰ “ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ” (Il. 15. 85).

3. ἔνθα διατμήξας] θαυμαστήν τινα τὴν φαντασίαν ὑποτίθεται, [*](B +) ὑφ᾿ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν.

[*](2. εἰλυφάζει B: -ειν ‖ 6. ζεύξει ‖ 10. supplevi ex B ‖ 1r. inscrip- tionem addidi ‖ 14. τοῦ εὐρεὺς ‖ 15. suppl. Bukker ‖ 16. Ξάνθου alterum B ‖ 21. post ποταμοὶ add. sec. ὡς δὲ θεοῦ ὁ Ζεύς ‖ 24. ἀποέρσει ‖ 27. δόμῳ W: δἐ ὅμως ‖ 29. δυοῖν B)
334
[*](B=)

5. ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο] τὸ τῆς νεμέσεως ἔδειξεν, ὅτι, διʼ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· καὶ ὅ φησιν “ὁμοιίου πτολέμοιο,” τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς.

[*](A=)

ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ] τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ “τινάσσετο μαινομένοιο” (Il. 15. 609)· τινὲς γὰρ γράφουσι “μαρνμένοιο.”

[*](B=)

ἐμαίνετο] ἐνθουσιωδῶς ἐμάχετο. διὸ οὐκ εἶπεν ‘ὅτ’ ἐμάρνατο.ʼ

[*](B+)

6. προχέοντο] ὡς ἐπὶ τῶν προβάτων “ἐπʼ ἀλλήλῃσι κέχυνται” (Il. 141). §. εἰ δὲ Ἥρα ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχεῖται, τοῖς δὲ οὔ; ἀλλὰ καὶ Ἀθηνᾶ “ἀχλὺν θεσπεσίην κατέ- χευε” (Od. 7. 41, 2) τῷ Ὀδυσσεῖ, καὶ Ποσειδῶν τῲ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει (Il. 20. 321)· ὥστε οὖν ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα.

[*](B-)

πεφυζότες] δειλιῶντες· “θεσπεσίη ἔχε φύζα (Il. 9. 2), ἀντὶ τοῦ δειλία.

[*](B-)

7. πίτνα] ἐξέτεινε, ʼπιτνὰς εἰς ἐμὲ χεῖρας” (Od. 11. 392).

[*](B=)

3. * εἰλεῦντο] συνωθοῦντο.

[*](B=)

9. ἐν δʼ ἔπεσον] οὐκ εἶπεν ἐνέβησαν, ἀλλ᾿ “ἐνέπεσον” τὸ ἀκού- σιον τῆς φυγῆς θέλων σημᾶναι.

[*](B -)

πατάγῳ] πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων, βοῆς, ὕδατος. καὶ Θουκυδίδης (7. 84) “〈ὡς δὲ γίγνονται〉 ἐπὶ αὐτῷ, ἐμπίπτουσιν οὐδενὶ κκόσμῳ.”

ἄλλως: πατάγῳ—βράχε—ἴαχον—ἀλαλητῷ] πάντα ταῦτα συν- ήγαγε πρὸς ἔμφασιν.

[*](B +)

10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον] αἱ περὶ αὐτὸν ὄχθαι ἀμ- φίαχονʼ ἢ πρὸς ἔμφασιν αἱ δύο κεῖνται προθέσεις· ἢ ὡς συνᾷδουσαι τοῖς ἐγχωρίοις. ἔμφασιν δὲ ἔχει ὁ τόπος ἐφʼ ἑκατέραν ὄχθην τοῦ ψόφου καὶ τῆς βοῆς ἀνακλωμένων.

11. ἔνθα καὶ ἔνθα] οἳ μὲν πρὸς τὸ ἀνωφερές, οἳ δὲ πρὸς τὸ κατω- φερὲς “ἑλισσόμενοι·” καὶ ἔμπροσθεν “ἡμίσεες δὲ ἐς ποταμὸν εἴλεῦντο” (7, 8)· ἢ ἐπὶ πολλοὺς τόπους διερρῖφθαι τοὺς νηχομένους φησίν· διὰ γὰρ τούτου τοὺς οὐκ εὐχερῶς νήχεσθαι δυναμένους διὰ τὴν σφοδρότητα τοῦ ῥεύματος δείκνυσιν.

