Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

56. Ἀτρείδη, ἦ ἄρ τι] οὕτως Ἡρωδιανός· τὸν δὲ “ῆ σύνδεσ- [*](Α-B=) μον περισπαστέον· ἔστι γὰρ διστακτικὸς τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης.

ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον] ἆρά σοι δοκεῖ τὰ τῆς [*](A - B =) ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; τινὲς δὲ ἐγκλίνουσι τὸν “η” καθ᾿ ὑπερβατὸν αὐτὸν συντάσσοντες τῷ “πέρ (57),” ἵνα τὸ ὅλον τοιοῦτον ᾖ, “ἄρ τι τοῦτο ἀμφοτέροις ἔπλετο 〈ἄρειον〉 ἤπερ ὅτε ἡμεῖς ἀχνύ- μενοι μενεήναμεν.

ἄρειον] ἡ Χία “ὄνειαρ.” ἡ Μασσαλιωτικὴ “ἄμεινον.”

[*](A=)

58. ἔριδι μενεήναμεν] ὡς “ἔριδι ξυνέηκε μάχεσθαι” (l. 1. 8). [*](B=) §. πιθανῶς δὲ ἐπʼ ἄμφω τὴν αἰτίαν ἤγαγεν· καὶ κούρην, οὐ γέρας [*](B =) αὐτὴν καλεῖ, ταῖς διαλλαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς.

60. ἤματι τῷ] παραυτὰ ὅτε ἐπέβη ἡ λεία τῆς νεώς. δεινοποιεῖ [*](B=) δὲ διὰ τὴν τελευτὴν Πατρόκλου.

61. ὀδὰξ ἕλον] τοῦτο ὑπὸ ἀγανακτήσεως καὶ ὀδύνης πάσχουσι 〈οἱ〉 τελευτῶντες.

62. δυσμενέων ὑπὸ χερσίν] οὐκ ἀναγκαῖον ἀναστρέφειν τὴν “ὑπό.”

[*](A -)

ἀπομηνίσαντος] ὑφ᾿ ἕν, ἡ δὲ “ἀπό” ἀντὶ τῆς ἐπί, ὡς “Πριάμῳ [*](A+B -) ἐπεμήνιε δίῳ” (Il. 13. 460)· ἢ “παντελῶς μηνίσαντος.’ Χαμαι- λέων δὲ γράφει “ἐπιμηνίσαντος.”

63. Εκτορι μέν] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρία- [*](B=) μος” (Il. 1. 255), ὃ δὲ παρωξυμμένως ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα.

Τρωσὶ τὸ κέρδιον] ἀντωνυμία ἐστὶ τὸ “τό·” οὐ μὴν διασταλτέον [*](A -) κατʼ αὐτό, ὡς ἔδοξέ τισιν.

64. δηρὸν—μνήσεσθαι] τῶν γὰρ κακῶν μόγις ἐπιλανθανόμεθα. [*](B=) διὸ καὶ ‘ἄλαστά’ φησιν αὐτά.

67. * νῦν] ἀρτίως.

68. *ἀσκελέως] ἄγαν σκληρῶς.

69. ὄτρυνον] τὴν ἐξουσίαν τῆς ἐξόδου ἐπὶ τὸν βασιλέα ἀναφέρει [*](B=) ὁμονοητικῶς.

71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.

[*](A + B =)

72. ἀσπασίως] ἡδέως ἢ ἀπροσδοκήτως.

[*](B=)

γόνυ κάμψειν] διὰ τὴν σύντονον φυγήν.

[*](B=)[*](2. διστακτικὸς A: ἀρκτικὸς ‖ 7. supplevi ex B ‖ 13. ἐνέβη ‖ 16. suppl. W ‖ 22. παρωξυμμένος B ‖ 25. αὐτὸ A: -ὰ)
288

75. μῆνιν ἀποειπόντος] ἀντέφρασεν αὐτὸ τῷ “παύω χόλον” (67).

[*](B=)

76. τοῖσι δέ] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.

[*](A +)

ἄλλως: τοῖσι δὲ καὶ μετέειπε 〈ἄναξ ἀνδρῶν Ἀγαμέμνων〉] οὕτω καὶ παρὰ Ἀριστοφάνει· ἐν δὲ τῇ Μασσαλιωτικῇ “τοῖσι δʼ ἀνιστά- μενος μετέφη κρείων Ἀγαμέμνων μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων αὐτόθεν ἐξ ἕδρης.”

[*](B +)

77. αὐτόθεν ἐξ ἔδρης] φησὶν Ἐπαφρόδιτος, ὅτι καθεζόμενος ἐδη- μηγόρει, ὅπως μὴ ἔκπυστοι οἱ μῦθοι γένωνται ταπεινοὶ ὄντες.

[*](B=)

ἄλλως: αὐτόθεν] μὴ ἀναστάς—φησὶ γοῦν ἑξῆς “ἀν δʼ Ἀγα- μέμνων ἵστατο” (249,250)—ἢ οὐ προελθὼν εἰς μέσην τὴν ἐκκλησίαν, ἵνʼ ᾖ, ἀναστὰς ἐδημηγόρει οὐκ ἐν μέσοις, ἀλλʼ ἐκ τῆς ἕδρας τῶν ἀριστέων.

[*](A + B=)

79. ἑσταότος μέν] τινὲς “ἑσταότως” ἀντὶ τοῦ εὐσταθῶς ἀπὸ μετοχῆς, 〈ὡς〉 ἀρκούντως ἐθελόντως. οἳ δέ φασι τοὺς φιλαχιλλεῖς κραυγάζειν καὶ ὑποκρούειν, ὡς τὸ “τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο” (Il. 1. 292). καλὸν οὖν σιωπῇ τοῦ ἑσταότος ἀκούειν καὶ μὴ ὑπο- κρούειν θορύβῳ τὸν λέγοντα.

[*](A + B=)

80. ὑββάλλειν] ὑποκρούεσθαι θορύβῳ τὸν λέγοντα.

[*](B=)

82. βλάβεται δέ] βλάπτω βλάβω ὡς κρύπτω κρύβω.

[*](B -)

λιγύς περ ἐών] κἂν λίαν ὑπάρχῃ σαφής.

[*](B=)

83. ἐνδείξομαι] εὐμενίσασθαι γὰρ αὐτὸν ταπεινοῖς βούλεται λόγοις.

[*](A~B=)

ἄλλως: ἐνδείξομαι] ἀπερείσω τὸν λόγον· καὶ “ἀριδείκετος,” πρὸς ὃν ἀπερείδει τις τὸν λόγον διʼ ἀξίωμα.

[*](B=)

84. * σύνθεσθε] κατὰ νοῦν λάβετε.

[*](B=)