Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

85. τοῦτον—μῦθον ἔειπον] “τοῦτον” τόν “ἦ ἄρ τι τόδʼ ἀμφοτέ- ροισιν ἄρειον (56). εὔνοιαν δὲ αὐτοῖς παρʼ Ἀχιλλέως πορίζεται ὡς ἀγανακτήσασιν ἐπὶ τῇ ὕβρει αὐτοῦ· ἐλελύπητο γὰρ καὶ εἰς Ἕλληνας ὡς μὴ ἐπαμύναντας τῷ διʼ αὐτοὺς ὑβρισθέντι.

[*](B -)

Ἀχαιοὶ—ἔειπον] Νέστωρ “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας —ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (Il. 9. 109, 111), Θερσίτης “ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγʼ ἀμείνονα φῶτα, ἠτίμησεν” (Il. 2. 239. 240), καὶ “οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσιν” (Il.13.109).

[*](1. ἀπειπόντος textus ‖ 3. supplevi ex textu cod, ‖ 9. ἢ ante μὴ omisi ut B ‖ 12. βασιλέων B ‖ 15. ὑποκρούεσθαι τὸν λόγον ὡς τὸ B ‖ 20. ὑπάρ- χοι σαφής scripsi: σοφός ut B)
289

86. ἐγὼ δʼ οὐκ αἴτιός εἰμι] πιθανῶς οὐκ ἐπὶ ὁπότερον αὐτῶν ἄγει [*](B=) τὴν αἰτίαν. καὶ νῦν 〈γὰρ〉 οἱ ἀδυνατοῦντες ἀπʼ αὐτῆς τῆς ἀληθείας ἀπολογεῖσθαι τῇ εἱμαρμένῃ τὸ ὅλον αἴτιον ἀναφέρουσιν.

87. ἠεροφοῖτις] τινὲς τὸ η ἄρθρον ἐδέξαντο, ἵνʼ ᾖ “ἡ ἐροφοῖτις” [*](A~B -) παρὰ τὴν ἔραν, ἡ ἐν τῇ γῇ φοιτῶσα· ἢ οἷον ἐρεβοφοῖτις. ἔνιοι δὲ “ἰροπῶτις” παρὰ τὸ Αἰσχύλειον (fr. 447 N.) . . . παρὰ τὸ εἰς ἔριν νεύειν· οἳ δὲ “εἰαροπῶτις,” ἐγκειμένου τοῦ εἶαρ, ὅπερ ἐστὶ κατὰ Σαλαμινίους αἷμα· ἄμεινον δὲ γράφειν “ἠεροφοῖτις,” ὅ ἐστιν ἡ ἐξ ἀφανοῦς φοιτῶσα. οὕτως Ἡρωδιανός.

89. ὅτʼ Ἀχιλλῆος] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

[*](B=)

90. ἀλλὰ τί κεν ῥέξαιμι; 〈θεὸς διὰ πάντα τελευτῷ〉] στικτέον ἐπὶ [*](A + B =) τὸ '“ῥέξαιμι” καὶ εἰς τὸ τέλος τοῦ στίχου, ἵνʼ οὗτος μὲν καθολικὸς 〈ὁ λόγος〉 ᾖ ‘θεὸς τὸ πάντων ἔχει τέλος,’ τὸ δὲ ἑξῆς ἀπ᾿ ἄλλης ἀρχῆς. ἵνα λείπῃ τὸ ἐστίν. §. τινὲς γράφουσι “θεοὺς διὰ πάντα τέτυκται.”

[*](A +)

θεὸς διὰ πάντα] οὐδεμία λέξις ἁπλῆ κατὰ τὴν Ἰάδα καὶ τὴν [*](A -) Ἀτθίδα κατʼ ἐπιπλοκὴν ἔχει τὸ σδ.