[*](4. τοῦτο ἂν A: τοῦτον ‖ 5. μαινομένοις ‖ 6. μαρναμένοις ‖ 16. ἐπιχέεται ‖ 19. φωνῆς: corr. W ‖ 20. γινόμενος B ‖ 21. supplevi ex Thuc. ‖ αὐτῷ Thuc.: ταυτὸν ‖ 22. ἐσπίπτουσιν Thuc.)
335

12. ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς] ἐπεὶ ταπεινὴ ἡ εἰκών, ἐφαίδρυνεν αὐτὴν [*](B-) λέξεσι, τῷ “ῥιπῆς” καὶ τῷ “ἠερέθονται.” ἅπτουσι δὲ οἱ γεωργοὶ πῦρ διώκοντες αὐτὰ〈ς〉 τοῦ σπόρου. ἐμφερέστατα δὲ ἐφʼ ἑκατέρου τῇ εἰκόνι κέχρηται· τὸ μὲν γὰρ ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ παρέβαλε, τὸ δὲ ἄπρακτον τῶν φευγόντων ἀκρίσιν. ἐντεῦθέν τινες Κύπριόν φασι τὸν ποταμόν· κατά τινας γὰρ χρόνους ὀχλεῖται ἡ Κύπρος ὑπὸ ἀκρίδων, ὡς Κυρήνη καὶ ἡ Βάρκη.

ἀκρίδες] παρὰ τὸ κρᾶν, ὅ ἐστιν ἐσθίειν—“ὃς αἰζηῶν ἔκραε κηδε- [*](A=B-) μόνας” (Callim. fr. 200 Schn.)—ἢ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν. §. βροῦχος δὲ παρὰ τὸ βρύκειν.

ἠερέθονται] ἐρεθίζονται. πλεονάζει γὰρ τὸ η, ὡς “ἠμύει” (Il. [*](B-) 2. 148).

14. ὄρμενον] ψιλωτέον τὸ “ὄρμενον.” ἀπὸ γὰρ τοῦ ὄρω ἐστὶ [*](A=B-) ψιλουμένου καὶ βαρυνομένου ὀρόμενον ὄρμενον κατὰ συγκοπήν, ἢ ἐκ τοῦ ὠρμένον συστολῇ καὶ ἀναδρομῇ τοῦ τόνου.

πτώσσουσι καθʼ ὕδωρ] ἐμπίπτουσι καταπτήξασαι.

[*](B=)

16. κελάδων ἐπιμίξ] τὸ μὲν “κελάδων” βαρυντέον—φησὶ γοῦν [*](A+ B-) “παρʼ ποταμὸν κελάδοντα” (Il. 18. 576) οὐ κελαδοῦντα—τὸ δὲ “ἐπιμίξ” ὀξυτονητέον.

17. αὐτὰρ ὁ διογενής] μόνον τοῦτον οὕτω δίχα τοῦ κυρίου καλεῖ.

ὄχθῃ] ὄχθη καὶ κρημνὸς ταὐτόν· φησὶ γοῦν “μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης᾿ (172) καὶ “οὐ δύνατʼ ἐκ κρημνοῖο” (175). ὄχθαι δὲ οἱ παραποτάμιοι κρημνοί.

