Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

75, 6. Ἀχιλλεὺς Ἕκτορος ἄντα] ἐφαμίλλους θεοῖς δείκνυσι [*](B=) τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν.

[*](5. εἰς ἁλώσεις ἀντιποθεῖ φύσιν: corr. W ‖ 8. ὅτε B: ὅτι ‖ 10. sup- plevi ex B ‖ 16. συναπτόμενος B ‖ 18. Ἀρτέμιδι ἀνάκειται B ‖ 19. οἲ W: εἰ ‖ 20. γίνεται scripsi: γρ. ‖ 23. Λητὼ pro lemmate scriptum ‖ 31. ἀνατ. W: παρατ.)
314
[*](B=)

76. Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον] εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην.

[*](A + B =)

77. μάλιστά γε] “μάλιστά ἑ” μάλιστα αὑτόν, οὕτως.

[*](B=)

78. ταλαύρινον] ἐν τῷ πολεμεῖν ὑπομονητικόν.

[*](A=)

79. Αἰνείαν δʼ ἰθύς] ὅτι ἐπʼ εὐθείας καὶ κατʼ ἐναντίον.

[*](B=)

ἄλλως: Αἰνείαν δʼ ἰθύς] ἀμβλύνων αὐτοῦ τὴν καθʼ Ἕκτορος ὁρμήν. §. παράδοξον δὲ τὸ μονομάχιον, καὶ τοὺς ἐκ β´ θεαινῶν πολεμεῖν ἐναγώνιον.

[*](B -)

83. ποῦ τοι ἀπειλαί] παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, διʼ ὧν φησι τὸν Αἰνείαν διὰ τὰς παρʼ οἴνῳ ὑποσχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. τοιαῦτα δὲ καὶ τὰ παρʼ Ἕλλησὶν ἐστιν ἀκοῦσαι· “πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἅς, 〈ὁ〉πότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε- πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθʼ ἑκατόν γε διηκο- σίων τε” (Il. 8. 229 233)· οἱ δὲ παρὰ τοῖς βαρβάροις ὡς παρά- δοξόν τι, Ἀχιλλεῖ συστῆναι.

[*](A~B-)

84. ὑπίσχεο οἰνοποτάζων]πίνων ἔφη, οὐχὶ ἐσθίων. κἀκεῖ ἄρα δεόντως ἀθετεῖται οὗτος ὁ στίχος “ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων” [*](A=B-)(Il. 8. 231). §. βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας ἔλεγον· “δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες” (Od. 8. 390).

[*](Α =B-)

89. οὐ μὲν γὰρ νῦν πρῶτα] διόλου παρατηρητέον, ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκεν· “δώδεκα δὴ σὺν νηυσὶ πόλεις—πεζὸς δʼ ἕνδεκά φημι” (Il. 9. 328, 9). νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.

[*](B =)

90. δουρὶ φόβησεν] φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύπτει.

[*](B=)

94. Ἀχιλλῆος καὶ Ἀθήνης] εὐπρεπῶς ἐπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι.

[*](B-)

95. τίθει φάος] σωτηρίαν, ὡς “φόως δʼ ἑτάροισιν ἔθηκεν” (Il. 6. 6), “ἦν που τι φόως Δαναοῖσι γένωμαι” (Il. 16. 39).

[*](B=)

98. πάρα εἷς γε θεῶν] εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.

100, 1. 〈εἰ δὲ θεός περ〉 ἶσον τείνειεν πολέμου τέλος] ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν.

[*](3. μάλιστά γε etiam textus ‖ 5. καταναντίον 9. τῆς B: τοῖς ‖ 18. ὀρθοκρεράων)
315

101. τείνειεν] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.

[*](B=)

104, 5. καὶ σὺ θεοῖς —εὔχεο] ἀναιρεῖ τὴν πρόφασιν ἐπʼ εὐχαῖς θεοῦ ἀναπέμπων τὸν Αἰνείαν.

105. καὶ δὲ σέ φασι] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν [*](A +) “δέ” ἀντὶ τοῦ γάρ ἀκουστέον.

107. ἣ μὲν γὰρ Διός ἐστι] σεσημείωται πρὸς τοὺς ἑξῆς ἄκαιρον [*](A=) γενεαλογίαν ἔχοντας, καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθʼ Ὅμηρον.

108. ἀλλʼ ἰθὺς φέρε χαλκόν] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει [*](B=) γὰρ αὐτὸν ὁ Ἀχιλλεύς, ὅπερ ἔδει προλαβεῖν τὸν θεόν, πρὸ τῆς συμβολῆς.

109. λευγαλέοις] εὐτελέσι καὶ ἀχρείοις· πρὸς τοὺς ἐκδεχομένους [*](A+ B=) τὸν “λευγαλέον θάνατον” (Il. 21. 281) ἀντὶ τοῦ λυγρόν.

113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.

[*](AB=)