ἄλλως: θεὸς διὰ πάντα τελευτᾷ] Λεσβοκλῆς διαιρεῖ εἰς τὸν ‘δή’ [*](B=) σύνδεσμον καὶ τὸ ‘ἴα’ ὄνομα, ἵνʼ ᾖ ‘μία δὴ θεὸς ἡ Ἄτη τὸ πάντων ἔχει ττέλος.’

ἄλλως: θεὸς διὰ πάντα] ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται [*](AB -) τὴν “διά,” ὁ δὲ Δίδυμος σημαίνειν τὸ διʼ ὅλου, ὡς διαλείτης ὁ διόλου ἁμαρτάνων· ἢ διʼ ἑαυτῆς πάντα τελεῖ· Ἑλλάνικος δὲ “θεόσδια” τὰ θεόσδοτα. γράφεται καὶ “θεούς,ʼ ἵνα λείπῃ ἡ διά.

91. πρέσβα] κατʼ εὐφημισμόν, ὡς Εὐμενίδας τὰς Ἑλλάνικος ἐπεὶ [*](B +) πῶς αὐτὴν οὐλομένη〈ν καλεῖ〉 (92);

ἄλλως: πρέσβα] ἀπὸ τοῦ πρέσβει〈ρ〉α συγκέκοπται. ἢ παράκει- [*](B-) ται τῷ πρέσβυς.

Διὸς θυγάτηρ Ἄτη] ἐπειδὴ πάντων αἴτιος ὁ Ζεύς· συγγνώμην δὲ [*](B -) ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα ὡς ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος, καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.

ἀᾶται] τινὲς τὸ “ἀᾶται” διῃρῆσθαί φασιν· καὶ προπαροξύνουσιν.

[*](2. γὰρ οἱ B: εἰ ‖ 6. lacunam indicavi ‖ 7. Et. M. ὁ αἱματοπότης ‘ἡερο- πότης’ et ἔαρ ‖ 10. αὑτὸν B: αὐτοὺς ‖ 12. οὗτος B: οὔτως ‖ καθολικὸς A B: καθολικῶς ‖ 13. supplevi ex A B ‖ ἦ B: ἡ ‖ 14. θεοὺς A: θεὸς ‖ 21. τὸ B cf. A: ὡς ‖ διηλίτης A ‖ 23. γράφεται Ludvich: γράφει ‖ corrupta: ἵνα μὴ παρέλκῃ ἡ διά coni. Ludwich ex A ‖ 25. supplevi ex B ‖ 26. supplevi ex Eunt. ‖ 29. ἑαυτῷ B: αὐτῷ ‖ θεοβλαβεῖ B: -ῆ ‖ 31. ἃ post φ.: del W )
290
[*](A +)

92. τῇ μέν θʼ] Ἀριστοφάνης “τῇ μέν 〈δ᾿ 〉·” ἢ κατὰ ἀντίπτωσιν.

[*](B=)

οὐ γὰρ ἐπʼ οὔδει] ἐπὶ οὔδει· οὐδεμία γὰρ βλάβη πίπτει χαμαί. ἀλλʼ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν.

[*](B=)

ἀπαλοὶ πόδες] λανθάνει γὰρ ἐπιφοιτῶσα· ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ “ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος (Il. 9. 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ.

[*](B=)

93. κατʼ ἀνδρῶν κράατα βαίνει] ἢ ὅτι τὸν νοῦν βλαπτόμεθα, ὅ〈ς〉 ἐστιν ἐν τῇ κεφαλῇ· ἢ ὅτι ταπεινοῦσα τῇ μετανοίᾳ.

[*](B=)

“κατά” ἀντὶ τῆς ἐπί, ἵνʼ ᾖ ἐπὶ ἀνδρῶν κράατα.

[*](B=)

94. κατὰ δʼ οὖν ἕτερόν γε πέδησεν] “ἕτερον” τὸν ἕνα τῶν ἐρι- ζόντων. ἢ οὐκ ἐμὲ μόνον ἀλλὰ καὶ ἕτερον.