18. κεκλιμένον μυρίκῃσιν] περικεκλεισμένον, κεκρυμμένον. §. οὐ δηλοῖ, πῶς ἀνέλαβεν αὐτό. §. πᾶσαν ἰδέαν μάχης διελθὼν ἐν τῷ [*](A +) πεδίῳ καὶ περὶ τὸ τεῖχος καὶ ἐπὶ ταῖς ναυσὶ καινόν τι ἐξεῦρεν ἐπὶ τῇ Ἀχιλλέως ἐξόδῳ τὴν παρὰ τῷ ποταμῷ μάχην, οὐ μόνον τὴν μονοείδειαν περιιστάμενος ἀλλὰ καὶ καινὰς διαθέσεις ἐπεισφέρων τῇ ποιήσει· τετάρτην γὰρ ταύτην συνιστὰς μάχην ἐπὶ λήξει τῆς ποιήσεως, ἐπεὶ μὴ ἀξιομάχους οἶδε βαρβάρους Ἀχιλλεῖ καὶ ἄτοπον εἰς ἀκατέργαστον λῆξαι τὴν ποίησιν, θεῶν τε μάχην παρεισάγει [*](2. ῥιπῆς B: ῥιπῇ ‖ καίουσι B ‖ 3. supplevi ex B Eust. ‖ τῶν σπορίμων Eust. ‖ 8. κρᾶν sec. ut A: γρᾶν pr. ut Et. M. p.219, 22 ‖ 8, 9. κηδεμόνας A: -όνα Galea. in Lex. Hipp. p. 546 Fr., -όνος ut Et. M. ‖ 14. ψιλούμενον B ‖ βαρυνόμενον B ‖ 15. συστολῆ καὶ ἀναδρομῇ scripsi, cf. A: συνδρομῇ καὶ ἀναδόσει ‖ 16. καταπληχθεῖσαι B ‖ 22. δύναται: corr. W ‖ 26. ἐπὶ W: ἐν )

336
καὶ τὸν ποταμὸν καθίστησιν, εὔλογον ἀφορμὴν λαβὼν τὴν ἀπὸ τῶν νεκρῶν στένωσιν.

ἄλλως: κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε] Πυθοκλῆς ὡς ἓν περι- φέρεται τὸ “ὅδς,” ἵν᾿ ᾖ ἀντὶ τοῦ ‘καί,’ ὡς ἠδέ καὶ ἰδέ.

[*](A=)

ὃ δʼ ἔσθορε] γράφεται καὶ “ἔνθορε·” ἔνιοι δὲ γράφουσιν “αὐτὸς δ᾿ αἶψ᾿ ἐπόρουσεν.”

[*](B -)

20. τύπτε δʼ ἐπιστροφάδην] συνεστραμμένως ἰσχυρῶς, ἢ μηδένα τόπον παραλιμπάνων, ὡς καὶ ἐπὶ τῆς Τειχομαχίας “πάντη δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν” (Il. 12. 430)· ἑκατέρωθεν γὰρ ὑπʼ ὄψιν ἤγαγε τὸ πρᾶγμα καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων παρέστησεν.

[*](B-)

22. ὡς δʼ ὑπὸ δελφῖνος] καλῶς τὰ τῆς παραβολῆς· ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν οἳ δὲ φεύγοντες εἰς τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρὶ τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνᾴδει. καλῶς δὲ καὶ δελφῖνι εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ δελφῖνος τὸ “ἄλλοι” εἶπεν· καὶ Πίνδαρος “ἰχθὺν παιδοφάγον” (fr. 306 B.) ἐπὶ τοῦ κήτους.

[*](B-)

μεγακήτεος] μέγα κύτος ἔχοντος, ὡς “μεγακήτεῖ νηί” (Il. 8. 222), ἢ μεγάλου κήτους.

[*](B+)

23. μυχούς] τὰς διαδύσεις παρὰ τὴν νύκτα.

25. ποταμοῖο κατὰ δεινοῖο] δίνας ἔχοντος καὶ ἤδη ἀκροκελαινιόωντος (249).

[*](B=)

26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες αὑτούς. §. “κρημνούς” [*](B =)δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας.

κάμε χεῖρας ἐναίρων] Ἑρμόδωρος ὁ ῥαψῳδὸς “χεῖρας ἐναίρων” ἤκουε χειροκοπῶν,᾿ κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν τὸ σκυ- λεύειν, ὅθεν καὶ “κατηναρισμένας” φησὶν ὁ Σοφοκλῆς (Aiac. 26).

[*](B=)