[*](B=)

95. καὶ γὰρ δή—ποτε Ζῆνʼ ἄσατο] ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτόν, εἰκάζων τῷ μεγίστῳ θεῷ· μακρολογεῖ δὲ θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ τῆς ἀπωλείας αἴτιος Πατρόκλου· καλῶς δὲ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν.

[*](A +)

Ζῆνʼ ἄσατο] ἐν ἀπάσαις “Ζεὺς ἄσατο·” ἐν δὲ ταῖς εἰ-. κατοτέραις “Ζῆνʼ ἄσατο.ʼʼ §. ἀντὶ τοῦ ἔβλαψεν.

[*](B=)

96. φάσʼ ἔμμεναι] φασίν· ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτ. καὶ τὸν Ζῆνα ἀάσατο, ὅ ἐστιν ἔβλαψεν.

[*](B +)

97. * θῆλυς] ἀσθενεστέρα.

99. ἐυστεφάνῳ ἐνὶ Θήβῃ] παρὰ γὰρ ταῖς Ἠλέκτραις πύλαις ἐτέχθη Ἡρακλῆς.

[*](B=)

101. κέκλυτέ μευ] δεόντως εἰς τοῦτο ἦλθε τὸ διήγημα· ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα: ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν.

[*](B=)

103. μογοστόκος] ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.

[*](B+)

104. ἐκφανεῖ] ἐξάξει· φησὶ γὰρ “ἐκ δʼ ἄγαγε πρὸ φόωσδε” (118).

[*](B=)

105. οἵ θʼ αἵματος] μεγάλη παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴγε καὶ ἀμφιβόλου ὄντος 〈τοῦ〉 ‘ἐξ ἐμεῦ αἵματος’—δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους—οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.

[*](1. suppl. W ex A ‖ 6. ἀρτίπους ut B ἱκέτην B: -ιν ‖ 9. supplevi ex B ‖ 11, 12. ἐριζόντων Eust.: παροργισάντων B, ὁριζόντων ‖ 13. ἀάσατο ‖ 22. Ἠλεκτραίαις: corr. W ‖ 24. μοι in lemmate ‖ 32. supplevi ex B ‖ γὰρ B: δέ ‖ 33. δὲ unte ὁ omisi ut B)
291

αἵματος ἐξ ἐμεῦ] μεταφορικῶς ἀντὶ τοῦ “γένους—φησὶ γοῦν [*](B -) “τοὔνεκʼ ἀναίμονές εἰσιν” (Il. 5. 342)—ἢ ’οἵτινες αἷμά μου εἰσίν.’

107. ψευστήσεις] ὑφʼ ἓν Ἀρίσταρχος ἀντικειμένως τῷ ἀληθεύσεις· ἄτοπον γὰρ τὸ διαιρεῖν “ψεύστης εἶς.”

ἄλλως: ψευστήσεις] ψεύσεις· ἄτοπον γὰρ λέγειν Διὶ ‘ψεύστης εἶ〈ς〉.’

ἄλλως: ψευστήσεις] εἰκότως ψεύδεσθαι αὐτόν φησιν ἐρεθίζουσα [*](B=) ἐπὶ τὸν ὅρκον.

108. εἰ δʼ ἄγε νῦν μοι ὄμο〈σ〉σον] διὰ τί μὴ νεῦσαι αὐτὸν [*](A+B-) κελεύει; “οὐδʼ ἀτελεύτητον 〈ὅτι κεν κεφαλῇ κατανεύσω” (Il. 1. 527)〉· ἤ, ὡς φοβουμένη μὴ μεταθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται.

110. μετὰ ποσ〈σ〉ὶ γυναικός] μεταξὺ τῶν ποδῶν. εὐσχημόνως [*](B =) δὲ καὶ σοφῶς ἀνήνεγκε τὴν λοχείαν.